← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§82.18-83.30

头足纲动物的足部排列与触手捕食机制

米海尔解释了乌贼、枪乌贼与章鱼在足部大小排列上的差异(借助 Α、Β、Γ、Δ 等字母说明)及其功能原因,通过古代医疗编织套与孩童拇指游戏的类比阐明触手捕获物体的机制,并解释了单排吸盘及宽鳍的必然性理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13

Λέγει δὲ τὰς σηπίας καὶ τὰς τευθίδας ἀνομοίως ἔχειν τοῖς πολύποσι διὰ τὸ τὰς μὲν νευστικὰς μόνον εἶναι, τοὺς δὲ πολύποδας καὶ νευστικοὺς καὶ πορευτικούς. καὶ λέγει πῶς ἀνομοίως ἔχουσιν, ὅτι αἱ μὲν σηπίαι καὶ αἱ τευθίδες ὀκτάποδες οὖσαι ὥσπερ καὶ οἱ πολύποδες (ὀκτάποδες γὰρ καὶ οὗτοι) αἱ μὲν οὖν τοὺς πόδας τοὺς ὑπάρχοντας ἄνωθεν τῶν ὀδόντων αὐτῶν ἔχουσι μείζους, καὶ τούτων ἤγουν τῶν ὑπαρχόντων ἄνωθεν τῶν ὀδόντων μᾶλλόν εἰσι μείζους οἱ ἔσχατοι, καὶ αὖ πάλιν τούτων τῶν ὀκτὼ ποδῶν μεγίστους ἔχουσι τοὺς κάτωθεν δύο, οἵτινες κάτωθεν δύο μείζονες τυγχάνουσι καὶ τῶν ἄνωθεν δύο μεγάλων, τοὺς δὲ λοιποὺς μικρούς· οἱ δὲ πολύποδες ἀνομοίως τοὺς μὲν μέσους τέσσαρας μεγάλους, τοὺς δὲ ἄκρους μικρούς. εἰπὼν δὲ τὰς τευθίδας καὶ σηπίας τοὺς κάτωθεν δύο πόδας μεγίστους ἔχειν καὶ μείζονας τῶν ἄνωθεν δύο μεγάλων, τὴν αἰτίαν τοῦ διὰ τί οὕτως ἔχουσιν ἐπήγαγεν εἰπὼν τὸ γὰρ φορτίον καὶ τὸ βάρος τοῦ ὅλου σώματος οὗτοι ἔχουσι καὶ κινοῦσι μάλιστα· καὶ ἀπὸ τῶν μέσων δὲ μάλιστα οἱ ἔσχατοι δύο μείζους εἰσὶ τῶν πρὸ αὐτῶν, διότι συνυπηρετοῦσι πρός τε τὸ βάρος ἔχειν τοῦ σώματος καὶ πρὸς τὸ κινεῖν, διότι δὴ συνυπηρετοῦσι τοῖς ἐσχάτοις τοῖς οὖσι μείζοσι τῶν ἄνωθεν μεγάλων. ἔχουσιν οὖν οἱ πόδες τῶν τευθίδων καὶ σηπίων ὡς συναγαγόντα εἰπεῖν ὧδε· οἱ δύο οἱ ἄνωθεν ὄντες τῶν ὀδόντων εἰσὶ μείζους, οἱ δὲ ἐφεξῆς τούτων, οἵτινες καὶ κάτωθέν εἰσι τῶν ὀδόντων, ἐλάττονες. οἱ δὲ ἐφεξῆς δύο μείζονες τῶν πρὸ αὐτῶν διὰ τὸ συνυπηρετεῖν τοῖς ἐφεξῆς τούτων οὖσιν· οἱ δὲ ἐφεξῆς πάλιν τούτων δύο εἰσὶ μείζους πάντων. ἔστωσαν δὴ οἱ μὲν ἄνωθεν τῶν ὀδόντων δύο πόδες ἐφ’ ᾧ Α,1 οἱ δὲ ἐφεξῆς τούτων ἐφ’ ᾧ Β, οἱ δὲ ἐφεξῆς τοῖς Β ἐφ’ ᾧ Γ, καὶ ἔτι οἱ ἐφεξῆς τοῖς Γ ἐφ’ ᾧ Δ. οἱ μὲν οὖν ἐφ’ ᾧ Δ, οἳ καὶ ἔσχατοί εἰσι, μείζους τῶν λοιπῶν τυγχάνουσιν ἕξ· οἱ δὲ ἐφ’ ᾧ Γ μείζους μὲν τῶν ἐφ’ ᾧ Β ὡς συνυπηρετοῦντες τοῖς ἐσχάτοις τοῖς ἐφ’ ᾧ Δ, ἐλάττονες δὲ τῶν ἐφ’ ᾧ Α. σαφῆ δὲ τὰ ἑξῆς. κοτυληδόνες δὲ καὶ πλεκτάναι ἐκ παραλλήλου κεῖνται τὸ αὐτὸ σημαίνουσαι. ὥσπερ δέ, φησί, τὰ πλεγμάτια, ἃ ἐποίουν οἱ ἀρχαῖοι ἰατροί, δύναμιν εἶχον τοῦ κατέχειν καὶ μὴ ἐᾶν ἐξέρχεσθαι ἢ ὅλως κινεῖσθαι τὸν ἐμβληθέντα δάκτυλον ἐν αὐτοῖς, ὥστε τμηθῆναι ἢ καυθῆναι ἢ ἄλλως πως θεραπευθῆναι, οὕτω καὶ αἱ πλεκτάναι πεπλεγμέναι εἰσὶν ὑπὸ τῆς φύσεως ἐκ τῶν ἰνῶν,2 αἷς πλεκτάναις ἕλκουσι τὰ προσπίπτοντα· περιλαμβάνουσι γὰρ αἱ πλεκτάναι τὸ προσπῖπτον, ὅταν οἱ πολύποδες οὐκ ὦσιν ἐκτεταμένοι. οἷόν τι ἐθεασάμην καὶ ἐγὼ ποιοῦντας τοὺς παῖδας ἐν ταῖς παιδιαῖς· οὗτοι γὰρ ἔκαμπτον τὸν μέγαν δάκτυλον τῆς χειρός, εἶτα ἐν τῇ καμπῇ ἐτίθουν μικρὸν ξυλάριον ὄρθιον κατὰ κάθετον ἱστῶντες αὐτό, εἶτα ἐξέτεινον τὸν δάκτυλον ἐκ περιφεροῦς εὐθύ, καὶ οὕτως κατείχετο ὑπὸ τῆς τοῦ δακτύλου τάσεως, ὥστε ἵστατο ὄρθιον. τοιοῦτον δὴ συμβαίνει καὶ ἐπὶ τῶν πολυπόδων. ἅπτονται γὰρ ἀλλήλων αἱ πλεκτάναι τεταμένων ὄντων τῶν ποδῶν· ἐπειδὰν δὲ κάμψωσιν αὐτούς, ἀνοίγονται καὶ ἀπ’ ἀλλήλων ἀφίστανται· ὅταν δὲ ἐντὸς τῶν διαλειμμάτων ἐμπέσῃ τι, ἐκτείνουσι καὶ συνέχεται τὸ ἐμπεσόν, ὥσπερ καὶ τὸ εἰρημένον ξύλον ὑπὸ τοῦ μεγάλου δακτύλου. λέγει δὲ καὶ τοὺς πολύποδας τοὺς ἔχοντας λεπτοὺς καὶ προμήκεις τοὺς πόδας,3 μονοκοτύλους εἶναι οὐ διὰ τὸ βέλτιον εἶναι τὸ μονοκοτύλους εἶναι τοῦ δικοτύλους (βέλτιον γὰρ μᾶλλον τὸ δικοτύλους εἶναι τοῦ μονοκοτύλους), ἀλλ’ ὅτι ἀνάγκη οὕτως ἔχειν διὰ τὸν ἴδιον τῆς οὐσίας λόγον· ἐν τούτῳ γὰρ τὸ εἶναι ἔχουσιν, ὥσπερ καὶ τὰ ἄναιμα ἐν τῷ μὴ ἔχειν αἷμα. λέγει δὲ καὶ περὶ τῶν ἐλαττόνων τευθίδων ὅτι τοῦτο δὲ ἔχουσι, λέγων τοῦτο τὸ πλατὺ πτερύγιον· ἔχουσιν οὖν τὸ πτερύγιον πλατύ, ἵνα χρῶνται αὐτῷ ὥσπερ τινὶ κώπῃ πρὸς τὴν νεῦσιν. σαφῆ δὲ τὰ ἑξῆς.

