← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§92.4-93.19

鸟类的喙部颈腿结构与双足特征

米海尔依据亚里士多德《论动物部分》692b15,注解了鸟类的喙、颈与腿的比例、足部结构、骨骼与双翼的弯曲、双足性的必然性、生长后脐带隐没的原因,以及飞羽和距爪的功能差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20#1

Οἱ δὲ ὄρνιθες, φησίν, ἔχουσι τὴν τοῦ ῥύγχους φύσιν περιττήν, ἤτοι μεγάλην ἢ μᾶλλον εὖ ἔχουσαν πρὸς φυλακὴν τῶν ἐπιβουλευόντων. λέγει δὲ αὐτοὺς ἔχειν καὶ τὸν αὐχένα τεταμένον καὶ εὐθύτατον καὶ οὐχὶ κεκαμμένον. λέγει καὶ ὅτι εἰ εἶχον βραχὺν αὐχένα οἱ ὄρνιθες ἐπὶ σκέλεσι μακροῖς, οὐκ ἂν ὑπηρέτει αὐτοῖς πρὸς τὴν ἀπὸ τῆς γῆς νομήν. ὁμοίως δὲ ἄχρηστος ἂν ἦν, εἰ μακρὸς ἦν ἐπὶ σκέλεσι βραχέσιν· εἵλκετο γὰρ ἂν ἐπὶ τῆς γῆς καὶ παρεῖχεν αὐτοῖς βάρος καὶ πόνον. μάλιστα δὲ ἀχρεῖος ἂν ἦν ἐπὶ τῶν σαρκοφάγων, εἰ μακρὸς ὑπῆρχεν αὐτοῖς, καὶ ἐναντίος πρὸς τὸν βίον. ὁ γὰρ μακρὸς αὐχὴν ἀσθενής, ὁ δὲ βραχὺς ἰσχυρός· δέονται δὲ ἰσχυροῦ διὰ τὸ τὸν βίον αὐτῶν καὶ τὸ ζῆν εἶναι ἐκ τοῦ κρατεῖν καὶ θηρεύειν. τὰ αὐτὰ δὲ εἴρηκεν ἅμα τε στεγανόποδα καὶ διῃρημένους ἔχοντα τοὺς πόδας καὶ σεσιμωμένους,1 διῃρημένους μέν, διότι οὐκ εἰσὶν ὥσπερ οἱ τῶν χηνῶν καὶ νησσῶν, ἀλλ’ ἐσχισμένοι ὥσπερ καὶ τῶν ἀλεκτορίδων. διὰ τοῦτο οὖν αὐτοὺς εἶπε διῃρημένους, στεγανόποδα δὲ εἶναι αὐτά, διότι πλατυδάκτυλα ὄντα καὶ σεσιμωμένους ἔχοντα τοὺς δακτύλους, τουτέστιν ὥσπερ σιμὴν ῥῖνα (ἡ γὰρ σιμὴ ῥὶς πλατεῖά ἐστι) πλατεῖς οὖν ἔχοντα τοὺς δακτύλους καὶ διὰ τὸ πλάτος ἁπτομένους ἀλλήλων οὐδὲν ἀποδέουσι τῶν στεγανοπόδων. ἁπλῶς δὲ στεγανόποδα λέγει τὰ κυρίως στεγανόποδα, οἷον χῆνας καὶ τὰ ὅμοια, κατὰ δὲ τὸ μόριον ταὐτὸ στεγανόποδά φησι τὰ σεσιμωμένους ἔχοντα τοὺς δακτύλους. λέγει δὲ τὰ πρανῆ τοῦ σώματος καὶ τὰ ὕπτια καὶ τὰ ἐπὶ τῶν τετραπόδων καλούμενα θώρακος μέρη ἐπὶ τῶν ὀρνίθων εἶναι ὁλοφυῆ, τουτέστι περιφερῆ καὶ στρογγύλα. λέγει δὲ τὰς πτέρυγας ἔχειν ἀπηρτημένας ἀπὸ τῶν βραχιόνων, λέγων βραχίονας ἐπὶ τῶν ὀρνίθων τὸ μόριον τὸ ἀναλογοῦν τῷ ἡμετέρῳ βραχίονι, τὸ δὲ λοιπὸν τὸ ἀπὸ τοῦ ἀναλογοῦντος τῷ ἡμετέρῳ ὠλεκράνῳ (ὠλέκρανον δ’ ἐστὶ δι’ οὗ κάμπτεται ὁ βραχίων) τὸ δὴ ἀπὸ τοῦ ἀναλογοῦντος τῷ ἡμετέρῳ ὠλεκράνῳ ἄχρι τοῦ τέλους μέρος πτέρυγας ὀνομάζει.2 ἔχουσι δὲ οἱ ὄρνιθες τὰ τελευταῖα τῶν οἰκείων βραχιόνων τὰ προσπεφυκότα τοῖς νώτοις, ταῦτα δὴ ἔχουσιν ἀντὶ ὠμοπλάτης. ἔχουσι δὲ καὶ τὰ σκέλη κεκαμμένα εἴσω πρὸς τὴν κοιλίαν, καὶ οὐκ ἔξωθεν ὥσπερ ὁ ἄνθρωπος. τὰς δὲ πτέρυγας, ἀνθ’ ὧν ἔχουσι τὰ τετράποδα τὰ πρόσθια σκέλη, ἔχουσι κεκαμμένας ἐπὶ τὸ περιφερές. τί δὲ τὸ ἔσω καὶ ἔξω καὶ περιφερές, εἴρηταί μοι ἐν ταῖς εἰς τὸ Περὶ ζῴων πορείας σχολαῖς· ἐκείνης γὰρ οἰκεῖα ταῦτα· ἐκεῖ γὰρ οὗτος περὶ τούτων προηγουμένως λέγει. ἐπεὶ οὖν τὸ μὲν στῆθος ἔχουσιν οἱ ὄρνιθες ὀξύ, τὰς δὲ πτέρυγας καὶ τοὺς βραχίονας οὑτωσὶ κεκαμμένους, εἰκότως συμβαίνει τὸ σῶμα αὐτῶν εἶναι ὁλοφυές, ἤτοι περιφερὲς καὶ στρογγύλον. ἐπεὶ δὲ πάντα τὰ ἔναιμα τέτρασι σημείοις κινεῖται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται, ἐξ ἀνάγκης ἐστὶ δίπουν τὸ τῶν ὀρνίθων γένος. εἰ γὰρ ἦν τετράπουν, ἐκινεῖτο ἂν πλείοσι τῶν τεττάρων σημείων, τοῖς τέτρασι ποσὶ καὶ ταῖς δυσὶ πτέρυξιν· οὐδὲν δὲ ἔναιμον πλείοσι τῶν τεττάρων σημείων κινεῖται, ὡς ἐν ἐκείνοις δέδεικται. ὅτι δὲ καὶ ὁ ἄνθρωπος τέτρασι σημείοις κινεῖται, δύο μὲν τοῖς ποσὶ καὶ δύο δὲ τοῖς ὤμοις, δέδεικται καὶ τοῦτο ἐν ἐκείνοις. λέγει δὲ τοὺς ὄρνιθας εἶναι τονικοὺς καὶ ἰσχυροὺς κατὰ τὰ πτερύγια. λέγει δὲ καὶ πάντα ὅσα ζῳοτοκεῖται ἢ ᾠοτοκεῖται ἐν τῇ γενέσει ἔχειν ὀμφαλόν, τῶν δ’ ὀρνίθων αὐξηθέντων ἄδηλός ἐστιν. λέγει δὲ τὴν ἀκριβῆ τούτων αἰτίαν εἰπεῖν ἐν τοῖς Περὶ ζῴων γενέσεως, ἀλλὰ καὶ ἐνταῦθα λέγει ὅτι ἐπὶ τῶν ὀρνίθων ἡ σύμφυσις τοῦ ὀμφαλοῦ εἰς τὸ ἔντερόν ἐστιν, οὐδὲν δὲ ἔντερον δύναται ἐκτὸς εἶναι τοῦ θώρακος· διὰ τοῦτο εἰσερχόμενος ἄδηλος γίνεται ἐπὶ τῶν ὀρνίθων ὁ ὀμφαλός.3 ἐπὶ δὲ τῶν ζῳοτόκων ἐπειδὴ μόριόν τι τῶν φλεβῶν τυγχάνει ὢν ὁ ὀμφαλός, αἱ δὲ φλέβες δύνανται ἐκτὸς εἶναι καὶ περὶ τὸ δέρμα, εὐλόγως ἐστὶ φανερός. λέγει δὲ τοὺς πτητικοὺς ὄρνιθας ὡς πρὸς τὴν ἀναλογίαν τοῦ οἰκείου σώματος μεγάλας ἔχειν τὰς πτέρυγας καὶ τὰ ἐν ταύταις πτερά· τοῖς δὲ γαμψώνυξιν ἄχρηστα εἶναι τὰ πλῆκτρα, ὑπάρχειν δὲ μᾶλλον ταῦτα ἐν τοῖς τῶν βαρέων ὀρνίθων σκέλεσι, διὰ τὸ χρήσιμα εἶναι ἐν ταῖς πεζαῖς μάχαις.

