- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:95.30-96.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔遵照亚里士多德的论述,解释了蛇状鱼类为何以身躯弯曲代替两鳍,并阐明了鳐鱼、电鳐及鮟鱇鱼等扁平鱼类背腹两侧鳍的位置设置与大小权衡。
τὰ δὲ προμήκη τῶν ὀφιωδῶν καὶ ἔχοντα δύο πτερύγια κέχρηνται τῇ κάμψει ἀντὶ δύο πτερυγίων. ὅτι δὲ καὶ διὰ τῶν κάμψεων κινήσεις γίνονται, ὥσπερ καὶ διὰ ποδῶν καὶ πτερύγων, δέδεικται ἐν τῷ Περὶ ζῴων πορείας. διὰ μὲν οὖν τὰς κάμψεις ἔνυδρα ὄντα ἕρπουσιν ἐν τῇ ξηρᾷ, διὰ δὲ τὸ ὀφιώδη εἶναι καὶ ζῶσιν ἐν αὐτῇ πολὺν χρόνον, καὶ τὰ μὲν οὐκ εὐθὺ ἀσπαρίζει καὶ θνήσκει,1 ἀλλὰ μετὰ βραχύν τινα χρόνον, τὰ δὲ ὄντα οἰκεῖα τῆς πεζῆς φύσεως ἧττον, ἀντὶ τοῦ βραδέως, ἀσπαρίζει καὶ θνήσκει. τῶν δὲ ἐχόντων δύο πτερύγια ἐν τοῖς πρανέσιν ἔχει ταῦτα, ὅσα μὴ κωλύεται διὰ τὸ πλάτος. ἐπειδὴ γὰρ τὰ πτερύγια διὰ τὸ νεῖν ἔχει, εἴπερ ἔχει ταῦτα ἐν τῷ πρανεῖ καὶ οὐχ ὑπὸ τὴν κοιλίαν πλατέα ὄντα, κωλυόμενα τὰ πτερύγια ὑπὸ τοῦ πλάτους τοῦ ἰχθύος ἅπτεσθαι καλῶς καὶ ἐπιτηδείως πρὸς νεῦσιν2 τοῦ ὕδατος, οὐκ ἂν συνεργήσειε πρὸς τὴν νεῦσιν. ὥσπερ γὰρ εἰ ἦν ἥδε ἡ θύρα ἰχθύς, εἶχε δὲ ἐν τῷ πρανεῖ τὰ πτερύγια, οὐκ ἂν ἥπτοντο τοῦ ὕδατος, κἂν ἥπτοντο, ἀλλά γε πρὸς νεῦσιν οὐκ ἂν ἦν ἐπιτήδειος ἡ ἁφή, οὕτω καὶ ἐν ἐκείνοις συμβαίνειν ἔδει. ἰστέον δὲ ὅτι τὰ ἔχοντα δύο πτερύγια πρὸς τῇ κεφαλῇ ταῦτα ἔχει διὰ τὸ μὴ ἔχειν μῆκος τὸν τόπον τῆς κεφαλῆς, ὅπερ μῆκος καμπτόμενον ἀντὶ πτερυγίων τὴν κίνησιν ποιήσεται· εἰ γὰρ ἦν προμήκης ἡ κεφαλή, ἐκάμπτετο ἂν καὶ τὴν τῶν πτερῶν χρῆσιν ἀνεπλήρουν αἱ καμπαί. καὶ ἐν μὲν τῇ κεφαλῇ ἔχουσι τὰ πτερύγια διὰ ταύτην τὴν αἰτίαν, ἐν δὲ τῇ οὐρᾷ οὐκ ἔχουσι διὰ τὸ πρόμηκες εἶναι τὸ τῶν ἰχθύων σῶμα. οἱ δὲ βάτοι καὶ τὰ λοιπὰ σελάχη ἀντὶ τῶν πτερυγίων τῷ ἐσχάτῳ καὶ πρὸς τῇ οὐρᾷ πλάτει νέουσιν. ἡ δὲ νάρκη καὶ ὁ βάτραχος τὰ ἐν τῷ πρανεῖ κάτω, τουτέστι τὰ πτερά, ἅπερ ἔχουσιν ἐν τῷ πρανεῖ, κάτω καὶ πρὸς τῇ οὐρᾷ ταῦτα ἔχουσι. πλατεῖς γὰρ ὄντες πρὸς τῇ κεφαλῇ, εἴπερ εἶχον τὰ πτερύγια ἐν τῷ ἐν αὐτῇ πρανεῖ, οὐδὲν ἂν ὠφέλει αὐτοὺς πρὸς τὴν νεῦσιν. ἃ δὲ ἔχουσιν ἐν τοῖς ὑπτίοις πτερύγια, πρὸς τῇ κεφαλῇ ταῦτα ἔχουσιν· οὐ γὰρ κωλύει ταῦτα ὑπὸ τὴν γαστέρα ὄντα τὸ πλάτος ἅπτεσθαι τοῦ ὕδατος καὶ κινεῖσθαι· τῶν γὰρ ἐν τοῖς πρανέσιν ὄντων πτερυγίων ἐστὶ κωλυτικὸν τὸ πλάτος. τὸ δὲ ἀλλ’ ἀντὶ τοῦ ἄνω ἐλάττω ταῦτα τῶν ἐν τῷ πρανεῖ ἔχει τοιοῦτον ἂν εἴη· ἐπειδὴ τὰ ἄνω μέρη τῶν ζῴων τιμιώτερά ἐστι τῶν κάτω, τὰ τὸν ἄνω τόπον κατέχοντα πτερύγια πεποίηκεν ἡ φύσις ἐλάττω, τὰ δὲ κατὰ τὸν κάτω μείζω, κἀνταῦθα δὴ ἀντανίσωσιν ἡ φύσις ποιήσασα’.
