- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:89.31-90.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔就亚里士多德关于单蹄与多趾动物缺少距骨而偶蹄动物拥有距骨的论述(690a9)进行注解,重构了关于脚部未分开部分文句的语序,并阐明了自己的注解方法。
Λέγει δὲ τὰ μώνυχα ὡς ἐπὶ πολὺ μὴ ἔχειν ἀστράγαλον καὶ διὰ τὸ τὴν ὕλην τὴν μέλλουσαν καταναλίσκεσθαι εἰς γένεσιν ἀστραγάλων ἀναλίσκεσθαι εἰς γένεσιν ὁπλῶν καὶ ὀνύχων· διά τε οὖν τοῦτο λέγει αὐτὰ μὴ ἔχειν ἀστράγαλον καὶ διὰ τὸ δυσκινητοτέραν εἶναι τὴν καμπὴν τοῦ ὄπισθεν σκέλους ἀστραγάλου ἐνόντος·1 τὰ γὰρ μίαν ἔχοντα γωνίαν ὥσπερ τά τε ἡμέτερα γόνατα καὶ αἱ χεῖρες θᾶττον εὐθύνεταί τε καὶ κάμπτει, βραδύτερον δὲ τὰ ἔχοντα πλείους γωνίας. ποιεῖ δὲ πολλὰς γωνίας ὁ ἀστράγαλος· οὗτος γὰρ ὥσπερ γόμφος ἐμβεβλημένος μεταξὺ τῶν δύο ὀστῶν τοῦ τε ὑποκειμένου καὶ ὑπερκειμένου γωνίας ποιεῖ καὶ ἄνω καὶ κάτω, ὥσπερ καὶ οἱ ἀνέχοντες κίονες τὰς στοάς. κἀκεῖνοι γὰρ καὶ πρὸς τῇ ὑποκειμένῃ γῇ γωνίας ποιοῦσι καὶ πρὸς ταῖς ὑπερκειμέναις καὶ ὑπ’ αὐτῶν ἀνεχομέναις στοαῖς. ἀλλ’ εἰ καὶ δυσκινητοτέρους ποιοῦσι τοὺς πόδας οἱ ἀστράγαλοι βάρος τε παρέχουσιν, ἀλλ’ οὖν ἀσφαλεστέραν τὴν βάσιν ἀπεργάζονται. δῆλα δὲ τὰ ἑξῆς. λέγει δὲ τὰ διχηλὰ καὶ μὴ μώνυχα ἔχειν ἀστράγαλον, ὅτι ἡ ὕλη καὶ τὸ ὀστῶδες τὸ μέλλον ἀναλωθῆναι εἰς τὸ μώνυχα ἀποτελέσαι αὐτὰ καταδαπανᾶται εἰς γένεσιν ἀστραγάλων. οὐκ ἔχει δὲ τὰ πολυδάκτυλα ἀστράγαλον εὐλόγως· εἰ γὰρ εἶχεν ἀστράγαλον, τοσοῦτον ἂν ἐσχίζετο ὁ ποὺς αὐτῶν, ὅσον ἐπεῖχεν ὁ ἀστράγαλος· ἐπέχει δὲ ὁ ἀστράγαλος ὀλίγον πάμπαν τόπον, ὀλίγη ἄρα ἂν ἦν καὶ ἡ σχίσις· εἰ δὲ τοῦτο, οὐκ ἂν ἦν πολυδάκτυλα. λέγει δὲ ὅτι τὸ ἄσχιστον μόριον τοῦ ποδὸς τῶν δακτύλων ἐστὶ μόριον· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ δεῖ δὲ τοῦτο τὸ μόριον νομίζειν εἶναι τὸ ἄσχιστον τοῦ ποδὸς τῶν δακτύλων. ἀναγνωστέον δὲ τὴν λέξιν οὑτωσί ‘τοῦτο τὸ ἄσχιστον μόριον τοῦ ποδὸς δεῖ νομίζειν μόριον εἶναι τῶν δακτύλων’.2 λέγει δὲ καὶ βραχεῖς εἶναι τοὺς τῶν ποδῶν δακτύλους καὶ οὐ μακροὺς εὐλόγως· εἰ γὰρ ἦσαν μακροί, προσέπταιον ἂν τοῖς λίθοις καὶ ἐβλάπτοντο. τὰ δὲ ἑξῆς δῆλα· ἰστέον δὲ ὅτι πολλάκις θέντες τὸ ‘τὰ δὲ ἑξῆς δῆλα’ καὶ ‘σαφῆ δὲ τὰ ἑξῆς’ οὐκέτι ἄλλο προσθήσομεν, ἀλλὰ τὰ μὲν σαφῆ σιγῇ παραδραμοῦμεν, τοῖς δὲ δεομένοις σαφηνείας ἐπιστήσομεν.
