← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§81.19-82.17

线圆几何类比下软体动物的身体构造

米海尔借助由直线 Α Β Γ Δ 弯曲成圆的几何类比,对比了有血动物的直线形身体轴线与软体类及螺类的环状收拢构造,阐明尽管内脏的排列法则在本质上相同,但它们在外部形态和器官位置上呈现出颠倒的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12#2

καὶ πῶς ὡμοίωται τὰ μαλάκια τῶν στρομβωδῶν τοῖς ἔχουσι τὴν ἑλίκην, καὶ ταῦτα τοῖς μαλακίοις, ἐπάγει λέγων ἀμφοτέρων γὰρ τοῦτον ἔχει τὸν τρόπον ἡ φύσις, λέγων ἀμφότερα τὰ στρομβώδη τὰ ἔχοντα τὴν ἑλίκην καὶ τὰ μαλάκια. ἀμφοτέρων οὖν τῶν στρομβωδῶν καὶ τῶν μαλακίων ἡ φύσις τοῦτον ἔχει τὸν τρόπον, ὥσπερ εἴ τις νοήσειεν1 εὐθεῖάν τινα ὅπερ ἐφ’ ἡμῖν τε καὶ τοῖς τετράποσι καὶ ἄλλοις πάνυ πολλοῖς, τὴν Α Β Γ Δ, καὶ ἐπὶ μὲν τῷ ἄνω ἄκρῳ τῆς εὐθείας τῷ Α νοήσειε κείμενον τὸ στόμα, ἐπὶ δὲ τῷ Β τὸν στόμαχον, ἐπὶ δὲ τῷ Γ τὴν κοιλίαν, ἀπὸ δὲ τοῦ Γ ἄχρι τοῦ Δ τὸ λοιπὸν μέρος τοῦ σώματος ἅπαντος, ὡς νοεῖσθαι τὸ Δ ἐφ’ ἡμῶν μὲν τοὺς πόδας, ἐπὶ δὲ ὄφεων τὸ πέρας τῆς οὐρᾶς καὶ ἁπλῶς ἐπὶ πάντων τὸ ἔσχατον τοῦ σώματος ἑκάστου, ἔπειτα νοήσειε τὸ Δ ὅτι συνήχθη καὶ συνήφθη τῷ Α, καὶ γέγονεν ὁ Α Β Γ Δ κύκλος. ὡς οὖν ἐπὶ τούτων, τοιοῦτόν τι χρὴ νοεῖν καὶ ἐπὶ τῶν μαλακίων καὶ τῶν στρομβωδῶν, καὶ τὴν μὲν Α Β Γ Δ εὐθεῖαν ὑπονοεῖν ἄνθρωπον ἢ ὄφιν ἢ ἄλλο τι τῶν προμηκῶν ζῴων, τὸν δὲ Α Β Γ Δ κύκλον τὰ μαλάκια καὶ τὰ εἰρημένα στρομβώδη, ἔχοντα συνηγμένα τὸ Δ ἤτοι τὸ κάτω πρὸς τὸ Α τὸ στόμα ἢ τὴν κεφαλήν. ἀλλὰ τὰ μὲν τῶν ἐναίμων τοῦτον ἔχει τὸν τρόπον, ὃν εἴπομεν ἐπὶ τῆς Α Β Γ Δ, καὶ περὶ τοῦτο, τουτέστι περὶ τὸ μέρος τὸ ἀπὸ τῆς κεφαλῆς ἄχρι τοῦ πόρου, ᾗ τὸ περίττωμα ἀφίεται, ἔχουσί τε τὸ εἶναι,2 καὶ ἄνευ τούτου οὐδέν τι τῶν ζῴων δύναται εἶναί τε καὶ ζῆν. τὰ δὲ λοιπὰ μόρια, οἷον πόδες, χεῖρες, τούτων τε χάριν εἰσί, λέγω δὴ τῆς κεφαλῆς καὶ παντὸς τοῦ θώρακος, καὶ ἕνεκα τοῦ κινεῖσθαι. βούλεται δὲ καὶ ἐν τοῖς μαλακίοις καὶ μαλακοστράκοις καὶ ἐντόμοις ἡ εὐθυωρία τῶν σπλάγχνων καὶ πάντων τῶν ἐντὸς τὸν αὐτὸν ἔχειν τρόπον,3 καὶ εἶναι πρῶτον μὲν τὸν στόμαχον, εἶτα τὴν κοιλίαν, εἶτα τὸ ἔντερον τὸ ἀπὸ τῆς κοιλίας ἄχρι τοῦ πόρου, ᾗ τὸ περίττωμα ἀφίεται, διατεῖνον· ἀλλὰ διὰ τὸ συνῆχθαι τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν ἢ τὰ κάτω πρὸς τὰ ἄνω οὐ δοκεῖ τοῦτον ἔχειν τὸν τρόπον. καὶ τὰ μὲν ἐντὸς βούλεται ὁμοίως ἔχειν, τὰ δὲ ὄργανα οἷς χρῶνται πρὸς τὰς ὑπηρεσίας τὰς ἐκτὸς τά τε ἔναιμα καὶ τὰ μαλάκια καὶ τὰ στρομβώδη διαφέρουσι· καὶ πρὸς τούτοις, ὥσπερ εἴρηται, τὰ μαλάκια καὶ στρομβώδη τῶν ὀστρακοδέρμων ἔχει μὲν ἑαυτοῖς, τουτέστιν ἀλλήλοις, παραπλησίως, τούτοις δὲ ἤγουν τοῖς ἐναίμοις δὲ ἀντεστραμμένως· τῶν μὲν γὰρ μαλακίων καὶ στρομβωδῶν κέκαμπται τὰ κάτω πρὸς τὰ ἄνω, τῶν δὲ ἐναίμων οὐδαμῶς. σημειωτέον δὲ ὅτι τὴν Α Β Γ Δ εὐθεῖαν νῦν Ε ἐκάλεσε. σαφῆ δὲ τὰ ἑξῆς.

