- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:87.18-88.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依据亚里士多德的论述,根据多产动物中第一乳房的特性解释了大象乳房位于腋窝附近的原因,继而根据养分与残余物的流动论证了有蹄动物乳房位于下部的原因。此外,他还注解了排泄与生殖通道位置的缘由以及两性生殖器的解剖学特征。
Λέγει δὲ τοὺς ἐλέφαντας ἄνω πρὸς ταῖς μασχάλαις ἔχειν τοὺς μαστούς, ὅτι ἐν τοῖς πολυτόκοις καὶ πλείονας ἔχουσι τοὺς μαστοὺς πρῶτοι οἱ πρὸς ταῖς μασχάλαις εἰσί, καὶ τάχα διότι καὶ ἐν ἐκείνοις πρῶτοι οὗτοί εἰσιν, ἔχει καὶ ὁ ἐλέφας τοὺς πρώτους, οἱ δὲ πρῶτοι τῶν μαστῶν ἐν τοῖς ἔχουσι πλείονας μαστοὺς περισσότερον ἐκ τοῦ σώματος ἱμῶνται1 καὶ λαμβάνουσι γάλα τῶν ἄλλων μαστῶν· οἱ γὰρ ἄλλοι ὀλιγώτερον καὶ λαμβάνουσι καὶ ἔχουσι τὸ γάλα. ἐπεὶ οὖν, ὡς εἴρηται, οἱ πρῶτοι μαστοὶ πλέον ἔχουσι τὸ γάλα ἤπερ οἱ ἄλλοι, δεῖται δὲ τὸ τοῦ ἐλέφαντος τέκνον πλείονος τροφῆς διὰ τὸ μέγεθος καὶ τὴν θερμότητα, δέδωκεν ἡ φύσις τοῖς ἐλέφασιν ἀπὸ τῶν μαστῶν τοὺς πλείονα δυναμένους χορηγεῖν τὴν τροφήν· οὗτοι δ’ εἰσίν, ὡς εἴρηται, οἱ πρῶτοι καὶ πρὸς ταῖς μασχάλαις ὄντες. ὅτι δὲ οἱ πρῶτοι τῶν μαστῶν πλέον τῶν ἄλλων ἱμῶνται γάλα, σημεῖόν φησι τὸ συμβαῖνον ἐπὶ τῶν ὑῶν· τοῖς γὰρ πρώτοις γενομένοις τῶν χοίρων ὡς μείζοσι καὶ διὰ τοῦτο πλείονος δεομένοις τροφῆς τοὺς πρώτους παρέχουσι μαστούς, φυσικῶς εἰδυῖαι τούτους πλέον ἔχειν τὸ γάλα. ἐπεὶ οὖν ἐπὶ τῶν πολυτόκων οὕτως ἔχει, καὶ οἱ πρῶτοι μαστοὶ τοῖς πρώτοις δίδονται παισίν, ἐφ’ ὧν ἄρα τὸ πρῶτον γενόμενον ἓν μόνον ἐστίν, ἀνάγκη τῷ τοιούτῳ τοὺς πρώτους ἔχειν.2 λέγει δὲ καὶ διὰ τί ἐν τοῖς μηροῖς ἔχει τοὺς μαστοὺς ἵππος, αἴξ, βοῦς καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα, καί φησιν αἴτιον δὲ ὅτι τούτοις ἡ αὔξησις ἐπὶ τὸ ἄνω τοῦ σώματός ἐστι. καὶ ὅτι μὲν ἐπὶ τὸ ἄνω αὔξει ταῦτα πάντα, δῆλον· νανώδη γάρ εἰσιν. ὅτι