- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:90.23-92.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔在此阐明鱼类与卵生四足动物中味觉与吞咽感知的区别、鳄鱼移动上颌的目的论原因(Bekker 690b13),以及蛇虽无颈却能转头的原因与变色龙瘦削的缘由(691b29)。
Λέγει δὲ τοὺς ὄφεις παραπλησίως ἔχειν τὴν μορφὴν τοῖς τετράποσι καὶ ᾠοτόκοις. τετράποδα δὲ καὶ ᾠοτόκα εἰσὶν αἵ τε σαῦραι καὶ ἄλλα πολλά. λέγει δὲ καὶ τοῖς ἰχθύσι διὰ τὸ μὴ ἐνδέχεσθαι αὐτοὺς μασᾶσθαι μηδὲ προγεύεσθαι μὴ ἐγγίνεσθαι τὴν ἀπὸ τῆς γεύσεως καὶ μασήσεως ἡδονήν, ἀλλὰ μόνην τὴν ἀπὸ τῆς καταπόσεως. ἡ μὲν γὰρ γλῶττα αἴσθησιν ποιεῖ τῶν χυμῶν, οἷον γλυκέων, πικρῶν καὶ τῶν τοιούτων· οἱ δ’ ἰχθύες, γλῶτταν μὴ ἔχοντες, εὔδηλον ὡς οὐδ’ αἴσθησιν ἔχουσι τῶν χυμῶν. τῶν δὲ ἐδεστῶν οἷον λιπαρῶν καὶ θερμῶν καὶ τῶν ἄλλων τοιούτων ἐπειδὴ ἡ αἴσθησις, ὅταν καταπίνωμεν, ἐγγίνεται (ἐν γὰρ τῇ καταπόσει1 ἡ τῶν ἐδεστῶν ἐγγίνεται αἴσθησις), καταπίνουσι δὲ καὶ οἱ ἰχθύες, αἰσθάνονται τῆς ἀπὸ τούτων ἡδονῆς ἐν τῇ καταπόσει. ἔχει μὲν οὖν καὶ τὰ ζῳοτόκα πρὸς τῇ ἀπὸ τῆς γεύσεως αἰσθήσει καὶ τὴν ἀπὸ τῆς καταπόσεως αἴσθησιν. καὶ σχεδὸν τῶν πλείστων ὄψων καὶ ἐδεστῶν ἡ χάρις καὶ ἡ ἡδονὴ γίνεται ἐν τῇ καταπόσει τεινομένου τοῦ οἰσοφάγου καὶ εὐρυνομένου. ὅτι δὲ ἡ ἀπὸ τῆς καταπόσεως ἡδονὴ καὶ αἴσθησις ἑτέρα ἐστὶ τῆς ἀπὸ τῆς γεύσεως, σημεῖον τὸ μὴ τοὺς αὐτοὺς εἶναι ἀκρατεῖς περί τε τοὺς χυμοὺς καὶ τὰ πόματα, ὧν χυμῶν καὶ πομάτων ἡ αἴσθησις ἐν τῇ γεύσει γίνεται, καὶ τὰ ὄψα καὶ τὴν ἐδωδήν, ὧν ὄψων καὶ ἐδωδῆς πάλιν ἡ αἴσθησις γίνεται ἐν τῇ καταπόσει. εἰ γὰρ ἦν ἡ ἀπὸ τῆς καταπόσεως αἴσθησις ἡ αὐτὴ τῇ ἀπὸ τῆς γεύσεως, πᾶς ὁ ἀκρατευόμενος περὶ μίαν τούτων ἠκρατεύετο ἂν καὶ περὶ θατέραν. καὶ τοῖς μὲν ἄλλοις ζῴοις πρὸς τῇ ἀπὸ τῆς καταπόσεως καὶ ἡ κατὰ τὴν γεῦσιν ὑπάρχει αἴσθησις, ἐκείνοις δὲ τοῖς τε ἰχθύσι καὶ τοῖς τετράποσι καὶ ᾠοτόκοις ἡ ἀπὸ τῆς καταπόσεως μόνη. πάντα δὲ τὰ ἔχοντα τὴν γλῶτταν δικρόαν εἰ καὶ λίχνα ἐστίν, ὥσπερ εἴρηται πρότερον, ἀλλὰ διὰ τὸ μὴ εὐπορεῖν πολλῆς τῆς τροφῆς ἰσχνά ἐστι. λέγει δὲ καὶ περὶ τοῦ ποταμίου κροκοδείλου κινεῖν τὴν ἄνω σιαγόνα δι’ αἰτίαν τοιαύτην· ἐπειδὴ γάρ, φησίν, ἀχρήστους ἔχει τοὺς πόδας πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν, ἀντὶ ποδῶν ἡ φύσις τὸ στόμα χρήσιμον αὐτῷ πεποίηκεν· ὅθεν οὖν χρήσιμον ἦν ἰσχυροτάτην γενέσθαι τὴν πληγήν, ἐκεῖθεν καὶ τὴν σιαγόνα κινεῖσθαι πεποίηκεν. ἰσχυροτέρα δὲ γίνεται ἡ πληγὴ ἀεὶ ἡ ἄνωθεν· εἰκότως ἄρα τὴν ἄνω σιαγόνα κινεῖσθαι πεποίηκε. καὶ τοῖς μὲν καρκίνοις καὶ 〈τοῖς〉 ἄλλοις, ὅσοις ἐνδέχεται σχολαίως τὴν λῆψιν ποιεῖσθαι διὰ τὸ μὴ ἐν ὑγρῷ εἶναι τὴν χρῆσιν τοῦ στόματος (τὰ γὰρ ἔνυδρα καὶ τὴν λῆψιν καὶ τὴν κατάποσιν ταχεῖαν ποιεῖται) τοῖς μὲν δὴ καρκίνοις καὶ τοῖς τοιούτοις διῄρηται τὰ μόρια,2 καὶ ἄλλα μὲν ἔχει πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν, ἄλλα δὲ πρὸς τὸ μασᾶσθαι· τοῖς δὲ κροκοδείλοις καὶ πρὸς τὸ λαμβάνειν καὶ πρὸς τὸ μασᾶσθαι τὸ στόμα πεποίηκεν ἡ φύσις χρήσιμον.
他又说,蛇的体态与卵生四足动物十分相近。而卵生四足动物包括蜥蜴和许多其他动物。他又说,由于鱼类不可能咀嚼也不能预先品尝,因而在它们身上不会产生来自味觉和咀嚼的快感,而唯独产生来自吞咽的快感。因为舌固然产生关于滋味的感知,例如甜、苦以及诸如此类的滋味;但鱼类既无舌,显而易见它们亦无关于滋味的感知。然而,由于对脂膏、温热以及其他此类食物的感知是在我们吞咽时产生的(因为对食物的感知确实产生于吞咽之中),而鱼类也进行吞咽,所以它们在吞咽中感知到来自这些食物的快感。因此,胎生动物除了来自味觉的感知之外,亦拥有来自吞咽的感知。并且,几乎大多数佳肴和食物带来的悦乐与快感,都是在食管被拉伸和张开的吞咽过程中产生的。至于来自吞咽的快感与感知不同于来自味觉的快感与感知,其明证在于:对滋味与饮品(关于这些滋味与饮品的感知产生于品尝之中)不能自制的人,与对佳肴与食品(关于这些佳肴与食品的感知再次产生于吞咽之中)不能自制的人,并非同一批人。因为如果来自吞咽的感知与来自味觉的感知相同,那么凡在其中一者上不能自制的人,在另一者上也必然不能自制。并且,其他动物除了吞咽的感知之外还具有依循味觉的感知,而对于鱼类与卵生四足动物而言,则唯独具有来自吞咽的感知。凡舌呈两叉的动物,即便如前所述极为贪食,但由于不能充分获得大量食物,所以依然瘦削。他又谈及尼罗鳄移动上颌是由于如下的原因:他说,因为鳄鱼的足对于抓取和握持全无用处,自然便使它的口代替足而变得有用;因此,从何处使咬击最具力道是有益的,自然便使它的颌骨从何处活动。而自上而下的击打总是更有力;因此,自然让上颌活动乃是理所当然的。对于蟹以及其他那些因口的运用不在水中而得以从容进行抓取的动物而言(因为水生动物的抓取和吞咽都进行得极为迅速),对于蟹和此类动物而言其部位是分开的,一些部位用于抓取和握持,另一些部位则用于咀嚼;然而对于鳄鱼,自然使它的口无论对于抓取还是对于咀嚼都是有用的。
Λέγει δὲ τοὺς ὄφεις μὴ ἔχειν αὐχένα διὰ τάδε· ἐπειδὴ γὰρ ὁ αὐχὴν μεταξύ ἐστι κεφαλῆς καὶ ὤμων, οἱ δὲ ὄφεις ὤμους οὐκ ἔχουσιν, οὐδ’ ἂν αὐχένα ἔχοιεν· ὁ γὰρ αὐχήν, ὡς εἴρηται, τοῖς εἰρημένοις ἐσχάτοις, τουτέστι τῇ κεφαλῇ καὶ τοῖς ὤμοις διορίζεταί τε καὶ περιορίζεται. λέγει δὲ τοὺς ὄφεις στρέφειν τὴν κεφαλὴν εἰς τοὔπισθεν ἠρεμοῦντος τοῦ λοιποῦ σώματος. οὐ τοῦτο δέ φησιν ὅτι ἀκινητίζοντος πάμπαν τοῦ λοιποῦ σώματος στρέφει τὴν κεφαλήν (κινούμενος γὰρ τὴν κεφαλὴν αἴρει τε καὶ εἰς τοὔπισθεν στρέφει), ἀλλὰ τὸ ἠρεμοῦντος ἀντὶ τοῦ ἐν τῷ αὐτῷ σχήματι μένοντος, ἐν ᾧ τυγχάνει ὢν κινούμενον, εἴληπται·3 τυγχάνει δὲ κεκαμμένος· διὰ γὰρ καμπῶν τὴν κίνησιν ποιεῖται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας εἴρηται. ἐν δὴ τῷ τοιούτῳ σχήματι ὢν καὶ κινούμενος αἴρει τε καὶ στρέφει τὴν κεφαλὴν καὶ φυλάττει τὸ ὄπισθεν. λέγει δὲ τὴν τῆς κεφαλῆς εἰς τοὔπισθεν στροφὴν ποιεῖσθαι διὰ δύο αἰτίας, διὰ μὲν τὴν ὑλικήν (ταύτην γὰρ ἀνάγκην εἶπεν), ὅτι ἑλκτόν ἐστι, καθάπερ καὶ τὰ ἔντομα, διὰ δὲ τὸ βέλτιστον καὶ τὸ οὗ ἕνεκα χάριν φυλακῆς τῶν ὄπισθεν βλαπτόντων. λέγει δὲ τὸν χαμαιλέοντα εἶναι ἰσχνότατον διὰ τὸ δειλὸν εἶναι· τὸ γὰρ δειλὸν ψυχρόν, τὸ δὲ ψυχρὸν οὐ θερμόν, τὸ δὲ μὴ θερμὸν ὀλίγαιμον, τὸ δὲ ὀλίγαιμον ἰσχνόν· ἡ γὰρ εὐσαρκία διὰ πέψιν αἵματος γίνεται.
