- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:103.2-104.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔基于灵魂诸能力的顺序阐明了《论动物运动》排在《论记忆》之后的原因,概述了该著作全篇的论题要点,随后注释开篇段落,将其主旨与《论动物行进》相对比。
Ἐπειδὴ ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ τῆς ψυχῆς δύναμις συνεζευγμέναι οὖσαι1 ἀλλήλαις (ὁρμὴ γάρ τις καὶ ἡ ὄρεξις) αἰτίαι εἰσὶ τῆς κατὰ τόπον κινήσεως τῶν ζῴων (ἢ γὰρ ὀρεγόμενά τινος ἐπὶ τὸ λαβεῖν αὐτὸ ὁρμᾷ καὶ κινεῖται ἢ ἀποστρεφόμενα ἐπὶ τὸ ἐκκλῖναί τε καὶ φυγεῖν), ἔχουσι δὲ τὴν τάξιν μετὰ τὴν φανταστικὴν τῆς ψυχῆς δύναμιν (δοκεῖ γὰρ ἕπεσθαι μετὰ τὴν ἐπὶ ταῖς φαντασίαις συγκατάθεσιν ὁρμή, ὥσπερ οὖσα τέλος αὐτῆς, οὐκέτ’ οὖσα ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ κριτική, ἀλλὰ τοῦ ἑτέρου μέρους τῆς ψυχῆς τοῦ πρακτικοῦ· εἰς δύο γὰρ ἡ τῶν ζῴων διαιρουμένη ψυχή, εἰς τε τὸ κριτικὸν καὶ τὸ πρακτικόν, τοῦ πρακτικοῦ ἐστιν ἡ ὁρμητική τε καὶ ὀρεκτική) ἐπεὶ οὖν2 ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ αἰτίαι οὖσαι τῆς κατὰ τόπον κινήσεως μετὰ τὴν φαντασίαν εἰσίν, ἡ δὲ μνήμη ἐστὶν ἕξις φαντάσματος ὡς εἰκόνος οὗ φάντασμα, εἰκότως μετὰ τὸ Περὶ μνήμης τάττεται τὸ Περὶ ζῴων κινήσεως. ζητεῖ δὲ ἐν αὐτῷ τίς ἡ αἰτία τοῦ κινεῖσθαι τὰ ζῷα κίνησιν ὁποιανοῦν, καὶ ὅτι τὸ κινούμενον ὑφ’ ἑαυτοῦ δεῖ τι ἔχειν ἐν αὐτῷ ἀκίνητον δείκνυσι καὶ ὅτι καὶ ἐκτός, ἕτερόν γε ὂν αὐτοῦ. μετὰ ταῦτα ζητεῖ τί ἐστι τὸ κινοῦν τὸν οὐρανόν, εἶτα ἐνίσταται πρὸς τοὺς λέγοντας τὸν Ἄτλαντα ὀχεῖν τὸν οὐρανόν. εἶτα ζητεῖ εἰ ἐνδέχεται φθαρῆναι ὁ κόσμος, εἶτα λέγει διὰ τί δεῖ ἀκίνητον εἶναι, ἵνα κινῆται ὁ κόσμος. εἶτα ἐφιστάνει εἰ τοῖς ἀψύχοις τοῖς κινουμένοις δεῖ τι καὶ ἐντὸς καὶ ἐκτὸς εἶναι ἀκίνητον. εἶτα ζητεῖ πότερον τῶν κατὰ τόπον κινουμένων δεῖ τι ἐκτὸς ἠρεμεῖν ἢ καὶ τῶν αὐξανομένων καὶ ἀλλοιουμένων. εἶτα πῶς ἡ ψυχὴ κινεῖ τὰ σώματα, καὶ τίς ἀρχὴ τῶν ζῴων τῆς ἑκουσίου κινήσεως, καὶ πῶς ἐνίοτε νοοῦντες οὐ πράττουσιν. εἶτα λέγει ὅτι τὸ πρῶτον κινοῦν τὸ ζῷον σὺν τῇ ἀρχῇ ἔστιν, εἶτα ὅτι τῷ πνεύματι κινουμένῳ τὰ ζῷα κινεῖται, καὶ πῶς κινεῖται τὰ ζῷα τὰς οὐχ ἑκουσίους κινήσεις καὶ τὰς ἑκουσίους, καὶ διὰ τί μάλιστα καρδία καὶ αἰδοῖον οὕτω κινοῦνται, καὶ πῶς ἡ μὲν ἀρχὴ ἀπὸ τῶν μορίων, τὰ δὲ μόρια πάλιν ἀπὸ τῆς ἀρχῆς κινεῖται. φροιμίων μὲν ἅλις, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν ἴωμεν εὐχόμενοι τῷ τῶν λόγων ἐφόρῳ θεῷ ἀκριβῆ τούτων δοῦναι ἡμῖν κατανόησιν.