他说乌贼与枪乌贼不同于章鱼,因为前者仅是游泳性的,而章鱼既是游泳性的又是步行的。并且他说明了它们如何不同:乌贼和枪乌贼虽然与章鱼一样是八足的(因为章鱼也是八足的),但它们牙齿上方的足较大,而在这些——即位于牙齿上方的足中,最外侧的足更大;此外,在这八只足中,它们以下方的两只为最大,这两只下方的足甚至比上方两只大足还要大,而其余的足则较小;相反,章鱼则不同,中间的四只足大,而两端的足小。在说明了枪乌贼和乌贼拥有下方的两只足为最大且大于上方两只大足之后,他补充了为何如此的原因,说:“因为正是这些足最能承受并移动整个身体的负荷与重量”;而在中间的足当中,尤其最外侧的两只足比它们前方的足更大,乃是因为它们共同协助承受身体的重量并加以移动,正是因为它们协助了比上方大足更大的最外侧足。因此,概括而言,枪乌贼和乌贼的足如下分布:位于牙齿上方的两只较大,紧接其后的、亦即位于牙齿下方的足则较小;接下来的两只足比它们前面的足大,因为它们协助紧接其后的足;而再次紧接其后的两只足则是所有足中最大的。假定位于牙齿上方的两只足标为 Α,紧接其后的标为 Β,紧接 Β 的标为 Γ,进而紧接 Γ 的标为 Δ。那么标为 Δ 的足(它们也是最外侧的)便比其余的足更大;而标为 Γ 的足比标为 Β 的足大,因为它们协助标为 Δ 的最外侧足,但比标为 Α 的足小。随后的文句是显而易见的。“吸盘”与“腕足”在此并列使用,表示同一事物。他说,正如古代医生所制作的编织套具有固定并不让插入其中的手指脱出或完全动弹的能力,以便进行切割、灼烧或以其他方式进行治疗,自然亦同样用纤维编织了腕足,它们凭借这些腕足拉引碰触到的物体;因为当章鱼未伸展时,腕足便包裹住碰触到的物体。这正如同我自己曾见孩童在游戏中做过的事情:他们弯曲手的大拇指,然后在弯曲处垂直竖立一根小木棍,接着将手指由弯曲伸直,木棍便因手指的紧绷而被固定住,以致直立不倒。章鱼身上所发生的情况也正是如此。因为当足伸直时,腕足相互接触;而一旦它们弯曲足,腕足便张开并相互分离;当有物体落入间隙之内时,它们便伸展[足],落入之物遂被固定住,正如前述木棍被大拇指固定一样。他还说,那些具有纤细且长足的章鱼是单排吸盘的,并非因为单排吸盘优于双排吸盘(因为双排吸盘反倒优于单排吸盘),而是由于其实体固有的定义而必然如此;因为它们的存在正是在此之中,犹如无血动物的存在在于不具有血液一样。关于较小的枪乌贼,他亦说“它们拥有这个”,所谓“这个”是指宽大的鳍;因此它们拥有宽大的鳍,以便将其作为游泳时类似桨的工具使用。随后的文句是显而易见的。

