← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§83.31-85.5

头部与各器官的配置及身体比例与智力

本节注解亚里士多德《动物之构造》686a6及随后的内容,阐明脑的作用与头部的定位,论证口、胃与心脏布局的必然性,并解释人类与四足动物上下肢体比例的差异、侏儒特征与智力的关系,以及体热减少与多足构造之间的关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14

Ἀνάγκη δέ, φησί, τοῦτο τὸ μόριον, λέγων τοῦτο τὸ μόριον τὸν ἐγκέφαλον, ἀνάγκη οὖν τὸν ἐγκέφαλον ὑπάρχειν τοῖς ἐναίμοις, ἵνα καταψύχῃ τὴν καρδίαν. ἀντικείμενον δὲ τόπον εἴρηκε τὴν κεφαλήν· ἡ γὰρ κεφαλὴ ἀντίκειται τῷ τόπῳ, ἐν ᾧ κεῖται ἡ καρδία, ὡς τὰ πρός τι· ἡ μὲν γὰρ ἄνω, ὁ δὲ κάτω. εἰπὼν δὲ καὶ περὶ τῆς κεφαλῆς καὶ τοῦ αὐχένος λέγει ἔτι δὲ τρίτον μόριον ὑπέθετο τὸ τὴν τῆς τροφῆς εἴσοδον δημιουργοῦν, τοῦτο δ’ ἐστὶ τὸ στόμα. καὶ λέγει τὰς αἰτίας δι’ ἃς τὸ στόμα ἐνταῦθα κεῖται, ἐν ᾧ ἔστι, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν, καί φησιν οὔτε γὰρ ἄνωθεν τῆς καρδίας καὶ τῆς ἀρχῆς ἐνεδέχετο τὴν κοιλίαν.1 εἰσὶ δὲ τὰ λεγόμενα διὰ τούτων τοιαῦτα· εἰ μὲν οὖν ἦν τὸ στόμα ἐν τῷ βρέγματι ἢ τῇ κορυφῇ, ἔδει τὴν κοιλίαν ἄνωθεν κεῖσθαι τῆς καρδίας. οὐ γὰρ εἰκὸς ἦν τὸ μὲν στόμα κεῖσθαι ἐν τῇ κορυφῇ ἢ τῷ βρέγματι, τὴν δὲ κοιλίαν εἶναι ὅπου νῦν ἐστιν· οὕτω γὰρ ἂν πόρρω λίαν ἀπ’ ἀλλήλων ἦσαν τὸ στόμα καὶ ἡ κοιλία, οὐκ ἐνδέχεται δὲ πόρρω λίαν ἀπ’ ἀλλήλων διεστηκέναι, ὅπου γε ἔν τισιν, ὥσπερ τοῖς ἰχθύσιν, εὐθὺς μετὰ τὸ στόμα κεῖται. ἄνωθεν μὲν οὖν τοῦ ἐν ᾧ ἐστιν οὐκ ἐνδέχεται τὸ στόμα εἶναι· ἀλλὰ μὴν οὐδὲ τὴν κοιλίαν ἄνωθεν τῆς καρδίας δι’ ἃς εἴρηκε πρότερον αἰτίας. εἰ δὲ κάτωθεν τῆς καρδίας ἦν ἡ κοιλία, ὃν τρόπον καὶ ἐνδέχεται ἔχειν καὶ ἔχει, εἰ οὖν ὡς εἴρηται κάτωθεν ἦν τῆς καρδίας ἡ κοιλία καὶ τὸ στόμα ἔκειτο κάτωθεν τῆς καρδίας, ἀναγκαῖον ἦν τὴν κοιλίαν κατωτέρω κεῖσθαι, καὶ οὐχ οὗ νῦν κεῖται· εἰ δὲ τοῦτο, ἦν ἂν πολὺ τὸ μῆκος τοῦ σώματος καὶ ἀσύμμετρον. πρὸς δὲ τούτοις ἦν ἂν ἡ κοιλία καὶ πόρρω τῆς ἀρχῆς τῆς κινούσης καὶ πεττούσης· εἰ γὰρ τοῦ στόματος ὄντος κάτωθεν τῆς καρδίας