- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:97.36-99.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
迈克尔对亚里士多德《论动物的部分》卷末(696b23起)进行注解,阐明了鱼类口部的位置与形态、软骨鱼类翻身摄食的三重原因、鱼鳞脱落的原由、睾丸的缺失及排泄与生殖通道的共用、鲸类喷水孔相对于大脑与脊髓的位置,以及肺部热量,并为全书讲疏作结。
Τὰ δὲ στόματα τὰ μὲν ἔχει καταντικρὺ καὶ εἰς τὸ πρόσθεν, ὥσπερ λάβραξ, σκόμβρος, κέφαλος, τὰ δὲ ἐν τοῖς ὑπτίοις, ὥσπερ δελφὶς καὶ τὰ σελαχώδη. ταῦτα δὲ τὰ σελαχώδη τὸν μὲν ἄλλον ἅπαντα χρόνον, καθ’ ὅν τε νεῖ καὶ ἠρεμεῖ, τὰ μὲν ὕπτια ἔχοντα, ὥσπερ καὶ τὰ τετράποδα τῶν ζῴων, πρὸς τῇ γῇ, τὰ δὲ πρανῆ ἄνω καὶ πρὸς τὸν οὐρανόν, ὅταν μέλλῃ λαβεῖν τὴν τροφήν, στρέφεται, καὶ τὰ μὲν πρανῆ ἔχει πρὸς τῇ γῇ, τὰ δὲ ὕπτια ἄνω καὶ οὕτω θηρεύει. πεποίηκε δὲ ἡ φύσις τὰ σελαχώδη λαμβάνειν τὴν τροφὴν στρεφόμενα διὰ τρεῖς αἰτίας, μίαν μὲν διὰ τὴν σωτηρίαν τῶν ὑπ’ αὐτῶν ἀγρευομένων ἰχθύων. φεύγουσι γὰρ καὶ σώζονται βραδυνόντων τῶν σελαχωδῶν ἐν τῇ στρέψει· οὐ γὰρ τάχιον δύναται στρέφεσθαι πλατέα ὄντα· ὄντων οὖν ζωοφάγων, ἀλλ’ οὐ ποηφάγων πάντων τῶν σελαχωδῶν, πρόνοιαν ποιουμένη ἡ φύσις τῶν ὑπ’ αὐτῶν θηρευομένων πεποίηκεν αὐτὰ στρεφόμενα λαμβάνειν τὴν τροφήν. διὰ μίαν μὲν οὖν αἰτίαν ταύτην στρέφεται τὰ σελαχώδη, 〈δι’〉 ἄλλην δὲ ἐπειδὴ ἀδηφάγα ἐστὶ καὶ λαίμαργα, στρέφεται, ἵν’ οὕτω βραδέως λαμβάνοντα τὴν τροφήν, μὴ ἑτοίμως, ὀλιγοτροφῇ καὶ μὴ φθείρηται ὑπὸ τοῦ κόρου· εἰ γὰρ πρὸς τὴν ἐπιθυμίαν καὶ τὸ λαίμαργον αὐτῶν ἀναλόγως ἐδίδοτο αὐτοῖς ἡ τροφή, ἐφθείρετο ἄν. οὕτω γάρ ἐστιν ἡ τοῦ λόγου συνέχεια· ἀλλὰ καὶ γραπτέον αὐτὴν τοῦ σαφοῦς ἕνεκα ἀλλὰ καὶ πρὸς τὸ μὴ ἀκολουθεῖν τῇ λαιμαργίᾳ τῇ περὶ τὴν τροφήν· ῥᾷον γὰρ λαμβάνοντα διεφθείρετο ἂν ταχέως διὰ τὴν πλήρωσιν, καὶ προσυπακουστέον τοῦ ‘πεποίηκεν αὐτὰ στρέφεσθαι’.1 τὸ δὲ πρὸς τούτοις περιφερῆ καὶ λεπτὴν ἔχοντα τὴν τοῦ ῥύγχους φύσιν οὐχ οἷόν τε εὐδιαίρετον ἔχειν μεταξὺ παρεμβέβληται·2 ἔστι δὲ ἡ τρίτη αἰτία, δι’ ἣν στρεφόμενα λαμβάνει τὴν τροφήν. ὃ δὲ καὶ δι’ αὐτῆς λέγει, τοιοῦτόν ἐστι πρὸς δὲ τοῖς εἰρημένοις ἔχοντα τὰ σελαχώδη τὴν τοῦ ῥύγχους, τουτέστι τοῦ στόματος, φύσιν περιφερῆ καὶ στρογγύλην, ἀλλ’ οὐκ ὀξεῖαν ὥσπερ οἱ σκόμβροι καὶ τὰ ἄλλα, ἔχοντα οὖν τοιαύτην τὴν τοῦ στόματος φύσιν καὶ ὑπὸ τὰ ὕπτια, ἀλλ’ οὐκ ἔμπροσθεν, οὐχ οἷόν τε εὐδιαίρετον ἔχειν, τουτέστιν οὐχ οἷόν τε κάλλιον οὕτως τὴν θήραν ποιεῖν, ἢ μᾶλλον οὐχ οἷόν τε καλῶς τὴν τροφὴν διαιρεῖν (ἐξέπιπτε γὰρ ἂν τοῦ στόματος), ἀλλὰ ποιήσουσιν αὐτὴν κάλλιστα στρεφόμενοι’. ἔτι δὲ ἔχουσι διαφορὰς τὰ στόματα πρὸς ταῖς εἰρημέναις καὶ ἐν τῷ τὰ μὲν ἀνερρωγὸς ἔχειν τὸ στόμα, τὰ δὲ μύουρον ἤτοι 〈μὴ〉 ἀνερρωγός, ἢ μύουρον ἀντὶ τοῦ ἐκ πλατέος εἰς ὀξὺ λῆγον· τοιαύτη γὰρ καὶ ἡ τῶν μυῶν οὐρά. εἰπὼν δὲ καὶ ὅτι τὸ δέρμα οἱ μὲν ἔχουσι λεπιδωτόν, λέγει καὶ διὰ τί πίπτει ἐξ αὐτῶν ἡ λεπίς· διὰ γὰρ λαμπρότητα, φησί, καὶ λεπτότητα. λαμπρὰ γὰρ οὖσα καὶ λεία καὶ καθαρά, καὶ μηδὲν ὅλως ἔχουσα γλίσχρον, ἵν’ ὑπ’ αὐτοῦ ὥσπερ ὑπὸ κόλλης συνέχηται, ἐκπίπτει. σαφὴς δ’ ἂν ἦν ἡ λέξις, εἰ ἀντὶ τοῦ ἡ γὰρ λεπὶς διὰ λαμπρότητα ἦν ‘ἡ δὲ λεπὶς διὰ λαμπρότητα’· οἶμαι γὰρ ὅτι τὸ γάρ οὐκ ἔστιν αἰτιολογικὸς σύνδεσμος, ἀλλ’ ἀντὶ τοῦ δέ συνδέσμου εἴληπται.3 οὐδεὶς δέ, φησί, τῶν ἰχθύων ἔχει ὄρχεις, διὰ τὸ μὴ ἔχειν μήτε κύστιν μηδὲ γίνεσθαι ἐν αὐτοῖς περίττωμα ὑγρόν, οὐδὲ οἱ ὄφεις ἔχουσιν ὄρχεις· ἀλλὰ καὶ οἱ ἰχθύες καὶ οἱ ὄφεις τὸν πόρον, ὃν ἔχουσιν εἰς τὴν ἄφεσιν τοῦ ἐκ τῆς τροφῆς περιττώματος, τὸν αὐτὸν ἔχουσι καὶ εἰς τὴν τῶν περὶ τὴν γένεσιν, ἤτοι τῶν σπερμάτων. αἱ δὲ φάλαιναι, φησί, καὶ οἱ δελφῖνες δεχόμενοι ἐν τῇ κατὰ τὸ στόμα εἰσόδῳ θαλάττιον ὑγρὸν ἀφιᾶσι τῇ κατὰ τὸν αὐλὸν ἐξόδῳ· δέχονται μὲν γὰρ διὰ τοῦ στόματος, ἀφιᾶσι δὲ διὰ τοῦ αὐλοῦ. ὁ δ’ αὐλὸς οὗτος κεῖται πρὸ τοῦ ἐγκεφάλου, ἤτοι ἐν τῷ μορίῳ τῷ ἀναλογοῦντι βρέγματι· εἰ γὰρ ἔκειτο ὄπισθεν κατὰ τὸ μόριον τὸ ἀναλογοῦν τῷ ἰνίῳ, διελάμβανεν ἂν ἀπὸ τῆς ῥάχεως αὐτόν, τουτέστι διεχώριζεν ἂν ὁ αὐλὸς τὸν ἐγκέφαλον ἀπὸ τοῦ ῥαχίτου μυελοῦ καὶ ἐνεπόδιζεν αὐτὸν ἅπτεσθαι αὐτοῦ. ἀλλ’ ἀνάγκη, ὥσπερ εἴρηται πρότερον, τὸν ῥαχίτην μυελόν, θερμὸν ὄντα, ἅπτεσθαι τοῦ ἐγκεφάλου, ἵνα εἰς συμμετρίαν ἄγῃ τὸ ἄγαν αὐτοῦ ψυχρόν. ἐπειδὴ δὲ τὸ θερμόν ἐστιν αἴτιον τοῦ κινεῖσθαι τὰ ζῷα, ἔχει ὁ δελφὶς καὶ τὰ μεγάλα τῶν θαλαττίων ζῴων πνεύμονα ὄντα πλήρη θερμότητος αἱματικῆς. σαφῆ δὲ τὰ ἑξῆς ἕως τοῦ τέλους τοῦ βιβλίου. ὧδε μὲν οὖν πεπλήρωται πᾶσα ἡ Περὶ ζῴων μορίων Ἀριστοτέλους πραγματεία καὶ αἱ εἰς αὐτὴν σχολαί.
