← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§93.19-94.33

鸟类的爪腿与骨骼结构及其生态适应

米海尔论述了鸟类的弯爪、距爪、腿部、尾椎骨与髋骨的结构,阐明了自然适应栖息环境(沼泽)以及双足且非直立姿势的目的论身体构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20#2

τούτοις δὲ τοῖς βαρέσιν ὄρνισι καὶ πεζεύουσιν οὐ μόνον ἄχρηστοί εἰσιν οἱ γαμψοὶ ὄνυχες, ἀλλὰ καὶ βλαβεροί· ἐμπηγνύμενοι γὰρ ἐν τῇ γῇ οὐκ ἐῶσιν αὐτοὺς ἀνεμποδίστως πορεύεσθαι. διὸ καὶ τὰ γαμψώνυχα πάντα χαλεπῶς πορεύεται ἢ οὐδὲ πορεύεται, ἀλλὰ ἅλλεται. οὐδεὶς δὲ τῶν ὀρνίθων ἅμα πλῆκτρά τε ἔχει καὶ ῥύγχους μέγεθος, ὁμοίως δὲ καὶ ὀνύχων μέγεθος ἐπὶ τῶν ποδῶν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἅμα δ’ ἄλλοθι καὶ ἄλλοθι ἕκαστα τούτων οὐ ποιεῖ.1 ἀσθενὴς γὰρ γίνεται ἡ ὕλη εἰς πολλὰ διασπωμένη, καὶ οὐκ ἀρκεῖ ἅμα εἰς γένεσιν πολλῶν. εἰσὶ δὲ οἱ δάκτυλοι τῶν μὴ ἁπλῶς στεγανοπόδων οἷον πλάται καὶ κῶπαι συνεχεῖς. λέγει δὲ καὶ ὅτι κἂν ἢ τῶν ἰχθύων τὰ πτερύγια κοπῇ ἢ τῶν στεγανοπόδων οἱ πόδες σχισθῶσιν, οὐκέτι νέουσιν. ἔνιοι δὲ τῶν ὀρνίθων μακροσκελεῖς εἰσι διὰ τὸ τὸν βίον τῶν τοιούτων ἐν ἕλεσι καὶ τέλμασιν εἶναι. ἡ δὲ φύσις ποιεῖ τὰ ὄργανα ὁμοίως καὶ ἡ τέχνη ἐπιτήδεια πρὸς τὰ ἔργα, ἀλλ’ οὐ τὰ ἔργα πρὸς τὰ ὄργανα. διὰ μὲν οὖν τὸ μὴ πλωτὰ εἶναι τὰ ἐν ἕλεσι ζῶντα οὐκ εἰσὶ στεγανόποδα, διὰ δὲ τὸ ἐν ὑπείκοντι, τουτέστιν ἐν πηλοῖς καὶ τέλμασιν εἶναι τὸν βίον αὐτῶν μακροσκελῆ καὶ μακροδάκτυλα. εἰ μὲν γὰρ ἦν ἐν τῇ ξηρᾷ ὁ βίος αὐτῶν, ἦσαν ἂν βραχυδάκτυλα, ἵνα μὴ προσπταίοντα βλάπτοιντο· ἐπειδὴ δὲ ἐν ὑπείκοντι, ἤγουν τέλματι, πεποίηκεν αὐτὰ ἡ φύσις μακροδάκτυλα. ἐπεὶ δὲ πτητικὰ μὲν οὔκ εἰσι τὰ ἐν τέλμασι καὶ ἕλεσι ζῶντα, ἐκ τῆς δ’ αὐτῆς ὕλης εἰσὶ πάντα ἤτοι τὸ ὀρροπύγιον, τὸ ῥύγχος, τὰ σκέλη, 〈οἱ〉 ὄνυχες, τὰ πλῆκτρα (ἐκ τῆς γεώδους γάρ) ἡ μέλλουσα καταναλίσκεσθαι ὕλη εἰς αὔξησιν ὀρροπυγίου εἰς τὰ σκέλη καταναλισκομένη τὰ μὲν σκέλη ηὔξησεν, ἐκεῖνο δὲ βραχύτατον ἐγεγόνει. καὶ τὰ μὲν μακροσκελῆ τὴν πτῆσιν ποιεῖται εἰς τὸ ὄπισθεν ἀποτείνοντα τὰ σκέλη (χρῆται γὰρ αὐτοῖς ἀντὶ πηδαλίου, ὥσπερ ἄλλα τῷ ὀρροπυγίῳ), τὰ δὲ βραχυσκελῆ τῷ μὲν ὀρροπυγίῳ, ὡς εἴρηται, χρώμενα ἀντὶ πηδαλίου, τὰ σκέλη ἔχουσι πρὸς τῇ γαστρί. ἀλλὰ τοῖς μὲν βραχυσκελέσιν ὄντα πρὸς τῇ γαστρὶ οὐκ ἐμποδίζει πρὸς τὴν πτῆσιν, τοῖς δὲ γαμψώνυξιν ὄντα ἐν αὐτῇ καὶ συμβάλλεται μεγάλα πρὸς ἁρπαγήν· ἐν τῇ γαστρὶ γὰρ κείμενα εὐκόλως ἁρπάζουσι τὰ διωκόμενα. λέγει δὲ τοὺς ἔχοντας λεπτὸν καὶ μακρὸν τὸν αὐχένα ἵπτασθαι συγκάμπτοντας αὐτόν· οὐδαμῶς γὰρ θραύεται, διὰ τὸ ὡσπερεὶ σκέπεσθαι καὶ φυλάττεσθαι ὑπὸ τῶν καμπῶν. πάντες δὲ οἱ ὄρνιθες ἔχουσιν ἰσχίον, ἐκεῖσε δὲ ἔχουσι τοῦτο κείμενον, ὅπου οὐκ ἂν ὑπονοήσειέ τις ὅλως εἶναι ἰσχίον· ἐντὸς γὰρ ἔχουσι τοῦτο τοῦ θώρακος κείμενον, ἐφεξῆς δὲ τῷ ἰσχίῳ τὸν μηρὸν συνεχῆ μὲν τῷ ἰσχίῳ, ἐκτὸς δὲ τοῦ θώρακος. ἴσχει δὲ καὶ ἰσοδυναμεῖ τὸ τοιοῦτον ἰσχίον δύο μηροῖς· τείνει γὰρ μέχρι μέσης τῆς γαστρός. αἴτιον δὲ τοῦ τετάσθαι μέχρις αὐτῆς τὸ δίπουν εἶναι τὸ τῶν ὀρνίθων γένος καὶ μὴ ὀρθόν, ὥστε εἴ γε βραχὺ τὸ τῶν ὀρνίθων γένος εἶχε τὸ ἰσχίον καὶ ἀπὸ τῆς ἕδρας ἀρχόμενον καὶ μὴ ἐρηρεισμένον μέχρι μέσης τῆς γαστρός, εἶτα τὸ σκέλος εὐθὺ ἐχόμενον, ὥσπερ ἐν τοῖς ἀνθρώποις καὶ τετράποσιν ἔχει, εἰ δὴ οὕτως εἶχεν, ἠδυνάτει ἂν ὅλως ἑστάναι.2 ὁ μὲν γὰρ ἄνθρωπος, καίτοι οὕτως ἔχων, δύναται ὀρθὸς ἑστάναι, ὅτι φύσει ἐστὶν ὄρθιος καὶ οὐ νανώδης· οἱ δὲ ὄρνιθες οὔτε ὄρθιοι καὶ νανώδεις, οὔτε πρόσθια σκέλη ἔχουσιν. ἀντὶ οὖν τῶν προσθίων σκελῶν μακρὸν ἡ φύσις τὸ ἰσχίον ποιήσασα εἰς μέσον προσήρεισεν. ὑπέθηκε δὲ ἡ φύσις τοῖς ὄρνισι τὰ σκέλη ὅπου καὶ κεῖνται, ὅπως μήτε ἔμπροσθεν τοῦ σώματος ῥέποντος μήτε ὄπισθεν, ἀλλ’ ἰσορρόπου τοῦ βάρους ὄντος, μικρὸν πάμπαν εἰς τοὔπισθεν παρεγκλίνοντος ἀνεμποδίστως δύνηται τὴν πορείαν ποιεῖσθαι. λέγει δὲ καὶ πάντας ὄρνιθας τέσσαρας ἔχειν τοὺς δακτύλους, τρεῖς μὲν ἔμπροσθεν, ἕνα δ’ ὄπισθεν. ἐπὶ δὲ τῶν μακρῶν δοκεῖ ἐλλείπειν ὁ ὄπισθεν δάκτυλος διὰ τὸ βραχύτατος εἶναι, ὥσπερ ἐπὶ τῆς κρεκός.