由于灵魂的欲求能力与冲动能力彼此结合(因为欲求也是某种冲动),是动物空间运动的原因(因为动物要么欲求某物而为了获取它而发起冲动并运动,要么避开,为了躲避并逃离〔而运动〕),并且它们排列在灵魂的表象能力之后(因为冲动似乎跟随在对表象的赞同之后,宛如其目的,冲动能力和欲求能力不再是评判性的,而是属于灵魂的另一部分即实践部分;因为动物的灵魂被划分为二,即评判部分和实践部分,冲动能力和欲求能力属于实践部分)——既然欲求能力和冲动能力作为空间运动的原因是在表象之后,而记忆又是作为表象所表象之物的图像的表象的拥有状态,那么《论动物运动》自然被排在《论记忆》之后。他在其中探讨动物进行任何一种运动的原因是什么,并证明由自身运动者必须在其自身内部拥有某种不动之物,而且在外部也必须有,且至少是与它相异的。在此之后,他探讨推动天体的是什么,接着反驳那些声称阿特拉斯托举天体的人。接着他探讨宇宙是否可能毁灭,接着陈述为什么为了使宇宙运动必须有不动之物存在。接着他考察对于运动的无生命物而言,是否在其内部和外部都必须有某种不动之物存在。接着他探讨对于依位置运动者而言,是否必须有外部的某种静止之物,还是说对于生长和发生质变者而言也是如此。接着探讨灵魂如何推动身体,动物自愿运动的本原是什么,以及为什么有时思考着却不付诸行动。接着他陈述推动动物的第一运动者与本原并存,接着陈述动物通过被运动的精气而运动,动物如何进行非自愿运动和自愿运动,为什么尤其是心脏和生殖器会这样运动,以及本原如何由各部分推动,而各部分又如何反过来由本原推动。引言已然足够,让我们进而阐明所言之事,祈求掌管言辞的神赐予我们对这些内容的准确理解。
"Περὶ δὲ κινήσεως τῆς τῶν ζῴων, ὅσα μὲν περὶ ἕκαστον αὐτῶν ὑπάρχει γένος καὶ τίνες διαφοραί." Εἴρηκεν ἐν τῇ Περὶ ζῴων πορείας περὶ ἁπάντων τῶν ὑπαρχόντων ἑκάστῳ γένει ἢ εἴδει τῶν ζῴων καὶ περὶ τῆς διαφορᾶς αὐτῶν· εἶπε γὰρ ἐκεῖ διὰ τί τὰ μὲν αὐτῶν τέτρασι σημείοις κινεῖται τὰ δὲ πλείοσι, καὶ διὰ τί τὰ μέν ἐστιν αὐτῶν ἄποδα τὰ δ’ ὑπόποδα, καὶ ὅλως περί τε τῆς διαφορᾶς αὐτῶν περί τε τῶν ὑπαρχόντων αὐτοῖς χρησίμων πρὸς τὴν πορείαν εἶπεν ἐν ἐκείνῳ τῷ βιβλίῳ. ἐνταῦθα δὲ ζητήσει τί τὸ κοινὸν αἴτιον τοῦ κινεῖσθαι ἕκαστον ὡς πέφυκε κινεῖσθαι· καὶ γὰρ τὰ μὲν πτήσει τὰ δὲ ἕρψει τὰ δὲ ἄλλως πέφυκε κινεῖσθαι. δέδεικται δὲ καὶ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὅτι τοῦ αὐτοκινήτου τὸ ἀκίνητον,3 τοῦτο δ’ ἐστὶν ἡ ψυχή, ἀρχὴ τῶν ἄλλων ἐστὶ κινήσεων. πρῶτον δὲ κινοῦν λέγει τὸν πρῶτον θεόν.
“关于动物的运动,属于它们每一属的属性,以及有哪些差异。” 他在《论动物行进》中已经论述了属于动物每一属或每一种的全部属性及其差异;因为他在那里讲过为什么它们中的一些以四个点运动而另一些以更多的点运动,为什么它们中的一些是无足的而另一些是有足的,总而言之,关于它们的差异以及属于它们的对行进有用的属性,他在那部书中已经讲过。但在这里他将探讨,每一个按照其天生运动的方式而运动的共同原因是什么;因为有些动物天生以飞翔运动,有些以爬行运动,有些则以其他方式运动。而且在《物理学》第八卷中也已证明,对于自身运动者而言,不动之物——这也就是灵魂——是其他运动的本原。而所谓第一运动者,他是指第一神。
- 1.0συνεζευγμέναι οὖσαι
意合结构(constructio ad sensum):尽管主语 δύναμις 在语法上为阴性单数,但分词 συνεζευγμέναι οὖσαι 以及后文的表语 αἰτίαι εἰσὶ 均采用阴性复数,因为 ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ ... δύναμις 在意义上实质代表了欲求能力与冲动能力这两者。
- 1.0Ἐπειδὴ ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ ... ἐπεὶ οὖν
属于复起结构(epanalepsis):在句首的 Ἐπειδὴ 引出长串插入语和原因从句之后,通过带有复起小词的 ἐπεὶ οὖν 重复原因分句以理清思路,最终导向主句 εἰκότως ... τάττεται。
- 1.1τοῦ αὐτοκινήτου τὸ ἀκίνητον
属格 τοῦ αὐτοκινήτου 表示关系或所属/部分,意为“在自身运动者之中,不动之物(不动的部分)”,修饰主语 τὸ ἀκίνητον。其后插入同位语 τοῦτο δ’ ἐστὶν ἡ ψυχή,并与表语名词 ἀρχή 相连。