在蛇状鱼类中,凡身长且具有两片鳍的,便以身躯的弯曲来代替两片鳍。而运动亦可通过屈曲弯折来进行,正如通过足与鳍进行运动一样,这一点已在《论动物的行进》中得以证明。因此,虽然它们是水生动物,却凭借屈曲弯折在旱地上爬行;又由于身呈蛇状,它们亦能在其上存活颇久的时间;其中一些并不是立刻挣扎窒息而死,而是在短暂的时间之后才死,另一些由于与陆生本性相亲近,便较少——亦即缓慢地——挣扎窒息而死。在具有两片鳍的鱼类中,凡不因体宽而受阻碍的,都在背侧生有两鳍。因为鱼类拥有鳍是为着游动的目的,设若它们本属扁平,却将鳍生在背部而非腹下,那么这些鳍受到鱼体宽度的阻碍,无法良好且合度地接触水以供游动,便不可能对游动有所助益。因为这宛如若此门是一条鱼,而它的鳍长在背侧,它们便触不到水,即使触到了水,那接触对游动也绝非适宜;在那些扁平鱼类身上也必然会发生同样的情形。应当知晓,具有两片鳍的鱼类将鳍生在靠近头部处,乃是因为头部所在的部位不具有长度,而这种长度若是弯曲本可代替鳍产生运动;因为头若是长形的,它原本可以弯曲,而其弯折原本能充抵鳍的功用。它们在头部生有两鳍乃是出于这一缘故,而在尾部不生鳍则是由于鱼体是修长的。鳐鱼和其余的软骨鱼类不用鳍,而是凭借末端以及靠近尾部的宽度来游动。电鳐和鮟鱇鱼则把背侧的鳍生在下方——亦即它们在背侧所具有的鳍,是生在下方且靠近尾部处的。因为它们在头部附近是扁平的,设若它们把鳍生在头部的背侧,对于游动而言原本毫无助益。至于它们在腹侧所拥有的鳍,则是生在靠近头部处的;因为其宽度并不妨碍位于腹下的这些〔鳍〕接触水并进行运动,妨碍背侧鳍的才是其宽度。而“然而由于上部的缘故,它拥有的这些鳍小于背侧的鳍”这句话的意思当是如此:“由于动物的上部比下部更为尊贵,自然便将占据上方位置的鳍造得较小,而将位于下方处的鳍造得较大,在此自然亦做到了相抵均衡”。
- 4.21τὰ δὲ ὄντα οἰκεῖα τῆς πεζῆς φύσεως ἧττον, ἀντὶ τοῦ βραδέως, ἀσπαρίζει καὶ θνήσκει
副词 ἧττον 修饰动词 ἀσπαρίζει καὶ θνήσκει(对应亚里士多德《论动物的部分》696a23 的 τὰ δ’ ἧττον, οἰκεῖα ὄντα τῆς πεζῆς φύσεως)。插入语 ἀντὶ τοῦ βραδέως 中的 ἀντὶ τοῦ 为注释术语(意为“作……解、即”),用来解释 ἧττον,全句意为“较少——亦即缓慢地——挣扎窒息而死”。
- 4.21κωλυόμενα τὰ πτερύγια ὑπὸ τοῦ πλάτους τοῦ ἰχθύος ἅπτεσθαι καλῶς καὶ ἐπιτηδείως πρὸς νεῦσιν τοῦ ὕδατος, οὐκ ἂν συνεργήσειε πρὸς τὴν νεῦσιν
主句潜能希求法动词 οὐκ ἂν συνεργήσειε 的主语是 τὰ πτερύγια,被动分词 κωλυόμενα 与其性数格一致。动词 κωλύω(阻碍)带有名词性补足语不定词 ἅπτεσθαι(接触),而 τοῦ ὕδατος 则是 ἅπτεσθαι 所支配的属格。