他又说,单蹄动物通常不具有距骨,这也是因为原本将要消耗于生成距骨的质料被消耗于生成蹄与爪;因此,出于这一原因,并且由于距骨存在时后腿的弯曲更难活动,他说它们没有距骨。因为拥有单一角度的构造,正如我们的膝和手那样,伸直和弯曲都更为迅速,而拥有多个角度的构造则更为迟缓。而距骨制造了多个角度;因为它如同一枚榫钉嵌入两块骨头——即位于下方和位于上方的骨头——之间,在上方和下方都制造了角度,正如支撑柱廊的柱子那样。因为那些柱子亦既与下方垫底的地面形成角度,又与上方由其支撑的柱廊形成角度。然而,即便距骨使脚部较难活动并增添了重量,但无论如何它们使立足更为稳固。接下来的内容是明白的。他又说,偶蹄而非单蹄的动物具有距骨,是因为原本将要消耗于使它们成为单蹄的质料与骨质部分,被全部消耗于生成距骨。而多趾动物没有距骨也是合乎情理的;因为如果它们拥有距骨,它们的脚被分开的程度就会与距骨所占据的范围相当;但距骨只占极小的空间,因而裂口也会很小;若果真如此,它们就不会是多趾的了。他又说,脚部未分开的部分属于脚趾的部分;因为他通过“应当认为脚的这一未分开部分是属于脚趾的”这一表述阐明了这一点。而这段文句应当这样解读:“应当认为脚的这一未分开部分是脚趾的一个部分”。他又说,脚趾短而不长是合乎情理的;因为如果脚趾很长,就会踢碰石块而受到损伤。接下来的内容是明白的;但须知,我们既已屡次写下“接下来的内容是明白的”和“接下来的内容是清楚的”,就不再赘述其他内容,而是将默然掠过清楚的内容,仅专注于需要明晰之处。
- 4.17ἀστραγάλου ἐνόντος
属格独立结构,表条件或伴随状况(“当距骨存在时/若存在距骨”)。它构成了后续比喻性解释的前提,即距骨嵌于上下两骨之间会增加角度,从而使屈伸变慢。
- 4.17ἀναγνωστέον δὲ τὴν λέξιν οὑτωσί ‘τοῦτο τὸ ἄσχιστον μόριον τοῦ ποδὸς δεῖ νομίζειν μόριον εἶναι τῶν δακτύλων’
此处是米海尔对亚里士多德原文中错置(hyperbaton)结构的语法梳理。亚里士多德原文“δεῖ δὲ τοῦτο τὸ μόριον νομίζειν εἶναι τὸ ἄσχιστον τοῦ ποδὸς τῶν δακτύλων”中修饰成分与属格语序混杂,米海尔将其重新排列,明确将“τοῦτο τὸ ἄσχιστον μόριον τοῦ ποδὸς”作为不定式“εἶναι”的主语宾格,而将“μόριον τῶν δακτύλων”作为表语宾格。