而对于这些沉重且在陆地行走的鸟类而言,弯曲的爪不仅毫无用处,甚至是有害的;因为当它们扎入泥土中时,便不允许它们不受阻碍地行走。因此,凡有弯爪的鸟类都行走艰难,或者根本不行走,而是跳跃。并且没有一种鸟类能同时具备距爪与巨大的喙,同样也不能在足部兼具巨大的爪;因为“它不会同时在各处分别制造这些器官中的每一件”这句话所表明的正是这一点。因为质料若被分散到诸多部位就会变得虚弱,不足以同时供许多器官的生成。而并非严格意义上的蹼足鸟类的足趾,就像是相连的桨面与船桨。他又说,若鱼类的鳍被切除,或蹼足鸟类的足被切裂,它们便不再能游泳。鸟类中的某些种类之所以是长腿的,乃是因为这类鸟类的生活处于沼泽与水洼之中。自然正如技艺一般,是使工具适合于功用,而非使功用适合于工具。因此,生活在沼泽中的鸟类由于不是水禽,便不是蹼足的;而由于它们的生活处于退让顺应的媒介中(亦即在泥浆与水洼中),它们便是长腿且长趾的。因为它们的生活若是在干燥的陆地上,它们就会是短趾的,以免因绊倒而受损;但既然生活处于退让顺应的媒介即水洼中,自然便使它们成为长趾的。由于生活在水洼与沼泽中的鸟类并不善飞,而尾椎骨、喙、腿、爪、距爪全都是由相同的质料(即土性质料)构成的,原本注定要消耗用于尾椎骨生长的质料消耗在了腿上,便增大了腿部,而尾椎骨则变得极短。长腿鸟类向后伸展双腿进行飞翔(因为它们将双腿代替舵使用,正如其他鸟类使用尾椎骨一样);而短腿鸟类如前所述将尾椎骨代替舵使用,把双腿贴在腹部。然而,双腿贴近腹部对于短腿鸟类而言并不阻碍飞翔,而对于有弯爪的鸟类而言,双腿贴在腹部对抓捕猎物大有裨益;因为双腿置于腹部,它们便能轻易抓获所追逐的猎物。他又说,拥有细长颈部的鸟类是蜷缩着颈部飞行的;因为由于仿佛被褶皱弯曲所掩蔽和护卫,颈部绝不会折断。所有的鸟类都拥有髋骨,但它们将髋骨置于人们完全不会料想会有髋骨的那个位置;因为它们将髋骨置于胸廓内部,接着髋骨的是大腿,虽然与髋骨相连,却处于胸廓外部。这样的髋骨支撑着并相当于两根大腿骨;因为一直延伸到腹部中间。而髋骨延伸到腹部中间的原因,在于鸟类这一属是双足的且非直立的,以致于倘若鸟类这一属拥有短小的髋骨,从臀部开始且没有支撑到腹部中间,然后腿部随即紧接其后,正如在人类和四足动物身上那样——如果确实是这样的话,它们就完全不可能站立。因为人类虽然是这样的结构,但由于在天性上是直立的而非侏儒状的,所以能够直立站立;然而鸟类既非直立而是侏儒状的,也没有前腿。因此,为了代替前腿,自然将髋骨做得长长的并支撑至中间。自然还将腿部安置在鸟类身上它们实际所处的位置,以便身体既不向前倾也不向后倾,而是在重量平衡、仅极微小地向后偏斜的情况下,能够毫无阻碍地进行走动。他又说,所有的鸟类都具有四根足趾,三根在前,一根在后。而在长的鸟类身上,后趾由于极短,似乎缺失了,正如在秧鸡身上那样。

语法注2 条
  1. 4.20τὸ ἅμα δ’ ἄλλοθι καὶ ἄλλοθι ἕκαστα τούτων οὐ ποιεῖ

    中性单数定冠词 τό 将整句引文名词化,作为全句的主语。前置的 τούτου 是与表语形容词 δηλωτικόν 搭配的属格,构成了谓语先于主语从句的倒装结构,意为“‘……’这句话正是对这一点的说明”。

  2. 4.20ὥστε εἴ γε βραχὺ τὸ τῶν ὀρνίθων γένος εἶχε τὸ ἰσχίον ... εἰ δὴ οὕτως εἶχεν, ἠδυνάτει ἂν ὅλως ἑστάναι

    这是一个在 ὥστε 引导的结果从句内部嵌套与事实相反的虚拟条件句(εἶχε ... ἠδυνάτει ἄν)的复杂句。由于开头的条件从句(εἴ γε βραχὺ ...)被多个分词短语及比较从句(ὥσπερ ...)极度拉长,在到达主句动词 ἠδυνάτει ἄν 之前,插入了一个概括复述性质的条件从句 εἰ δὴ οὕτως εἶχεν(“如果确实是如此的话”),以此恢复语法连接的流畅性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:93.19-94.33