语法注3 条
  1. 4.13ἐφ’ ᾧ Α

    无先行词的中性单数与格关系代词 ᾧ 与前置词 ἐπί 连用,构成几何学与逻辑学中指定字母标签的固定句式,意为“被标为/由……表示的”。在此用于将相继的各对足分别指定为 Α、Β、Γ、Δ。

  2. 4.13ὥσπερ δέ, φησί, τὰ πλεγμάτια, ἃ ἐποίουν οἱ ἀρχαῖοι ἰατροί, δύναμιν εἶχον τοῦ κατέχειν καὶ μὴ ἐᾶν ἐξέρχεσθαι ἢ ὅλως κινεῖσθαι τὸν ἐμβληθέντα δάκτυλον ἐν αὐτοῖς, ὥστε τμηθῆναι ἢ καυθῆναι ἢ ἄλλως πως θεραπευθῆναι, οὕτω καὶ αἱ πλεκτάναι πεπλεγμέναι εἰσὶν ὑπὸ τῆς φύσεως ἐκ τῶν ἰνῶν

    该长句的骨架为 ὥσπερ ... οὕτω καί ... 引导的类比结构。从属节中,带冠词不定式短语 τοῦ κατέχειν καὶ μὴ ἐᾶν 作名词 δύναμιν 的同位/说明性属格,其后接宾格不定式结构 τὸν ἐμβληθέντα δάκτυλον ... ἐξέρχεσθαι ἢ ὅλως κινεῖσθαι。末尾由 ὥστε 引导的从句表目的或结果,规定了外科操作(切除、灼烧或治疗)得以进行的前提状态。

  3. 4.13τοὺς ἔχοντας λεπτοὺς καὶ προμήκεις τοὺς πόδας

    在分词 ἔχοντας 的宾语结构中,名词 τοὺς πόδας 带有冠词,而并列的形容词 λεπτοὺς καὶ προμήκεις 无冠词且置于其前。这是典型的表语位置(predicative position),构成带有宾语补足语的双重宾格结构,表示“足部细长”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:82.18-83.30