← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§86.12-87.17

手指配置与肢体弯曲及胸部乳房构造

米海尔解释了手指的长短与大拇指的名称,以及人类与四足动物(多趾类与单蹄类)四肢弯曲方向与防卫功能的差异,随后阐明了双臂间胸部的存在及其乳房富于肉质、左右分离排列的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.15#2

λέγει δὲ καὶ τὸν ἔσχατον δάκτυλον μικρόν, τὸν δὲ μέσον μακρόν· καὶ γὰρ καὶ αἱ μέσαι κῶπαι τῶν νεῶν μακρότεραι τυγχάνουσι τῶν ἄκρων. τὸ δὲ καὶ διὰ τοῦτο καλεῖται μέγας, μικρὸς ὢν περὶ τοῦ βραχέος καὶ παχέος εἴρηκεν. αἱ δὲ καμπαί, φησί, τῶν βραχιόνων ἐναντίως ἔχουσι τοῖς τετράποσιν. ἐκείνων μὲν γὰρ εἴσω κάμπτει τὰ ἐμπρόσθια κῶλα· ἡ γὰρ ὁπλὴ τοῦ προσθίου σκέλους, ὅταν τοῦτο κάμψῃ, πρὸς τὰ ὄπισθεν σκέλη ἄπεισι, τῶν δὲ ὄπισθεν πρὸς τὰ πρόσθια, ὥστε εἴσω καὶ πρὸς τὰ στέρνα κάμπτουσι. διὰ τί δὲ οὕτω κάμπτουσιν, εἴρηκεν ἐν τῷ Περὶ ζῴων πορείας. κάμπτουσιν οὖν οὕτως, ἵν’ ᾖ χρήσιμα πρὸς τὴν πορείαν, ἐπεὶ βούλεται καὶ ἐν τοῖς πολυδακτύλοις τῶν τετραπόδων μὴ μόνον εἴσω κάμπτειν, ἀλλὰ καὶ ἑλίσσεσθαι καὶ ὄπισθεν πρὸς τὴν ῥάχιν καὶ ἄνω πρὸς τὴν κεφαλήν, ὥσπερ καὶ αἱ χεῖρες· χρῶνται γὰρ ἀντὶ χειρῶν τοῖς προσθίοις ποσίν· ἀλλὰ διὰ τὸ μὴ εἶναι χρησίμους πρὸς τὴν πορείαν ἀλλὰ καὶ μᾶλλον ἀχρήστους, εἴπερ εἱλίσσοντο, οὐ δέδοται τοῦτο αὐτοῖς ὑπὸ τῆς φύσεως, ἀλλὰ τῶν τετραπόδων τὰ μὲν πολυδάκτυλα τοῖς προσθίοις σκέλεσιν ἀμύνεται, τὰ δὲ μώνυχα τοῖς ὄπισθεν. οὐ γὰρ ἔχει τοῖς μώνυξιν ἀνάλογον τὰ πρόσθια σκέλη τοῖς ἀγκῶσι,1 τῶν δὲ πολυδακτύλων ἔνια ἔχει ἀνάλογον τὰ πρόσθια τοῖς ἀγκῶσι, καὶ διὰ τοῦτο ἀμύνεται τοῖς προσθίοις· ἔχει γὰρ αὐτὰ ὥσπερ ἀγκῶνας. ἰστέον δὲ ὅτι νῦν διὰ τοῦ ἀγκῶνος τὴν ἅπασαν χεῖρα δηλοῖ. ἐν δὲ τῇ λέξει τῇ ῥᾷον γὰρ ἀνείργει πρὸς τὸ μετεωρότερον τὸ ἀνείργει ἀντὶ τοῦ ἀνυψοῖ, μετεωρίζει