他又说,蛇不具有颈部是由于如下原因:因为颈部位于头部与肩部之间,而蛇并不具有肩部,所以它们也不可能具有颈部;因为正如所言,颈部是由上述两个端部、亦即由头部与肩部所划定并界闭的。他又说,蛇在身体其余部分静止时将头转向后方。但他这样说并不是指在身体其余部分全然不动时转头(因为蛇实际上是在运动中抬起头并转向后方的),而是说“静止”在此处被取作“保持在相同的姿势”,即它在运动中所恰好处在的姿势;而它恰好处于弯曲状态,因为正如在《论动物行进》中所说,它是通过弯曲来进行运动的。因此,蛇处于这种姿势并在运动中,抬起并转向头部,警戒后方。他又说,头部转向后方是由于两个原因而造成的:一方面是出于质料的原因(他称之为必然性),即如同昆虫一样它是可延展牵引的;另一方面则是出于最好的原因与目的,即为了警戒后方造成伤害的事物。他又说,变色龙极其瘦削是由于它胆小怯懦;因为胆怯之物是寒凉的,寒凉之物不温热,不温热之物则少血,而少血之物必然瘦削;因为肌肉丰满是通过血液的熟化而形成的。
- 4.18τῶν δὲ ἐδεστῶν οἷον λιπαρῶν καὶ θερμῶν καὶ τῶν ἄλλων τοιούτων ἐπειδὴ ἡ αἴσθησις, ὅταν καταπίνωμεν, ἐγγίνεται (ἐν γὰρ τῇ καταπόσει ἡ τῶν ἐδεστῶν ἐγγίνεται αἴσθησις), καταπίνουσι δὲ καὶ οἱ ἰχθύες, αἰσθάνονται τῆς ἀπὸ τούτων ἡδονῆς ἐν τῇ καταπόσει.
句首的属格短语 τῶν δὲ ἐδεστῶν ... τοιούτων 是一个话题化的前置属格,在句法上本依附于 ἐπειδή 引导的从属分句中的主语 ἡ αἴσθησις,随后在插入语之后的后半句主句中,被 τῆς ἀπὸ τούτων ἡδονῆς 中的 τούτων 照应性地承接。这是长句和插入成分造成的破格结构。
- 4.18καὶ τοῖς μὲν καρκίνοις καὶ 〈τοῖς〉 ἄλλοις ... τοῖς μὲν δὴ καρκίνοις καὶ τοῖς τοιούτοις διῄρηται τὰ μόρια
句首的与格短语 τοῖς μὲν καρκίνοις καὶ 〈τοῖς〉 ἄλλοις 在被关系从句 ὅσοις... 和解释性插入句 (τὰ γὰρ ἔνυδρα...) 打断后,在主动词 διῄρηται 之前被 τοῖς μὲν δὴ καρκίνοις καὶ τοῖς τοιούτοις 予以复述性承接(复述与格/重言)。其核心结构是领有与格与 διῄρηται 构成的句式:“对于蟹及此类动物而言,各部分是分立的”。
- 4.19ἀλλὰ τὸ ἠρεμοῦντος ἀντὶ τοῦ ἐν τῷ αὐτῷ σχήματι μένοντος, ἐν ᾧ τυγχάνει ὢν κινούμενον, εἴληπται·
带有中性单数定冠词的属格分词 τὸ ἠρεμοῦντος 是将亚里士多德原文中的词句作为引用对象的自立化结构(“‘静止时’这一表述被取作代替……”)。后文关系从句中,阳性分词 ὤν(指代蛇)与中性分词 κινούμενον(指代中性的 σῶμα ‘身体’)之间出现了性的不一致,这是对动物本身及其身体概念的句法交错。
