← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§96.26-97.35

鱼类的鳃盖与鳃部构造及其体内热量

米海尔指出了亚里士多德论及鳃盖文句中缺失相呼应的 δέ 的句法现象,阐述了软骨鱼类拥有鳃盖的原因以及鳃盖和鳃孔快速运动的必要性。随后他将鱼类具有单重或双重鳃的原因归结为心脏周围热量与冷却需求的差异,并据此解释了其在水外存活时间的长短。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.22

Εἰπὼν δὲ ὅτι τὰ ἔχοντα βράγχια τὰ μὲν ἐπικαλύμματα ἔχει ἐν τοῖς βραγχίοις, οὐκ ἀνταπέδωκε τὸν μέν σύνδεσμον πρὸς τὸν δέ.1 ἔχει οὖν πάντα τὰ σελάχη ἐπικαλύμματα τοῖς βραγχίοις· διὰ 〈γὰρ〉 τὸ εἶναι χονδράκανθα καὶ διὰ τοῦτο μαλακόσαρκα ἀλλ’ οὐ σκληρόσαρκα οὐ κεκώλυται τὸ περὶ τὴν κεφαλὴν δέρμα κατέρχεσθαι καὶ ἐπικαλύπτειν τὰ βράγχια. ὁ γὰρ χόνδρος καὶ μάλιστα ὁ ἐν τοῖς ἰχθύσι μαλακός· εἰ δὲ οὗτος, καὶ ἡ λοιπὴ σάρξ· εἰ γὰρ ὁ χόνδρος ὁ ἀναλογῶν ὀστῷ μαλακός, δηλονότι καὶ ἡ λοιπὴ σάρξ. ἔτι αἱ κινήσεις τῶν μὲν ἀκανθωδῶν, ἤτοι τῶν μὴ ἐχόντων τὰς ἀκάνθας χονδρώδεις καὶ μαλακάς, ἀλλὰ σκληράς, τούτων αἱ κινήσεις βραδεῖαι τῷ μὴ ταχέως κάμπτεσθαι διὰ τὴν σκληρότητα· πᾶσα δὲ κίνησις, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται, κατὰ ἔκτασιν καὶ κάμψιν τῶν κώλων γίνεται. ταῦτα εἰπὼν λέγει ὅτι δεῖ τὰς κινήσεις τῶν ἐπικαλυμμάτων ταχείας εἶναι. ἐπειδὴ γὰρ ὥσπερ ἡμῖν αἱ ῥῖνες πρὸς ἀναπνοὴν καὶ ἐκπνοήν εἰσιν, οὕτω καὶ τοῖς ἰχθύσιν ἡ τῶν βραγχίων φύσις, ἀλλὰ μὴν ἡ ἐκπνοὴ ταχέως γίνεται, δεῖ ἄρα καὶ τὰ ἐπικαλύμματα τῶν βραγχίων τάχιστα κινεῖσθαι, ὅπως μὴ ἐμποδίζοι τὴν οἷον ἀναπνοὴν καὶ ἐκπνοὴν αὐτῶν. καὶ διὰ τὸ δεῖν ταχεῖαν τὴν τῶν ἐπικαλυμμάτων συστολὴν καὶ διαστολὴν γίνεσθαι διὰ τὴν ἐκπνοήν φησιν ὅτι ἐν τοῖς σελαχώδεσιν οὐ μόνον τὰ ἐπικαλύμματα ἀνοίγεται καὶ κλείεται, ἀλλὰ καὶ αὐτῶν τῶν πόρων, οὓς ἐν ἑαυτοῖς ἔχει τὰ βράγχια, συναγωγὴ καὶ διαστολὴ γίνεται, ὅπως πλείων ᾖ ἡ ἐκπνοή· ἀνοιγόμενοι γὰρ καὶ οἱ πόροι δέχονται τὸ ὕδωρ ὥσπερ καὶ τὰ ἐπικαλύμματα, κλειόμενοι δὲ ἀφιᾶσι. δηλοῖ δὲ διὰ τῆς ἐκπνοῆς ἅμα καὶ τὴν εἴσπνευσιν. τοῦ δὲ τοὺς μὲν ἔχειν τῶν ἰχθύων τὰ βράγχια διπλᾶ, ὥσπερ τις πόλις δυσὶ τείχεσι περιπεφραγμένη, καὶ τοῦ μὲν ἐντὸς ὄντος καὶ περιεχομένου, τοῦ δ’ ἐκτὸς καὶ περιέχοντος, τοῦ μὲν δὴ τοὺς μὲν ἔχειν ταῦτα διπλᾶ, τοὺς δὲ ἁπλᾶ αἴτιον ἡ ὀλιγότης καὶ τὸ πλῆθος2 τοῦ περὶ τὴν καρδίαν θερμοῦ. τὰ μὲν γὰρ ἔχοντα πολὺ τὸ θερμὸν δεῖται καὶ πλείονος τῆς ἐμψύξεως, γίνεται δὲ ἡ ἔμψυξις καὶ πλείων καὶ ταχεῖα ὑπὸ τῶν πλειόνων βραγχίων· διὰ τοῦτο οὖν ἔχουσι τὰ βράγχια διπλᾶ, τὰ δὲ ὀλίγον ἔχοντα τὸ θερμὸν ἁπλᾶ, διότι καὶ ἐλάττονος δεῖται τῆς καταψύξεως. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν θάττω γὰρ καὶ ἰσχυροτέραν τὴν κίνησιν δεῖ εἶναι τοῖς πλείω ἔχουσι θερμότητα τὴν κίνησιν ἀντὶ τοῦ κατάψυξιν εἴληφε· δεῖ γὰρ θάττω καὶ ἰσχυροτέραν γίνεσθαι τὴν κατάψυξιν τοῖς ἔχουσι πολλὴν θερμότητα. ἔχει δὲ τὰ πλείω βράγχια φύσιν θάττω καὶ ἰσχυροτέραν ποιεῖν τὴν κατάψυξιν τῶν ἐλαττόνων· τὰ γὰρ ἐλάττονα βράγχια καὶ βραδεῖαν καὶ ἀσθενεστέραν ταύτην ποιεῖται. καὶ διὰ τοῦτο ἔνια τῶν ἐχόντων τὰ βράγχια ἐλάττω καὶ ἁπλᾶ καὶ ἧττον ἐγκρατῆ, τουτέστιν οὐδαμῶς ἰσχυρά, ἀλλὰ ἀσθενῆ (τὸ γὰρ ἧττον ἐγκρατῆ ἀντὶ τοῦ οὐδαμῶς ἰσχυρὰ εἴληπται· ἰσχυρὰ μὲν γὰρ καὶ ἰσχυρὰν καὶ ταχεῖαν ποιεῖται τὴν κατάψυξιν τὰ διπλᾶ καὶ πολλὰ βράγχια, ἀσθενῆ δὲ ταύτην ποιεῖται τὰ ἁπλᾶ, καὶ ἐπὶ τούτῳ καὶ ἡ ἀπ’ αὐτῶν κατάψυξις ἀσθενής) διὰ τὸ ὀλίγον οὖν ἔχειν τὸ θερμὸν καὶ διὰ τοῦτο καὶ βράγχια ὀλίγα, ἔνια αὐτῶν ἔξω τοῦ ὕδατος δύνανται ζῆν πολὺν χρόνον.3 τὰ μὲν 〈οὖν〉 ἔχοντα πολλὰ βράγχια διὰ τὸ περὶ τὴν καρδίαν πολὺ θερμὸν καὶ δεόμενα πολλῆς τῆς καταψύξεως ἅμα τῷ ἐξελθεῖν τοῦ ὕδατος θνήσκει· οὐ γὰρ δύναται ὁ ἀὴρ τοσαύτην αὐτοῖς τὴν κατάψυξιν ἐμποιεῖν ὁπόσην τὸ ὕδωρ· τὰ δὲ ἔχοντα βράγχια ὀλίγα διὰ τὸ καὶ θερμὸν ὀλίγον δύναται ἔξω πολὺν χρόνον ζῆν. διὰ τί; ὅτι οὐ δεῖται πολλῆς τῆς καταψύξεως. καὶ ταῦτα μὲν οὕτως.

