- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:80.12-81.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了章鱼等软体类动物躯干不规则、足部环绕头部与口部生长的原因,指出这是由于其后部向前部收拢聚合成圆形躯体所致,并藉此阐明了亚里士多德将螺类壳皮类动物与软体类进行形态比较的晦涩文意。
Λέγει δὲ τὰ μαλάκια τὸ κύτος τοῦ σώματος ἔχειν ἀδιόριστον· οὐ γὰρ ἔχει στέρνα ὡρισμένα καὶ διηρθρωμένα πλευράς τε καὶ τὰ λοιπά, ἀλλ’ ἀόριστα καὶ ἄδηλα, καὶ τούτου τοῦ κύτους ἔχει τοὺς πόδας ἔμπροσθεν περὶ τὴν κεφαλήν, ἐντὸς μέν, φησί, τῶν ὀφθαλμῶν, τουτέστιν οὐκ ἐγγὺς τῶν ὀφθαλμῶν, ἀλλ’ ὀλίγον πορρώτερον ἐπὶ τὸ ἔμπροσθεν, οἷον εἴ τις νοήσειε τὴν ἑαυτοῦ χεῖρα τὸ κύτος τοῦ πολύποδος,1 ἐν δὲ τῷ ἄκρῳ ἑνὸς τῶν δακτύλων τοὺς ὀφθαλμούς, ἐν δὲ τῇ καμπῇ τοῦ πρώτου κονδύλου τοῦ μετὰ τὸν ὄνυχα τοὺς πόδας, καὶ λέγει ὅτι ἐντὸς τῶν ὀφθαλμῶν εἰσιν οἱ πόδες, τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῶν πολυπόδων· ἢ τὸ ἐντὸς ἀντὶ τοῦ ἔμπροσθεν. ἔχουσι μὲν οὖν, ὡς εἴρηται, τοὺς πόδας ἐντὸς τῶν ὀφθαλμῶν, περὶ δὲ τὸ στόμα καὶ τοὺς ὀδόντας, τουτέστιν ἔχουσι μὲν ἐντὸς τῶν ὀφθαλμῶν, πλησίον δὲ καὶ ἐγγὺς τοῦ στόματος καὶ τῶν ὀδόντων· τὸ γὰρ περὶ τὸ στόμα ἴσον ἐστὶ τῷ πλησίον τοῦ στόματος. καὶ τὰ μὲν ἄλλα ζῷα, ὅσα ἔχει πόδας, τοὺς μὲν ἔχει ἔμπροσθεν, ὥσπερ τὰ τετράποδα, τοὺς δὲ ὄπισθεν, τὰ δὲ πάντας ἐκ τοῦ πλαγίου, ὡς τὰ ἄναιμα καὶ ὅλως τὰ πολύποδα. τὸ δὲ γένος τὸ τῶν πολυπόδων ἰδίως καὶ διαφερόντως παρὰ τὰ εἰρημένα ζῷα ἔχει τοὺς πόδας· πάντας γὰρ ἔχουσιν ἐπὶ τὸ καλούμενον ἔμπροσθεν. αἴτιον δὲ τοῦ πάντας ἔχειν τοὺς πόδας ἐπὶ τὸ καλούμενον ἔμπροσθεν, ὅτι τὸ ὄπισθεν συναχθὲν καὶ συναφθὲν τῷ ἔμπροσθεν καὶ ὡσπερεὶ κύκλος ἢ σφαῖρα τὸ ὅλον σῶμα γενόμενον ἀνάγκη καὶ τοὺς πόδας ἔχειν κύκλῳ.2 ὥσπερ γὰρ εἰ ἦν ὄφις ἐν θατέρῳ μέρει οἷον ἀπὸ τῆς κεφαλῆς ἄχρι τῆς οὐρᾶς ἔχων τρίχας, καὶ συνήγαγε τὴν κεφαλὴν αὐτοῦ πρὸς τὴν οἰκείαν οὐράν, ὥστε κύκλον ἀποτελέσαι, ἀνάγκη καὶ τὰς τρίχας κύκλον ἀποτελέσαι, οὕτω καὶ ἐπὶ τούτων συμβέβηκε τῶν πολυπόδων καὶ τοῖς ποσὶν αὐτῶν, ὅπερ δὴ συμβέβηκε καὶ ἐπὶ τῶν ὀστρακοδέρμων τοῖς στρομβώδεσι· καὶ ἐπὶ τούτων γὰρ συνῆκται τὸ ὄπισθεν πρὸς τὸ ἔμπροσθεν. ὅλως γὰρ τὰ ὀστρακόδερμα κατά τι μὲν τοῖς μαλακοστράκοις ἐοίκασι, κατά τι δὲ καὶ τοῖς μαλακίοις.3 ᾗ μὲν γὰρ ἔξωθεν ἔχουσι τὸ γεῶδες, ἐντὸς δὲ τὸ σαρκῶδες, ἐοίκασι τοῖς μαλακοστράκοις (καὶ γὰρ καὶ οἱ κάραβοι καὶ οἱ καρκίνοι καὶ πάντα τὰ μαλακόστρακα ἐντὸς μὲν ἔχει τὸ σαρκῶδες, ἐκτὸς δὲ τὸ γεῶδες), κατὰ δὲ τὸ σχῆμα καὶ τὸ συναχθῆναι καὶ συναφθῆναι τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν, καὶ οἱονεὶ κύκλον τὸ ὅλον αὐτῶν σῶμα γενέσθαι ἐοίκασι τοῖς μαλακίοις· τοῦτο γὰρ βούλεται δηλοῦν διὰ τοῦ τὸ δὲ σχῆμα τοῦ σώματος ὃν τρόπον συνέστηκε, τοῖς μαλακίοις, τρόπον μέν τινα πάντα, καὶ διὰ τῶν ἑξῆς. ἀσαφῶς δὲ ἑρμηνευθὲν κατὰ μὲν τὴν διάνοιαν σεσαφήνισται ὅτι κατὰ τὸ κυκλικὸν σχῆμα ἔοικε τοῖς μαλακίοις, τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτ’ ἂν εἴη· ‘κατὰ δὲ τὸ σχῆμα τοῦ σώματος πάντα συνέστηκε τὰ ὀστρακόδερμα τοῖς μαλακίοις, τουτέστι τὸν ὅμοιον τρόπον τοῖς μαλακίοις, καὶ τὰ μαλάκια τοῖς μαλακοστράκοις· ἀμφοτέρων γὰρ τὰ ὄπισθεν συνῆκται πρὸς τὰ ἔμπροσθεν, καὶ ἐοίκασι κύκλῳ· καὶ τρόπον μέν τινα κατὰ τὸ σχῆμα πάντα συνέστηκεν ὁμοίως τοῖς μαλακίοις, μάλιστα δὲ ἀπὸ τῶν στρομβωδῶν ὡμοίωται τοῖς μαλακίοις τὰ ἔχοντα τὴν ἑλίκην’.