εἴληπται. μεταξὺ δέ, φησί, τῶν ἀγκώνων, λέγων ἀγκῶνας καὶ νῦν καὶ πρότερον τόν τε βραχίονα καὶ τὸ ἐφεξῆς ἄχρι τῶν δακτύλων, μεταξὺ δὴ τῶν ἀγκώνων ἐστί, φησί, τὸ στῆθος ἐπὶ τῶν ἀνθρώπων, ἐπὶ δὲ τῶν τετραπόδων μεταξὺ τῶν προσθίων σκελῶν. λέγει δὲ καὶ ὅτι διήρθρωνται οἱ μαστοὶ ἐπὶ τῶν ἀνθρώπων, διὰ τὸ εἶναι σαρκώδεις· εἶναι δὲ καὶ τὸ στῆθος, ὅθεν ἔχουσι τὸ εἶναι, σαρκῶδες. καὶ τοῖς μὲν ἄρρεσιν ὑπάρχουσιν οἱ μαστοὶ διηρθρωμένοι καὶ δῆλοι διὰ τὴν εἰρημένην αἰτίαν (εἶπε γὰρ ὅτι δεῖ σαρκώδη εἶναι τὰ περὶ τὸ στῆθος, ἵνα σκέπωσι τὴν καρδίαν· τοῦ δὲ στήθους διὰ τοῦτο σαρκώδους ὄντος ἕπεται καὶ ἡ τῶν μαστῶν διάρθρωσις, σαρκώδης οὖσα), τοῖς δὲ θήλεσιν ὑπάρχουσιν οἱ μαστοὶ δι’ ἃς σαφῶς λέγει αἰτίας. εἰσὶ δέ, φησίν, οἱ μαστοὶ σκληρότεροι μὲν τῆς ἄλλης σαρκός, διωρισμένοι δὲ καὶ κεχωρισμένοι ἀπ’ ἀλλήλων· εἰ γὰρ μὴ ἦσαν κεχωρισμένοι, ἀλλ’ ἡνωμένοι, οὔτ’ ἂν ἐν τῷ δεξιῷ μέρει ἔκειντο οὔτ’ ἂν ἐν τῷ ἀριστερῷ. ἐν οἷς γὰρ ἄρτια εὑρίσκεται τὰ μέρη, τὰ μὲν τοῖς δεξιοῖς τὰ δὲ τοῖς ἀριστεροῖς προσνενέμηνται μέρεσιν ὑπὸ τῆς φύσεως. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν ἐν οὐδενὶ τῶν εἰρημένων εἴησαν ἂν μερῶν. λοιπὸν ἦν ἄρα ἐν τῷ μέσῳ τοῦ στήθους κεῖσθαι αὐτούς,2 ᾗ συνάπτουσιν αἱ πλευραί· ἀλλ’ ἦν ἂν ἐπίπονος ἡ φύσις τῶν μαστῶν ἐνταῦθα κειμένων· δεῖ δὲ μὴ ἐπίπονον εἶναι. ἦν δ’ ἂν ἐπίπονος πρῶτον μὲν διὰ τὸ ἄσαρκον εἶναι τὸ μέρος τοῦτο, καθ’ ὃ συνάπτουσιν αἱ πλευραί· τούτους δὲ δεῖ σαρκώδεις εἶναι διὰ τὸ τὴν φύσιν αὐτῶν εἶναι σάρκας· ὥστε ἐπιπόνως ἂν ἐκ τοῦ ἀσάρκου τὴν τροφὴν καὶ μετὰ πολλῆς τῆς σπάνης ἐλάμβανον. ἔπειτα καὶ ῥᾳδίως ἂν πολλοῖς προσετρίβοντο διὰ τὸ πρόχειρον τῆς τοῦ τοιούτου τόπου θέσεως. τὰ δὲ ἑξῆς δῆλα.