ἀναγκαῖον ἦν τὴν κοιλίαν ἀφεστηκέναι τοῦ στόματος ὅσον καὶ νῦν ἀφέστηκε, πόρρω ἂν τῆς καρδίας ἦν ἡ κοιλία. κοινὴν δὲ αἴσθησιν ἢ τὴν ἁφὴν λέγει (ταύτην γὰρ ἔχουσι πάντα τὰ ζῷα) ἢ ὅπερ οἶμαι, ὁμοῦ πάσας τὰς πέντε.2 ὅτι δὲ τοῖς ἀνθρώποις τὸ ἀπὸ τῆς κορυφῆς ἄχρι τῆς ὀσφύος καὶ τοῦ ἤτρου ἔλαττόν ἐστιν τοῦ ἀπὸ τῆς ὀσφύος καὶ τοῦ ἤτρου ἄχρι τῆς πτέρνης, δῆλον· ὅτι δὲ καὶ πολυσαρκότερα τὰ κάτω τῶν ἄνω, ἐκδηλότερον. τὰ γὰρ ἰσχία (εἰσὶ δὲ ἰσχία, ὡς προϊὼν ἐρεῖ, ἡ εὐθὺς μετὰ τὴν ὀσφὺν πᾶσα σαρκώδης πρόσφυσίς τε καὶ προβολή, ὑφ’ ὧν καὶ τὰς καθέδρας ποιούμεθα, αἳ δὴ σάρκες καὶ ἰσχία καὶ πυγαὶ καλοῦνται) τὰ οὖν ἰσχία καὶ οἱ μηροὶ καὶ αἱ γαστροκνημίαι πολὺ τὸ σαρκῶδες πεπλουτήκασιν. ἀλλ’ ἐπὶ μὲν τῶν ἀνθρώπων οὕτως, ἐπὶ δὲ τῶν ἀλόγων καὶ τετραπόδων ἀνάπαλιν· τὸ μὲν γὰρ ἄνω μέγα (ἄνω λέγων τὸ ἀπὸ τῆς κεφαλῆς ἄχρι τῆς ἕδρας, δι’ ἧς ἐξέρχεται ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις), τὸ δὲ κάτω ἐστὶ τὰ σκέλη ἄσαρκα καὶ νευρώδη. λέγει δὲ τοὺς ἵππους ἢ μᾶλλον τοὺς ὄνους (ἐγὼ γὰρ ἑωράκειν ἵππον πρεσβύτην θίξαντα τῆς κεφαλῆς μετὰ τοῦ ὄπισθεν ποδός), λέγει δὴ τοὺς ὄνους, νέους μὲν ὄντας, θιγγάνειν τῆς κεφαλῆς μετὰ τοῦ ὄπισθεν ποδός, πρεσβυτέρους δ’ ὄντας ἀδυνατεῖν τοῦτο ποιῆσαι. καὶ τὰ μὲν οὖν μώνυχα καὶ διχηλὰ οὕτως ἔχουσι τὰ ἄνω καὶ τὰ κάτω· τὰ δὲ πολυδάκτυλα, οἷον κύνες καὶ τὰ ὅμοια τὴν τῶν ἄνω αὔξησιν πρὸς τὴν τῶν κάτω ἔλλειψιν σύμμετρον ποιοῦνται.3 λέγει δὲ καὶ πάντα τὰ ζῷα ἀφρονέστερα τῶν ἀνθρώπων εἶναι διὰ τὸ εἶναι νανώδη· καὶ ἐπ’ αὐτῶν δὲ τῶν ἀνθρώπων τὰ παιδία διὰ τὸ νάνα εἶναι ἀφρονέστερά εἰσι τῶν ἀνδρῶν, καὶ τῶν ἀνδρῶν οἱ νᾶνοι, κἂν ἰσχυροὶ τύχωσιν ὄντες, ὅμως ἀφρονέστεροί εἰσι τῶν μὴ νάνων. λέγει δὲ καὶ ὅτι ἐλάττονος γινομένης τῆς θερμότητος καὶ τὰ σώματα τῶν ζῴων ἐλάττονα γίνεται καὶ πολύποδα, καὶ τοῦτο εὐλόγως· οἱονεὶ γὰρ νεκρὰ ὄντα διὰ τὴν τοῦ θερμοῦ ὀλιγότητα δέονται πολυποδίας πρὸς τὸ κινεῖσθαι. δῆλα δὲ τὰ ἑξῆς.