δὲ καὶ τὸ γάλα περίττωμα αἵματός ἐστι, δέδεικται ἐν τῷ Περὶ ζῴων γενέσεως. ὅτι δὲ καὶ πάντα τὰ περιττώματα, τά τε ὑγρὰ καὶ ξηρά, πρὸς τὸ κάτω βρίθει, καὶ τοῦτο ἴσμεν. τούτων οὖν προδιωρισμένων τὸ λεγόμενον τοιοῦτον ἂν εἴη· ‘ἐν ᾧ δύναται συλλογὴ γενέσθαι τοῦ γινομένου περιττώματος ἀπὸ τοῦ αἵματος καὶ πλῆθος, ἐκεῖσε πεποίηκεν ἡ φύσις τοὺς μαστούς. δύναται δὲ συλλογὴ περιττώματος γίνεσθαι ἐν τῷ κάτω τόπῳ καὶ περὶ τὰς ἐκροάς· διὰ γὰρ τοῦ κάτω τόπου ἐκρεῖ τὰ περιττώματα. εἰκότως ἄρα ἐν τῷ τόπῳ τῷ κάτω γεγόνασιν οἱ μαστοί’. τὸ δὲ ὅπου γὰρ κίνησις γίνεται τῆς τροφῆς, ἐντεῦθεν καὶ λαβεῖν ἐστιν αὐτοῖς δυνατὸν ταὐτόν ἐστι τῷ ‘ὅπου γὰρ κίνησις καὶ χορηγία γίνεται τῆς τροφῆς, ἐντεῦθεν αὐτοῖς, ἤγουν τοῖς μαστοῖς,3 δυνατόν ἐστι λαβεῖν’. ἐπειδὴ οὖν ὅπου ἡ χορηγία, ἐκεῖθεν καὶ λαμβάνειν ἐστὶ δυνατόν, γίνεται δὲ ἡ τοιαύτη χορηγία ἐν τῷ κάτω τόπῳ καὶ περὶ τὰς ἐκροάς, εὐλόγως ἄρα ἐκεῖσε ἀπετέθησαν οἱ μαστοί, ἵνα εὐχερῶς τὴν τροφὴν λαμβάνωσι. σαφῆ δὲ τὰ ἑξῆς. Ὑστέρας δὲ λέγει τὰς μήτρας, ἐν αἷς εἰσι τὰ ἔμβρυα. λέγει δὲ καὶ τὴν αἰτίαν διὰ τί ὅθεν ἐξέρχεται ἡ περίττωσις τῆς ὑγρᾶς τροφῆς, ἐκεῖθεν καὶ ἡ γονὴ καὶ τὰ καταμήνια. φησὶν οὖν ὅτι ἐπειδὴ ἡ γονὴ καὶ τὰ καταμήνια ὑγρά εἰσι καὶ περιττώματα, εἰσὶ δὲ καὶ οὖρα ὑγρὰ καὶ περιττώματα, εὔλογον, ὅθεν ἐκρεῖ τὸ ἕτερον, ἐκεῖθεν ἐκρεῖν καὶ θάτερον. ἰστέον δὲ ὅτι καὶ τὸ τῶν γυναικῶν αἰδοῖον δύο ὀπὰς ἔχει, ὧν ἀπὸ τῆς μιᾶς ἔξεισι τὸ καταμήνιον, ἀπὸ δὲ τῆς λοιπῆς τὸ οὖρον. λέγει δὲ ὅτι καὶ τὸ τῶν ἀρρένων ὄργανον, δι’ οὗ ἀφιᾶσι τὴν τῆς ὑγρᾶς τροφῆς περίττωσιν, διαφορὰς ἔχει κατὰ τὰς τοῦ σώματος διαφοράς· οὐ γὰρ ὁμοίως ἅπαντα νευρώδη τὴν φύσιν ἐστίν, ἀλλὰ τὰ μὲν ἀκανθώδη, τὰ δὲ ὀστώδη, ὥσπερ εἴρηκε καὶ ἐν ταῖς Περὶ τῶν ζῴων ἱστορίαις.