他说,软体类动物身体的躯干是未分化的;因为它们没有界限分明且关节分明的胸部、肋骨及其他部分,而是不定且不显明的,并且在这躯干上,它们将足长在前端头部周围,他说,“在眼之内侧”,亦即并非紧挨着眼睛,而是稍稍向前方偏远一些——犹如有人将自己的手想象为章鱼的躯干,将眼睛置于一指之尖端,将足置于指甲后第一指节的弯曲处,并说足在眼之内侧一般,章鱼身上的情形亦大抵如此;或者“内侧”乃是用来替代“前方”。因此,如前所述,它们将足长在眼之内侧,而在口与齿的周围;也就是说,它们固然长在眼之内侧,但贴近且紧靠着口与齿;因为“在口周围”等同于“在口附近”。在具有足的其他动物中,有些如四足动物那样将一部分足长在前方,另一部分长在后方,而另一些则如无血动物及一般的多足类那样,将所有的足长在侧面。但章鱼一类拥有足的方式却特殊且迥异于前述动物;因为它们将所有的足都长在所谓的正面。而将所有的足长在所谓的正面的原因在于,后部被收拢并连接于前部,整个身体形如圆圈或球体,因而足部亦必然呈环状分布。正如若有一条蛇在其身体一侧(例如从头部直至尾部)长有毛发,并且它将自己的头部收拢朝向自己的尾部以构成一个圆圈,那么毛发亦必然构成一个圆圈,在这些章鱼及其足部上所发生的情形亦是如此——这一现象确实亦发生在壳皮类中的螺类身上;因为在它们身上,后部亦朝向前部收拢。大体而言,壳皮类动物在某一方面类似于软甲类,在另一方面亦类似于软体类。因为就其外部具有土性成分而内部具有肉性成分而言,它们类似于软甲类(因为龙虾、蟹类及所有软甲类皆内部具有肉性成分,外部具有土性成分);而就其形状以及后部朝向前部收拢连接、其整个身体宛如一个圆圈而言,它们则类似于软体类;因为他正是意图借由“至于身体的形状以何种方式构成,则在某种方式上全都[类似于]软体类”以及随后的文句来表明这一点。此句虽然表述晦涩,但就文意而言已被阐明:它们在环形形状上类似于软体类;而就文词而言,则当作如下理解:“就身体的形状而言,所有壳皮类皆构造成类似于软体类,即以类似于软体类的方式,而软体类亦类似于软甲类;因为二者的后部皆朝向前部收拢,且形如圆圈;而在某种方式上,就形状而言,所有[壳皮类]皆与软体类构成相似,但在螺类中,具有螺旋者最为同化于软体类”。
- 4.12οἷον εἴ τις νοήσειε τὴν ἑαυτοῦ χεῖρα τὸ κύτος τοῦ πολύποδος
动词 νοήσειε(不定过去时祈愿语气)的重宾格结构,其中 τὴν ἑαυτοῦ χεῖρα 为直接宾语,τὸ κύτος τοῦ πολύποδος 为宾语补足语(谓语性宾格),意为“犹如有人将自己的手想象为章鱼的躯干”。
- 4.12ὅτι τὸ ὄπισθεν συναχθὲν καὶ συναφθὲν τῷ ἔμπροσθεν καὶ ὡσπερεὶ κύκλος ἢ σφαῖρα τὸ ὅλον σῶμα γενόμενον ἀνάγκη καὶ τοὺς πόδας ἔχειν κύκλῳ
分词 συναχθέν、συναφθέν 和 γενόμενον 为中性主格单数,分别修饰 τὸ ὄπισθεν 和 τὸ ὅλον σῶμα。在表示原因的 ὅτι 从句中,这些分词短语前置以说明前提或条件,随后衔接非人称结构 ἀνάγκη [ἐστί] 搭配不定式 ἔχειν,呈现出类似主格独立分词的破格句结构。
- 4.12τὸ δὲ σχῆμα τοῦ σώματος ὃν τρόπον συνέστηκε, τοῖς μαλακίοις
引自亚里士多德原文(684b16-17)。本应作为主语的名词短语 τὸ δὲ σχῆμα τοῦ σώματος 被先置(prolepsis)于关系从句 ὃν τρόπον συνέστηκε 之前,支配 τοῖς μαλακίοις 的谓语动词(如 ἔοικε)被高度凝缩地省略。米海尔在下文中随即对这一难解句式作了展开与转述。