为了说明软体类如何同化于螺类中具有螺旋者,以及后者如何同化于软体类,他接着说道:“因为二者的本性皆是如此”,他所说的“二者”是指具有螺旋的螺类与软体类。因此,螺类与软体类二者的本性皆是如此:犹如有人设想一条直线,正如在我们、四足动物以及极多其他动物身上所见的那样,即 Α Β Γ Δ,并设想口位于直线的上端点 Α,食道位于 Β,胃位于 Γ,而自 Γ 直至 Δ 为整个身体的其余部分,以致 Δ 在我们身上被设想为双足,在蛇身上被设想为尾端,而在所有动物身上径直被设想为各自身体的末端,接着设想 Δ 被收拢并连接于 Α,从而形成了圆圈 Α Β Γ Δ。因此,正如在这些情形中一样,在软体类与螺类身上亦当设想类似的情形,将直线 Α Β Γ Δ 设想为人、蛇或其他某种狭长的动物,而将圆圈 Α Β Γ Δ 设想为软体类及前述螺类,其具有被收拢朝向 Α(即口或头部)的 Δ(即下部)。然而,有血动物的身体部分乃是按照我们关于 Α Β Γ Δ 所述的方式构成的,并且围绕着这一部分,即围绕着从头部直至排泄残余物的排泄孔这一部分,它们拥有其存在,若无此部分,则没有任何动物能够存在和存活。而其余部分,例如足与手,乃是为了这些部分,我是说为了头部和整个胸部,并且为了运动而存在的。但在软体类、软甲类和昆虫类中,内脏及所有内部器官的笔直排列亦趋向于具有同样的方式,即首先是食道,其次是胃,然后是从胃延伸至排泄残余物的排泄孔的肠;但由于后部朝向前部、或下部朝向上部收拢,故而看起来并非如此。虽然内部器官趋向于相似,但在用于外部职能的器官方面,有血动物、软体类和螺类则有所差异;除这些之外,如前所述,软体类和壳皮类中的螺类彼此之间(亦即相互之间)具有相似的分布,但相对于这些(即有血动物)而言则是颠倒的;因为软体类和螺类的下部朝向上部弯曲,而有血动物则绝非如此。应当注意的是,他现在将直线 Α Β Γ Δ 称为 Ε。随后的文句是显而易见的。

语法注3 条
  1. 4.12ὥσπερ εἴ τις νοήσειεν

    由 ὥσπερ εἴ τις νοήσειεν(犹如有人设想……一般)引导的长假想句。主动词 νοήσειεν(祈愿语气不定过去时)带宾语 εὐθεῖάν τινα ... τὴν Α Β Γ Δ(直线 Α Β Γ Δ),随后并列由 νοήσειε 支配的“宾格+分词”结构(如 κείμενον τὸ στόμα 等),最终以 ἔπειτα νοήσειε τὸ Δ ὅτι συνήχθη ... καὶ γέγονεν ὁ Α Β Γ Δ κύκλος 统辖带有预取宾格(τὸ Δ)的 ὅτι 从句,构成完整的几何类比骨架。

  2. 4.12περὶ τοῦτο ... ἔχουσί τε τὸ εἶναι

    τὸ εἶναι(存在)作为名词化不定词作动词 ἔχουσι 的宾格宾语,意为“围绕着此部分拥有其存在”(即生命存在的核心在此)。介词短语 περὶ τοῦτο 因强调而前置,并在 τουτέστι 之后具体解释为“从头部直至排泄孔这一部分”。

  3. 4.12βούλεται δὲ καὶ ἐν τοῖς μαλακίοις ... τὴν αὐτὸν ἔχειν τρόπον

    βούλεται(趋向于,字面义“意欲、愿望”)的主语是主格名词 ἡ εὐθυωρία(笔直排列);在亚里士多德自然哲学用语中,βούλεται 以事物为主语时表达目的论上的自然倾向(“趋向于……”)。它先支配补充不定词短语 τὸν αὐτὸν ἔχειν τρόπον,随后由 καί 并列连接带不定词的宾格结构(εἶναι πρῶτον μὲν τὸν στόμαχον ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:81.19-82.17