他说大象的乳房位于上方、靠近腋窝处,这是因为在产仔众多且拥有较多乳房的动物中,靠近腋窝的乳房是第一位的,或许正因为在那些动物中这些也是第一位的,大象才拥有这第一位的乳房;而在拥有较多乳房的动物中,第一位的乳房比其他乳房从身体中汲取并接受更多的乳汁;因为其他乳房接受并拥有的乳汁较少。因此,正如所说,第一位的乳房既然比其他乳房拥有更多的乳汁,而大象的幼崽又由于其体型和热性需要更多的养分,自然便在各乳房中把能够提供更多养分的乳房赋予了大象;而正如所说,这些乳房正是靠近腋窝的第一位乳房。至于第一位的乳房比其他乳房汲取更多的乳汁,他说在猪身上发生的情况便是一个证据;因为母猪会将第一位的乳房提供给最先出生的幼猪,将其视为更大、因而需要更多养分者,自然地知道这些乳房拥有更多的乳汁。因此,在多产的动物中既然是如此,且第一位的乳房被给予第一批幼仔,那么在那些最先出生者仅为单只的动物中,此类动物拥有第一位的乳房也就是必然的了。 他也说明了为何马、山羊、牛以及所有其他此类动物将乳房生于大腿之间,他说:“其原因在于对这些动物而言,生长是朝向身体上部的。”而所有这些动物朝向上部生长是显而易见的;因为它们形如侏儒。至于乳汁是血液的残余物,已在《论动物生成》中得到证明。并且我们也知道这一点:所有湿与干的残余物都因重力而向下沉聚。既然这些已预先确定,那么所说的话便会是如此:“在源自血液的残余物能够形成集聚与大量蓄积之处,自然便在那里制造了乳房。而残余物的集聚能够在下方位置及排出口周围形成;因为残余物正是通过下方位置流出的。因此,乳房理所当然地生于下方位置。”所谓“因为凡是养分运动发生之处,它们便可以从那里汲取”,与“因为凡是养分的运动与供应发生之处,它们、即乳房便可能从那里汲取”是一回事。因此,供应所在之处,既然也可能从那里汲取,而这种供应又发生在下方位置及排出口周围,那么为了让乳房容易地获得养分,它们被安置在那里便是合情合理的。接下来的内容是显而易见的。 他所说的“子宫”,是指容纳胚胎的胞宫。他也说明了为何从排出湿润养分残余物的地方,精液与经血也从那里排出的原因。因此他说,既然精液与经血既是液体又是残余物,而尿液也是液体和残余物,那么其中一种从何处流出,另一种也从何处流出便是合乎情理的。应当知道,女性的私处也有两个孔窍,经血从其中一个排出,尿液则从另一个排出。他又说,雄性用来排出湿润食物残余物的器官,也依据身体的差异而具有差异;因为它们并非在自然构造上同样全由腱构成,而是有的具有棘刺,有的呈骨质,正如他在《动物志》中所说的那样。
- 4.16ἱμῶνται
动词 ἱμάω(从井等处汲水)的现在时中动态,在此意为“为自身汲取”或“从体内吸取”。它与紧随其后的 καὶ λαμβάνουσι(并接受)并列,用以描述乳房主动从体内血液中汲集并摄取乳汁的生理机制。
- 4.16ἀνάγκη τῷ τοιούτῳ τοὺς πρώτους ἔχειν
在无人称结构 ἀνάγκη [ἐστί] 中,与格 τῷ τοιούτῳ(对这种动物而言)作为关涉与格,充当不定式短语 τοὺς πρώτους ἔχειν(拥有第一位的乳房)的逻辑主语。它承接前方的关系条件从句 ἐφ’ ὧν ἄρα τὸ πρῶτον γενόμενον ἓν μόνον ἐστίν,构成归结分句,将多产动物的逻辑推及单胎动物(如大象)。
- 4.16αὐτοῖς, ἤγουν τοῖς μαστοῖς
关于亚里士多德原文中代词 αὐτοῖς(对于它们而言)的指代对象,米海尔使用 ἤγουν(即)补充解释为 τοῖς μαστοῖς(乳房)。这在句法上确立了:该处是指“乳房器官自身汲取作为残余物的养分”,而非动物个体本身。