他说,鸟类具有非同寻常的喙的本性,即要么巨大,要么更有利于防备图谋侵害它们的敌人。他又说,它们的颈部也是伸展且极直立的,并不弯曲。他还说,如果鸟类在长腿上长着短颈,颈部就不会在从地面取食时为它们效力。同样,如果它长在短腿上而很长,也会毫无用处;因为那样颈部就会在地上拖拽,并给它们带来沉重与劳苦。若长颈属于肉食性鸟类,那便尤其无用,且与它们的生活方式相悖。因为长颈柔弱,而短颈强健;并且它们需要强健的颈部,乃是因为它们的生活与生存来自压服和捕猎。他又称相同的鸟类同时既是蹼足的,又具有分开的且狮鼻状的足:说其分开,是因为它们不像鹅与鸭的足那样,而是如母鸡一般分叉开裂。因此,他称它们是分开的;而说它们是蹼足的,则是因为它们是宽趾的并具有狮鼻状的趾,也就是说,如同扁平的鼻子一般(因为扁平之鼻是宽阔的),因而它们具有宽阔的趾,且因宽阔而彼此相接,所以丝毫不亚于蹼足动物。当他径直称“蹼足”时,指的是严格意义上的蹼足动物,例如鹅与类似之物;而当他在同一个部位上说“蹼足”时,指的则是具有狮鼻状趾的动物。他又说,鸟类身体的背面与腹面,以及在四足动物身上被称为胸廓的部分,在鸟类身上乃是浑然一体的,亦即圆润而滚圆的。他又说,鸟类具有悬系于上臂的双翼;在鸟类身上,他将相当于我们上臂的部位称为“上臂”,而将从相当于我们鹰嘴突(鹰嘴突乃是上臂由此弯曲的部位)往下的其余部分,即从相当于我们鹰嘴突直到末端的部位,称之为“翼”。鸟类固有的上臂附着于背部的末端部位,它们正是以此代替肩胛骨。它们的腿也是朝内向着腹部弯曲的,而不是如人类一般向外弯曲。至于替代四足动物前腿的双翼,它们则是朝向圆周弯曲的。何为向内、向外与圆周,我已在关于《论动物行进》的讲义中论述过;因为这些内容正属于该书;他在那里确实首要地论及了这些。因此,既然鸟类的胸部尖锐,且双翼与上臂如此弯曲,它们的身体自然便是浑然一体的,即圆润而滚圆的。由于一切有血动物都以四个点进行运动(正如在《论动物行进》中所证明的),鸟类这一属必然是双足的。因为如果它是四足的,它就会以多于四个点——即四足与双翼——来进行运动;然而没有任何有血动物以多于四个点进行运动,正如在那部著作中所证明的。至于人类亦以四个点进行运动——两个借由足,两个借由肩——这一点在那部著作中也已证明。他又说,鸟类在翅翼部位紧绷而强劲。他又说,凡胎生或卵生之物在生成之时都具有脐带,但鸟类长大后便变得隐而不显。他说他将在《论动物生成》中讲述这一现象的确切原因,但在此处他也说明,在鸟类身上,脐带的愈合是通向肠道的,而任何肠道都不能处于胸廓之外;因此在鸟类身上,由于脐带向内进入,便变得隐而不显。而在胎生动物身上,由于脐带恰好是静脉血管的某个部分,而静脉血管能够位于外部并贴近皮肤,因而理所当然是显而易见的。他又说,善飞的鸟类相对于自身身体的比例而言,具有巨大的双翼与翼上的羽毛;而对于长有弯爪的鸟类,距爪毫无用处,它们更多存在于沉重鸟类的腿上,因为这在地面的战斗中十分有用。