至于口,一些动物直接相对且朝向前方拥有口,如黑鲈、鲭鱼、鲻鱼,另一些动物则在腹侧拥有口,如海豚和软骨鱼类。而这些软骨鱼类在游泳和静止的所有其他时间里,像四足动物一样将腹侧朝向地面,而将背侧向上朝向天空;但每当它们要摄取食物时,便翻转身体,将背侧朝向地面,腹侧向上,并以此方式捕食。自然出于三个原因使软骨鱼类翻转身体来摄取食物:其一是为了被它们捕猎的鱼类的得救。因为当软骨鱼类在翻转中迟缓耽搁时,[小鱼们]便逃跑而得以保全;因为它们躯体扁平,无法迅速翻转。既然所有的软骨鱼类都是肉食性而非草食性的,自然出于对被它们捕猎者的顾念,便使它们翻转身体来摄取食物。软骨鱼类翻转身体固然是出于这一个原因,而出于另一个原因,则是因为它们贪食且贪婪,所以它们翻转身体,以便通过这样缓慢而非轻易地摄取食物,能够少食而不致因过饱而毁灭;因为若是按照它们的欲望和贪婪相应地供给食物,它们便会毁灭。因为文句的脉络即是如此;为了清晰起见,人们也应当将其写作:“而且也是为了不顺从关于食物的贪婪;因为若是更容易地摄取,它们便会因充盈而迅速毁灭”,并且必须在心中补足“[自然]使它们翻转”。而“除这些之外,由于具有圆形且薄的吻部本性,它们不能拥有易于分开的吻部”这一句则是插入在中间的;这就是它们翻转身体摄取食物的第三个原因。他通过这句话所表达的意思如下:“除所言者之外,由于软骨鱼类的吻部即口的本性是圆形且环状的,而非像鲭鱼及其他鱼类那样尖锐,那么由于拥有这种口部本性且位于腹侧下方而非前方,它们便不能拥有易于分开的口,也就是说不能以此方式更好地进行捕猎,或者更确切地说不能很好地分割食物(因为食物会从口中掉落),而是翻转身体才能最妥善地做到这一点”。此外,除了上述差异之外,口还存在差异,即一些动物拥有裂开的口,另一些动物拥有尖细的即未裂开的口,或者“尖细”用于指代从宽阔处收尖(因为老鼠的尾巴也是如此)。说了有些动物拥有具鳞的皮肤之后,他也说明了为何鳞片会从它们身上脱落;因为他说,这是由于光洁和纤薄。因为鳞片光洁、平滑且干净,完全没有粘稠之物使其像被胶水黏附那样结合在一起,所以脱落了。如果不是“因为鳞片由于光洁”,而是“而鳞片由于光洁”,那么文句便会十分清楚;因为我认为 γάρ 不是表原因的连接词,而是用来代替连接词 δέ 的。他说,没有任何鱼类拥有睾丸,这是由于既没有膀胱,在它们体内也不产生液体残余物;蛇类同样没有睾丸;相反,鱼类和蛇类用于排出食物残余物的同一管道,也用于排出生殖之物即精子。他说,鲸鱼和海豚从口部的入口接纳海水,并从喷水孔的出口将其排出;因为它们通过口接纳,而通过喷水孔排出。这个喷水孔位于大脑的前方,即相当于前囟的部位;因为若是依照相当于后脑的部位位于后方,它便会将大脑与脊柱隔绝,也就是说喷水孔会将大脑与脊髓分离开来,并妨碍脊髓与大脑接触。但是正如前面所说,脊髓由于是温热的,必须与大脑接触,以使其过度的寒冷达到适中状态。既然热是动物运动的原因,海豚和大型海洋动物便拥有充满血液之热的肺。随后的内容直至本卷结束都是清晰易懂的。于是,亚里士多德《论动物的部分》整部著作以及对其的讲疏便在此完结。
- 4.23προσυπακουστέον τοῦ ‘πεποίηκεν αὐτὰ στρέφεσθαι’
动词性形容词 προσυπακουστέον 支配中性属格冠词短语 τοῦ ‘πεποίηκεν αὐτὰ στρέφεσθαι’,表示在句法上必须在心中补足所引用的省略主谓成分(“[自然]使它们翻转”)。
- 4.23τὸ δὲ πρὸς τούτοις περιφερῆ καὶ λεπτὴν ἔχοντα τὴν τοῦ ῥύγχους φύσιν οὐχ οἷόν τε εὐδιαίρετον ἔχειν μεταξὺ παρεμβέβληται
句首的中性冠词 τό 将接下来的整段引文(πρὸς τούτοις... ἔχειν)实质化并作为主语,接主要动词 παρεμβέβληται(“被插入在中间”),注解者以此指出该句在亚里士多德原文中属于插叙结构。
- 4.23οἶμαι γὰρ ὅτι τὸ γάρ οὐκ ἔστιν αἰτιολογικὸς σύνδεσμος, ἀλλ’ ἀντὶ τοῦ δέ συνδέσμου εἴληπται
注解者在此评定亚里士多德引文中微词 γάρ 的句法功能,认为它不是作为表原因的连词(αἰτιολογικός),而是被用来替代表示转折或顺接推移的连接词 δέ。
