← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§94.34-95.30

鱼类缺乏肢体的原因与鳍及运动结构

米海尔注解了亚里士多德《动物各个部分》695b2及以下内容,阐明鱼类为何缺乏分节肢体而具有连续的躯干、扁平鱼类尾部的形态差异、鱼鳍数量如何符合有血动物四点运动规则,以及海鳗等蛇状鱼类为何不生鱼鳍而通过身体弯曲运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.21#1

Τὸ δὲ γένος, φησί, τῶν ἰχθύων μᾶλλον τῶν πτηνῶν κεκολόβωται καὶ ἐστέρηται τῶν ἐκτὸς μορίων. οἱ μὲν γὰρ ὄρνιθες κἂν ἐστέρηνται χειρῶν, ἀλλ’ ἔχουσιν ἀντ’ αὐτῶν πτέρυγας, οἱ δ’ ἰχθύες οὔτε σκέλη οὔτε πτέρυγας οὔτε χεῖρας ἔχουσι. τὸ δὲ ὅλον περὶ τῇ κεφαλῇ τὸ κύτος συνεχές ἐστι μέχρι τῆς οὐρᾶς ἴσον ἐστὶ τῷ1 ‘ἀλλ’ ὅλον τὸ κύτος καὶ τὸ σῶμα τῶν ἰχθύων τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι τῆς οὐρᾶς συνεχὲς καὶ ἕν ἐστιν ὡσπερεὶ κύλινδρος, μὴ ἔχον διαρθρώσεις ποδῶν ἢ χειρῶν’. εἰπὼν δὲ ὅτι συνεχές ἐστι μέχρι τῆς οὐρᾶς, ἐπήγαγε ταύτην δὲ τὴν οὐρὰν οὐχ ὁμοίαν ἔχουσι πάντες οἱ ἰχθύες, ἀλλ’ οἱ μὲν παραπλησίαν, τῶν δὲ πλατέων ἔνια ἀκανθώδη καὶ μακράν, ὥσπερ βάτος. τὸ δὲ ἡ ἐκεῖθεν γὰρ αὔξησις γίνεται εἰς τὸ πλάτος δηλωτικόν ἐστι τοῦ ‘ἡ ὕλη ἡ μέλλουσα καταναλωθῆναι εἰς τὸ αὐξῆσαι καὶ μακρὰν ποιῆσαι τὴν οὐρὰν καταναλίσκεται εἰς τὸ πλάτος’. καὶ διὰ τοῦτο αἱ τρυγόνες καὶ εἴ τι ἕτερον τοιοῦτον σέλαχός ἐστιν, ἀντὶ μακροῦ καὶ ἀκανθώδους βραχὺ καὶ σαρκῶδες ἔχουσι τὸ οὐραῖον διὰ τὴν αὐτὴν αἰτίαν, 〈δι’〉 ἥνπερ καὶ αἱ νάρκαι. τὸ δὲ τῶν μὲν οὖν τοιούτων ἀκανθῶδες καὶ μακρὸν οὐ περὶ τῶν τρυγόνων εἴρηται καὶ ναρκῶν, ἀλλὰ καὶ περὶ ὧν πρὸ ὀλίγου εἴρηκεν εἰπὼν [δὲ] τῶν δὲ πλατέων ἔνια ἀκανθώδη καὶ μακράν. λέγει δὲ καὶ ὅτι οἱ βάτραχοι διὰ τὸ μὴ σαρκῶδες ἔχειν τὸ πλάτος τὸ ἐμπρόσθιον, τὸ ἀφῃρημένον ἐκεῖθεν σαρκῶδες πρὸς τὸ ὄπισθεν ἔθηκεν ἡ φύσις καὶ τὴν οὐράν.2 οὐκ ἔχουσι δὲ κῶλα ἀπηρτημένα οἱ ἰχθύες, ὅτι νευστική ἐστιν ἡ φύσις αὐτῶν καὶ οὐ πορευτική, τοῖς δὲ πορευτικοῖς ἁρμόζει τὰ κῶλα πρὸς τὴν πορείαν. ἄλλως τε ἐπειδὴ τέτταρα ἔχουσι πτερύγια, εἴπερ εἶχον καὶ πόδας, ἐκινοῦντο ἂν πλείοσιν ἢ τέτρασι σημείοις ἔναιμα ὄντα· οὐδὲν δὲ ἔναιμον πλείοσι τῶν τεττάρων κινεῖται σημείων. ἔχουσι δὲ τῶν ἰχθύων ὅσοι μὴ πλατεῖς τέτταρα πτερύγια· ὁ γὰρ βάτος καὶ ἡ τρυγὼν πλατεῖς εἰσι. λέγει δὲ τὰ ὀφιώδη τῶν ἰχθύων, οἷόν ἐστιν ἡ σμύραινα, μὴ ἔχειν πτερύγια, ἀλλὰ ταῖς καμπαῖς κινεῖσθαι, ὥσπερ καὶ οἱ ὄφεις· οἱ γὰρ ὄφεις καὶ ἐν τῇ γῇ τὴν πορείαν καὶ ἐν τῷ ὕδατι τὴν νεῦσιν διὰ τῶν καμπῶν ποιοῦνται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται. οἱ δὲ ὀφιώδεις τῶν ἰχθύων εἴπερ εἶχον πτερύγια, τέτταρα ἂν εἶχον αὐτά· πᾶν γὰρ ἔναιμον τέτταρσι κινεῖται σημείοις. ἢ οὖν πρὸς τῇ κεφαλῇ καὶ σύνεγγυς εἶχον ἂν αὐτά, καὶ μόλις ἂν ἐκινοῦντο διὰ τὸ πολὺ τὸ ὀπίσθιον εἶναι σῶμα,3 ἢ ὄπισθεν, καὶ τὸ αὐτὸ ἂν καὶ οὕτω συνέβαινεν, ἢ τὰ μὲν δύο πρὸς τῇ κεφαλῇ, τὰ δὲ δύο πρὸς τῇ οὐρᾷ, καὶ πάλιν κακῶς ἂν ἐκινοῦντο διὰ τὸ πολὺ εἶναι τὸ μεταξὺ τῶν κινητικῶν σημείων.