语法注3 条
  1. 4.20τὰ αὐτὰ δὲ εἴρηκεν ἅμα τε στεγανόποδα καὶ διῃρημένους ἔχοντα τοὺς πόδας καὶ σεσιμωμένους

    此处为双宾格(宾语+宾语补足语)结构,宾格词组 τὰ αὐτά(“相同的鸟类”)作为 εἴρηκεν 的宾语,后接并列的谓词性宾格:形容词 στεγανόποδα 以及分词短语 διῃρημένους ἔχοντα...。此结构凸显了亚里士多德将看似矛盾的两个性质(蹼足与分趾)同时赋予同一类鸟类。

  2. 4.20τὸ δὲ λοιπὸν τὸ ἀπὸ τοῦ ἀναλογοῦντος τῷ ἡμετέρῳ ὠλεκράνῳ ... πτέρυγας ὀνομάζει

    这是一个复指重述结构(resumptive construction):主动词 ὀνομάζει 的宾语短语(以 τὸ δὲ λοιπὸν τὸ ἀπὸ... 开始)被一个解释性插入小句(ὠλέκρανον δ’ ἐστὶ...)打断,随后通过 τὸ δὴ ἀπὸ τοῦ ἀναλογοῦντος... ἄχρι τοῦ τέλους μέρος 再次接续并具体说明,最后带出述谓宾格 πτέρυγας。

  3. 4.20διὰ τοῦτο εἰσερχόμενος ἄδηλος γίνεται ἐπὶ τῶν ὀρνίθων ὁ ὀμφαλός

    现在时分词 εἰσερχόμενος 与后置的主语 ὁ ὀμφαλός 一致,作谓词性分词以表示方式或原因(“通过向内进入”),说明了脐带变得隐而不显(ἄδηλος γίνεται)的机制:因为肠道位于胸腔内部,与其相连的脐带亦缩入体内深处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:92.4-93.19