在说了“具有鳃的鱼类中,一些在鳃上具有鳃盖”之后,[亚里士多德]并没有让连接词 μέν 与 δέ 相应。因此所有的软骨鱼类都在鳃上具有鳃盖;因为由于它们具有软骨刺并因此肉质柔软而非坚硬,头部周围的皮肤并未受到妨碍而得以垂下并遮蔽其鳃。因为软骨,尤其是鱼类体内的软骨,是柔软的;若是如此,其余的肉也是柔软的;因为相当于骨骼的软骨若是柔软的,显而易见其余的肉也是如此。此外,多刺鱼类即那些不具有软骨样且柔软的刺、而是具有硬刺的鱼类的运动,这些鱼类的运动由于硬度而不能迅速弯曲,因而是迟缓的;而正如在《论动物的行进》中所指出的,一切运动都是按照肢体的伸展与弯曲而发生的。说了这些之后,他说鳃盖的运动必须是迅速的。因为正如鼻对于我们是用于吸气和呼气的一样,鳃的本性对于鱼类也是如此,然而呼气确实是迅速发生的,因此鳃盖也必须极快地运动,以免妨碍它们类似吸气和呼气的活动。又由于为了呼气鳃盖必须迅速收缩与舒张,他说在软骨鱼类中不仅鳃盖进行开合,而且鳃本身所具有的管道本身也发生闭合与舒张,以便呼气更加充分;因为管道在张开时也像鳃盖一样接纳水,而在闭合时将水排出。他通过呼气同时也指明了吸气。至于有些鱼类拥有双重鳃,就像被双重城墙所环绕的城邦一样,一道在内被包围,另一道在外包围着,而另一些鱼类拥有单重鳃,其原因在于心脏周围热量的少与多。因为拥有大量热量的鱼类也需要更多的冷却,而更多且迅速的冷却是由更多的鳃造成的;因此它们拥有双重鳃,而拥有少量热量的鱼类则拥有单重鳃,因为它们只需要较少的冷却。所论述的内容即是如此。而在“因为对于具有更多热量的鱼类,运动必须更加迅速和有力”这一措辞中,[他]以“运动”代替了“冷却”;因为对于具有大量热量的鱼类,冷却必须变得更迅速、更有力。而更多的鳃相比于较少的鳃,在本性上能使冷却进行得更迅速、更有力;因为较少的鳃使冷却进行得既迟缓又较微弱。正是因此,那些拥有较少、单重且“较不强健”的鳃的鱼类中的一部分,也就是绝不强劲而是微弱的鳃(因为“较不强健”在此用来指代“绝不强劲”;因为双重且繁多的鳃是强劲的,并使冷却进行得强劲而迅速,而单重的鳃使冷却进行得微弱,在此之上由它们产生的冷却也是微弱的),正由于拥有较少的热量并因此也拥有较少的鳃,它们中的一些能够在水外存活颇久的时间。因此,由于心脏周围拥有大量热量而拥有许多鳃并需要大量冷却的鱼类,一离开水便立即死亡;因为空气无法给它们带来像水所能带来的那样多的冷却;而由于热量少因而拥有较少鳃的鱼类,则能够在水外存活颇久的时间。何以如此?因为它们不需要大量的冷却。关于这些便讲到这里。