他说,“并且这一部分是必然[存在]的”,所谓“这一部分”是指脑;因此,有血动物必然具有脑,以便冷却心脏。他将头部称为“相对的场所”;因为头部与心脏所在的场所相对立,如同关系者一样,因为一者在上,另一者在下。在论及头部与颈部之后,他说“他又设定了构成食物入口的第三个部分”,这就是口。并且他说明了口为何位于其所在之处,而既不更偏上也不更偏下的原因,并说“因为胃不可能[位于]心脏与本原之上”。通过这些话所表达的意思如下:如果口位于前囟或头顶,胃就必须位于心脏之上。因为口位于头顶或前囟而胃却在如今所在之处,这是不合情理的;因为这样一来,口与胃就会彼此相距过远,但它们不可能相距过远,既然在某些动物中,例如鱼类,胃紧接在口之后。因此,口不可能高于它所在的位置;但是,由于他此前说明的那些原因,胃也决不可能在心脏之上。但如果胃在心脏之下(这是既可能也是实际如此的状态),如果正如所说的那样,胃在心脏之下,并且口也位于心脏之下,那么胃就必然要位于更下方,而不能在它如今所在之处;如果这样,身体的长度就会过长且不成比例。此外,胃也会远离引起运动与消化的本原;因为如果在口位于心脏下方的情况下,胃与口的距离必须像如今这样远,那么胃就会远离心脏。所谓“共同的感觉”,他是指触觉(因为所有动物都具有这一感觉),或者如我所认为的,是指所有五种感觉的总和。在人类身上,从头顶到腰部和下腹部的长度小于从腰部和下腹部到脚跟的长度,这是显而易见的;而下部比上部多肉得多,则更为明显。因为臀部(正如他随后将要说的,臀部是指紧接腰部之后的所有多肉的附着物与隆起,我们正是借此坐下,这些肌肉确实被称为臀部与臀峰),因此臀部、大腿和小腿肚都极其富有肉质。在人类身上固然如此,但在无理性的四足动物身上则相反;因为上部庞大(所谓“上部”是指从头部到排出干燥食物残渣的排泄孔[肛门]),而作为下部的腿则是无肉且多筋的。他说马,或者更确切地说是驴(因为我自己曾见过一匹老马用后足碰到头),他确实说驴在幼年时能用后足碰到头,但年老后便无法做到这一点。独蹄动物和双蹄动物的上部与下部就是如此;而多趾动物,例如狗及类似动物,则使其上部的增大与下部的缺失保持相称。他还说,所有动物都比人类缺少智慧,乃是因为它们是侏儒状的;而在人类自身中,儿童因呈侏儒状而比成年男子缺少智慧,而在成年男子中,侏儒即便碰巧很强壮,也仍然比非侏儒缺少智慧。他还说,随着热量的减少,动物的身体也变得更小且多足,这亦是合乎情理的;因为由于热量稀少,它们宛如尸体,因而需要多足来进行运动。随后的文句是显而易见的。

语法注3 条
  1. 4.14οὔτε γὰρ ἄνωθεν τῆς καρδίας καὶ τῆς ἀρχῆς ἐνεδέχετο τὴν κοιλίαν

    无人称动词 ἐνεδέχετο 带宾格主语 τὴν κοιλίαν 构成宾格加不定式结构,但其中的不定式(εἶναι 或 κεῖσθαι)被省略。根据前文关于口与胃位置的讨论,需补充理解为“胃[位于]心脏之上是不可能的”。

  2. 4.14κοινὴν δὲ αἴσθησιν ἢ τὴν ἁφὴν λέγει (ταύτην γὰρ ἔχουσι πάντα τὰ ζῷα) ἢ ὅπερ οἶμαι, ὁμοῦ πάσας τὰς πέντε

    米海尔在此就亚里士多德原文中“共同的感觉”(κοινὴ αἴσθησις)所指的对象给出了两种句法与语义上的解释:是指触觉本身(因为触觉为所有动物共有),抑或指五种感觉的总体。在两种解释中,κοινὴν αἴσθησιν 均作为 λέγει 的宾语,而 ἢ τὴν ἁφήν ... ἢ ... πάσας τὰς πέντε 则充当表语性补足语。

  3. 4.14τὴν τῶν ἄνω αὔξησιν πρὸς τὴν τῶν κάτω ἔλλειψιν σύμμετρον ποιοῦνται

    中动动词 ποιοῦνται 支配双宾格结构,以 τὴν τῶν ἄνω αὔξησιν 为直接宾语,以 σύμμετρον 为表语性宾格。介词短语 πρὸς τὴν τῶν κάτω ἔλλειψιν 修饰形容词 σύμμετρον,构成“使其上部的增大与下部的缺失相称”的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:83.31-85.5