他说,鱼类这一属比鸟类更受削减,被剥夺了外部器官。因为鸟类纵然被剥夺了手,却拥有翅膀以代替手;而鱼类既无腿也无翅膀,亦无手。而“头部周围的整个躯干连续延伸直至尾部”等于说:“但鱼类从头部直至尾部的整个躯干与身体是连续且单一的,宛如圆柱体,不具备足或手的关节”。在说完它连续直至尾部之后,他又补充道:“然而并非所有的鱼类都同样具有这条尾部,而是有些鱼拥有相似的尾部,扁平鱼类中的某些种类则拥有多刺且长长的尾部,正如鳐鱼那样”。而“因为来自那里的增长转向了宽度”表明的是:“原本注定要消耗于增长尾部并使其变长的质料,消耗在了宽度上”。由于这个原因,赤魟以及若有任何其他这类软骨鱼,都具有短小而多肉的尾部以代替长且多刺的尾部,这乃是出于与电鳐相同的缘由。而“因此在这样的种类中,它是多刺且长的”这句话,不是关于赤魟和电鳐说的,而正是关于他不久前说过的那类鱼说的——当时他说“扁平鱼类中的某些种类则拥有多刺且长长的尾部”。他又说,鮟鱇鱼由于前方的扁平部位不多肉,自然便将从那里剥除的多肉部分置于后方以及尾部。鱼类不具备分离伸出的四肢,乃是因为它们的天性是游动的而非行走的,而四肢适合于行走动物以供行走。此外,既然它们拥有四片鳍,倘若它们也有足,作为有血动物它们就会凭借多于四个的运动点进行运动;但没有任何有血动物凭借多于四个运动点进行运动。不扁平的鱼类都拥有四片鳍;因为鳐鱼和赤魟是扁平的。他又说,鱼类中蛇状的种类(例如海鳗)不具备鳍,而是如蛇一样通过屈曲弯折进行运动;因为蛇在陆地上的行走和水中的游动都是通过屈曲完成的,正如在《论动物的行进》中所指出的那样。鱼类中的蛇状种类倘若拥有鳍,它们原本会拥有四片鳍;因为凡有血动物都凭借四个运动点运动。那么,它们或者会把鳍生在靠近头部且彼此紧挨的位置,而由于后半截身体庞大,它们将难以运动;或者生在后方,如此一来同样的结果也会发生;或者将两片生在靠近头部处,两片生在靠近尾部处,而由于运动点之间的距离过大,它们又将运动不良。

语法注3 条
  1. 4.21τὸ δὲ ὅλον περὶ τῇ κεφαλῇ τὸ κύτος συνεχές ἐστι μέχρι τῆς οὐρᾶς ἴσον ἐστὶ τῷ

    由中性定冠词 τὸ 引出的引用句(对亚里士多德原文695b7的转述)作为整个句子的主语,后接谓语 ἴσον ἐστὶ 以及由与格定冠词 τῷ 引出的解释性重述内容。

  2. 4.21τὸ ἀφῃρημένον ἐκεῖθεν σαρκῶδες πρὸς τὸ ὄπισθεν ἔθηκεν ἡ φύσις καὶ τὴν οὐράν

    动词 ἔθηκεν 的直接宾语是中性分词短语 τὸ ἀφῃρημένον ἐκεῖθεν σαρκῶδες。随后的 καὶ τὴν οὐράν 与前置词 πρὸς 共享搭配,表方向目标(“朝向后方以及[朝向]尾部”)。

  3. 4.21διὰ τὸ πολὺ τὸ ὀπίσθιον εἶναι σῶμα

    由前置词 διὰ 与定冠词不定式 τὸ [...] εἶναι 构成的因果短语。语序上存在倒装(hyperbaton):不定式 εἶναι 的宾格主语是 τὸ ὀπίσθιον σῶμα(“后部身体”),而前置的 πολὺ(“庞大/长多”)为其表语形容词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:94.34-95.30