语法注3 条
  1. 4.22Εἰπὼν δὲ ὅτι τὰ ἔχοντα βράγχια τὰ μὲν ἐπικαλύμματα ἔχει ἐν τοῖς βραγχίοις, οὐκ ἀνταπέδωκε τὸν μέν σύνδεσμον πρὸς τὸν δέ.

    米海尔在此指出亚里士多德原文中的句法脱节(缺乏对应的 δέ 分句)。主句未明述的主语是亚里士多德,分词 Εἰπών 作为时间/伴随状语分词修饰主动词 οὐκ ἀνταπέδωκε。

  2. 4.22τοῦ δὲ τοὺς μὲν ἔχειν τῶν ἰχθύων τὰ βράγχια διπλᾶ... τοῦ μὲν δὴ τοὺς μὲν ἔχειν ταῦτα διπλᾶ, τοὺς δὲ ἁπλᾶ αἴτιον ἡ ὀλιγότης καὶ τὸ πλῆθος

    冠词+不定式 τοῦ ... ἔχειν 充当解释性属格,从属于谓词名词 αἴτιον。由于中间插入了带有城墙比喻的插入成分,该属格结构通过 τοῦ μὲν δὴ τοὺς μὲν ἔχειν ταῦτα διπλᾶ, τοὺς δὲ ἁπλᾶ 进行了复述(epanaphora),最终与省略了系动词的表语 αἴτιον 以及主语 ἡ ὀλιγότης καὶ τὸ πλῆθος 相联系。

  3. 4.22διὰ τὸ ὀλίγον οὖν ἔχειν τὸ θερμὸν καὶ διὰ τοῦτο καὶ βράγχια ὀλίγα, ἔνια αὐτῶν ἔξω τοῦ ὕδατος δύνανται ζῆν πολὺν χρόνον.

    在括号式的长篇词义辨析(τὸ γὰρ ἧττον ἐγκρατῆ...)之后,该句承接上文的逻辑线索:διὰ τὸ ὀλίγον ... ἔχειν 是包含冠词不定式的表示原因的介词短语,ἔνια αὐτῶν 作主句主语,δύνανται 为主动词,ζῆν 为补充不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:96.26-97.35