- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:88.23-89.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了雄性器官在勃起与缩减方面的功用及其解剖构成,随后注解了人类与四足动物在尾巴的有无、臀部构造以及因直立行走而导致的下肢多肉特征上的对比。
φησὶ δὲ καὶ ὅτι μόνον τὸ μόριον τὸ περὶ τὴν τῆς ὑγρᾶς περιττώσεως ἔξοδον ἄνευ νοσερᾶς μεταβολῆς αὔξησιν ἔχει καὶ ταπείνωσιν· ἐν μὲν γὰρ ταῖς ὀχείαις αὔξει καὶ τάσιν λαμβάνει, ἐπειδὰν δὲ ἀποσπερμήνῃ τὸ ὀχεῦον ζῷον, ταπεινοῦται. ἀμφοτέρων γὰρ τούτων, τῆς τε αὐξήσεως τοῦ τοιούτου μορίου καὶ τῆς ταπεινώσεως, ἡ μὲν αὔξησις χρήσιμος πρὸς τὸν συνδυασμόν, ἡ δὲ ταπείνωσις πρός τε τὸ πορεύεσθαι1 ἀνεμποδίστως καὶ ἐξέρχεσθαι τὸ οὖρον καὶ τὰς ἄλλας τὰς τοῦ σώματος χρείας· εἰ μὲν γὰρ ἀεὶ ηὐξημένον ἦν, ἐνεπόδιζεν ἂν πρὸς τὴν πορείαν καὶ τὰ λοιπά, εἰ δ’ ἀεὶ τεταπεινωμένον, οὐκ ἂν συνήργει πρὸς τὰς ὀχείας. συνέστηκε δὲ τὸ τοιοῦτον τῶν ἀρρένων μόριον ἐκ χόνδρου καὶ νεύρου· ταῦτα γὰρ ἐδήλωσε διὰ τοῦ ἐκ τοιούτων ὥστε δύνασθαι ταῦτα ἀμφότερα, τήν τε αὔξησιν καὶ τὴν ταπείνωσιν λαμβάνειν. τὰ γὰρ νεῦρα καὶ τείνεται καὶ ἀνίεται τοῦ ἐν τῇ καρδίᾳ πνεύματος ἐκτεινομένου καὶ συστελλομένου, ὡς ἐν τῇ Περὶ ζῴων κινήσεως δέδεικται. συνεργεῖ δὲ καὶ πρὸς τὸ ἰσχυροτέραν γίνεσθαι τὴν τοιαύτην τάσιν καὶ ὁ χόνδρος. ὅταν δὲ ἐξελθὸν τὸ σπέρμα συνεξέλθῃ καὶ τὸ πνεῦμα, ταπεινοῦται. λέγει δὲ διαφέρειν καὶ τὰ ὄπισθεν τῶν ἀνθρώπων καὶ τὰ σκέλη πρὸς τὰ τετράποδα· τὰ μὲν γὰρ τῶν ἀνθρώπων σκέλη σαρκώδη, τὰ δὲ τῶν τετραπόδων ἄσαρκα καὶ νευρώδη. ὅτι δὲ καὶ αἱ ὠμοπλάται καὶ τὰ ἐφεξῆς τῶν ἀνθρώπων διαφέρει πρὸς τὰ τετράποδα φανερόν. ἔχει δὲ πάντα σχεδὸν οὐ μόνον τὰ ζῳοτόκα, ἀλλὰ καὶ τὰ ᾠοτόκα κέρκον. καὶ γὰρ ἐπί τινων οὐκ ἔχει μέγεθος ἡ κέρκος, ὥσπερ καὶ ἐπὶ ἐλάφου καὶ δασύποδος καὶ ἄλλων πολλῶν, ἀλλὰ σμικροῦ γε ἕνεκα, τουτέστι τύπου γε ἕνεκα καὶ χάριν ἀποπληρώσεως κέρκου ἔχουσί τινα βραχύτατον στόλον, λέγων στόλον τὸ ὀστῶδες ἀφ’ οὗ αἱ τῆς οὐρᾶς τρίχες ἐκφύονται. μόνος δὲ ὁ ἄνθρωπός ἐστιν ἄκερκος, ἔχει δ’ ἀντὶ κέρκου τὰ ἰσχία, τὴν μετὰ τὴν ὀσφὺν σαρκώδη οὐσίαν, δι’ ἧς τὰς καθέδρας ποιούμεθα. καὶ διὰ τοῦτο τῶν τετραπόδων οὐδὲν ἔχει ἰσχίον· εἰ γὰρ εἶχεν, ἠδύνατο ἂν καθέζεσθαι, ὥσπερ καὶ οἱ ἄνθρωποι. λέγει δὲ καὶ τὴν αἰτίαν δι’ ἣν ὁ μὲν ἄνθρωπος σαρκώδεις ἔχει τοὺς μηροὺς καὶ τὰς κνήμας, τὰ δὲ τετράποδα ἄσαρκα καὶ νευρώδη· φησὶν οὖν ὅτι τούτων μὲν πάντων αἰτία μία ὡς εἰπεῖν, ὅτι μόνος ἐστὶν ὀρθὸς τῶν ζῴων ὁ ἄνθρωπος, καὶ διὰ τοῦτο ἔδει τὰ ἄνω ἄσαρκα ἔχειν καὶ κοῦφα, τὰ δὲ κάτω σαρκώδη καὶ ἰσχυρά, ἵνα ῥᾳδίως φέρηται. ἅμα δὲ ἐπεὶ οὐ ῥᾴδιον τοῖς ἀνθρώποις δι’ ὅλου ἵστασθαι, ἀφελοῦσα ἀπὸ τῶν ἄνωθεν τὸ σαρκῶδες πεποίηκε τὴν τῶν ἰσχίων φύσιν, ἵνα διὰ τούτων καθήμενοι ἀναπαυώμεθα. τοῖς δὲ τετράποσιν ἐφ’ ἕνα τόπον ἑστάναι, καὶ προσυπακουστέον τὸ ἀπέδωκεν,2 ἵν’ ᾖ τὸ πλῆρες ‘τοῖς δὲ τετράποσιν ἐφ’ ἕνα τόπον ἑστάναι ἀπέδωκεν’. ὑποκειμένων γὰρ τῶν τεττάρων ποδῶν (τούτους γὰρ εἶπεν ἐρείσματα) περικειμένου δὲ ἄνωθεν τοῦ λοιποῦ παντὸς σώματος τρόπον τινὰ ὡσπερεὶ κατακείμενα διατελεῖ τὰ τοιαῦτα ζῷα. διὰ ταύτας οὖν τὰς αἰτίας ὁ ἄνθρωπος ἄκερκός ἐστι καὶ ἔχει ἰσχία καὶ τὰ σαρκώδη σκέλη. οὐκ ἔχει δὲ κέρκον ὁ ἄνθρωπος καὶ διὰ τὸ τὴν μέλλουσαν καταναλίσκεσθαι εἰς τὴν κέρκον τροφὴν εἰς τὰ σκέλη ἀναλίσκεσθαι. ἔχει οὖν, ὥσπερ εἴρηται, ὁ ἄνθρωπος ἐναντίως τοῖς τετράποσιν· ὁ μὲν γὰρ τὰ κάτω σαρκώδη καὶ βαρέα, τὰ δὲ ἄνω κοῦφα καὶ ἄσαρκα, τὰ δὲ τετράποδα νανώδη ὄντα τὰ μὲν ἄνω ἔχει βαρέα καὶ σωματώδη, τὰ δὲ σκέλη ἀνίσχια, ἤτοι ἄσαρκα, καὶ σκληρά. σαφῆ δὲ τὰ ἑξῆς.