他也说最外侧的手指[小指]是短小的,中间的手指[中指]是长的;因为事实上船中央的船桨也恰好比两端的桨更长。而所谓“也正因如此,它虽小却被称为大[大拇指]”,是针对那根短而粗的手指说的。他说:“双臂的弯曲与四足动物相反。”因为那些动物的前肢是向内弯曲的;因为前腿的蹄在弯曲时朝向后腿,而后腿的蹄朝向前腿,以致它们向内、即朝向胸部弯曲。至于它们为何这样弯曲,他已在《论动物运动》中作了阐明。因此,它们这样弯曲是为了便于行走;因为在多趾的四足动物中,它们不仅想要向内弯曲,而且还想要像手一样向后朝向脊椎、向上朝向头部旋转;因为它们使用前足来代替双手;但因为如果〔前足〕旋转,就会不利于行走,甚至更没有用处,所以自然并未将这种构造赋予它们;相反,在四足动物中,多趾动物以前肢防卫,而单蹄动物则以后肢防卫。因为单蹄动物的前肢并不相当于肘臂,而多趾动物中的某些其前肢则相当于肘臂,因此它们用前肢防卫;因为它们拥有前肢正如拥有肘臂一般。应当知道,这里他用“肘”来指代整只手。而在“因为它更容易向上方阻挡”这句话中,“阻挡(aneirgei)”是用来代替“升起(anypsoi)”、“高举(meteōrizei)”的。他说:“在双肘之间”——他现在和先前都把自手臂至手指的相继部分统称为“双肘”——“在双肘之间的,正是人类的胸部,而在四足动物中则在两前肢之间。”他又说,在人类身上,乳房因富于肉质而分节分明;并且乳房赖以存在的基底即胸部也是多肉的。在雄性身上,乳房的分节分明且显著是由于上述原因(因为他说过,胸部周围必须多肉以便遮蔽心脏;而既然胸部由此是多肉的,乳房本身多肉的构造也就随之分节分明);而在雌性身上,乳房的存在则是由于他明确陈述的原因。他说,乳房比其他肉质更硬,并且相互界定而分离;因为如果它们不是分离的而是连为一体的,它们就不会位于右侧,也不会位于左侧。因为在器官以成对形式出现的动物中,自然将它们一部分分配给右侧,另一部分分配给左侧。因此,由于这一原因,它们就不会处于上述两个位置中的任何一个。那么剩下的可能就是它们位于胸部中央、肋骨交接之处;但乳房若位于此处,其生性便会遭受痛苦;而它绝不能是遭受痛苦的。之所以会遭受痛苦,首先是因为肋骨交接的这部分缺少肉质;但乳房由于其本性是肉,因而必须富于肉质;因此它们若从无肉之处汲取养分便会痛苦不堪且极度匮乏。其次,由于这种位置突出的安置,它们也很容易擦碰在许多物体上。接下来的内容是显而易见的。

语法注2 条
  1. 4.15οὐ γὰρ ἔχει τοῖς μώνυξιν ἀνάλογον τὰ πρόσθια σκέλη τοῖς ἀγκῶσι

    句中出现了两个与格(τοῖς μώνυξιν 与 τοῖς ἀγκῶσι)。主语为 τὰ πρόσθια σκέλη(前肢),动词为 ἔχει,短语 ἔχει ἀνάλογον 意为“具有与……相当之物”。其中 τοῖς μώνυξιν 为关系或领属与格(“在单蹄动物中/对于单蹄动物而言”),而 τοῖς ἀγκῶσι 则受形容词 ἀνάλογον 支配(“与肘臂相当”)。

  2. 4.15λοιπὸν ἦν ἄρα ἐν τῷ μέσῳ τοῦ στήθους κεῖσθαι αὐτούς

    λοιπὸν ἦν 为非人称表达,在反事实或反证的语境下表示“剩下的唯一可能本该是……(然而实际上并非如此)”。配合推论小词 ἄρα(“因此/那么”),它承接前文排除左右两侧位置的假设,通过不定式短语 κεῖσθαι αὐτούς(乳房位于……)引出唯一剩余的推论结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:86.12-87.17