他又说,唯独排泄湿润残余物出口周围的部分,在没有病态变化的情况下具有增大与缩减;因为在交配时它增大并获得张力,而当交配的动物射出精液后,它便缩减。因为在二者之中——即此类部分的增大与缩减——增大有助于交配,而缩减则既有助于无阻碍地行走,又有助于尿液排出以及身体的其他需要;因为如果它始终处于增大状态,便会阻碍行走及其他事项,而如果它始终缩减,便不能协助交配。雄性的此类部分由软骨与腱构成;因为他通过“由能够接受这两者(即增大与缩减)的这类部分构成”这一表述阐明了这些。正如在《论动物运动》中所证明的,随着心脏中精气的舒展与收缩,腱既被拉紧又被松弛。软骨亦有助于使这种张力变得更为强韧。而当精液排出、精气亦随之一同排出时,它便缩减了。 他又说,人类的后背部分和腿部与四足动物相比也存在差异;因为人类的腿部多肉,而四足动物的腿部无肉且多腱。人类的肩胛骨及后续部位与四足动物相比存在差异,这也是显而易见的。几乎所有的动物——不仅胎生者,而且卵生者——都拥有尾巴。因为即便在某些动物身上尾巴并无显著大小,正如在鹿、野兔以及许多其他动物身上那样,但为了微细的事物,也就是说为了形式以及尾巴的完备,它们拥有一段极短的轴柱;他所谓的“轴柱”是指尾毛从中生出的骨质部分。唯独人类是没有尾巴的,人类用以代替尾巴的是臀部,即腰部之后的多肉组织,我们借此得以就座。正因如此,四足动物均没有臀部;因为如果它们拥有臀部,便能够像人类一样坐下。他也说明了为何人类的大腿与小腿多肉,而四足动物的大腿与小腿无肉且多腱的原因;因此他说,所有这些事物的原因可以说只有一个,即在动物中唯独人类是直立的,正因如此,人类必须拥有无肉且轻便的上部,以及多肉且强壮的下部,以便容易地承载自身。同时,由于人类无法始终站立,自然便从上部抽去了肉质组织,创造了臀部的构造,以便我们能借由臀部坐下休息。在“而对于四足动物,立于一处”这一句中,应当在理解中补充“赋予了”,以使文意完整为“而对于四足动物,自然赋予了它们立于一处”。因为既然有四只脚在下方支撑(他称这些为支柱),而其余整个身体安置在上方,此类动物在某种程度上便始终处于仿佛躺卧的状态。因此,出于这些原因,人类没有尾巴,并拥有臀部和多肉的双腿。人类没有尾巴,还因为原本将要消耗到尾巴上的养分被消耗到了双腿上。因此正如所说,人类与四足动物的情况相反;因为人类的下部多肉且沉重,上部轻便且无肉,而四足动物形如侏儒,其上部沉重而具肉躯体量,腿部则无臀——即无肉——且坚硬。接下来的内容是显而易见的。
- 4.16ἀμφοτέρων γὰρ τούτων, τῆς τε αὐξήσεως τοῦ τοιούτου μορίου καὶ τῆς ταπεινώσεως, ἡ μὲν αὔξησις χρήσιμος πρὸς τὸν συνδυασμόν, ἡ δὲ ταπείνωσις πρός τε τὸ πορεύεσθαι
句首的属格短语 ἀμφοτέρων τούτων(以及随后的同位语短语 τῆς τε αὐξήσεως...)作为“整体属格”(部分属格或悬垂属格)使用,先行提示了后文主句的分项主语 ἡ μὲν αὔξησις ... ἡ δὲ ταπείνωσις,而非直接由谓语形容词 χρήσιμος 支配。
- 4.16τοῖς δὲ τετράποσιν ἐφ’ ἕνα τόπον ἑστάναι, καὶ προσυπακουστέον τὸ ἀπέδωκεν
正如米海尔本人所指出的,亚里士多德原文中的小句 τοῖς δὲ τετράποσιν ἐφ’ ἕνα τόπον ἑστάναι 缺少主要谓语动词,属于省略结构。米海尔指出应当在意念中补出(προσυπακουστέον)动词 ἀπέδωκεν(“[自然]赋予了”),由它支配该与格间接宾语及不定式补足语以使句子完整。
