← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§78.24-80.11

昆虫螫针与附肢及甲壳类器官的功能

米海尔注解了亚里士多德《动物部分论》683a8–683b24,阐明了昆虫螫针位置(体内或体外、前部或后部)的目的论原因、自然对器官专门化配置的原则(与铁匠制造的叉形灯架相对比)、昆虫足部的清理动作与跳跃机制,以及壳皮类和软甲类各部分(口、螯肢、游走足、雌性抱卵构造)的功能差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10

Λέγει δὲ τὰς μελίττας ἐν ἑαυταῖς ἔχειν τὸ κέντρον, ἀλλ’ οὐκ ἐκτός. καὶ μίαν μὲν ἐπήγαγε τοῦ ἐντὸς ἔχειν τὸ κέντρον αἰτίαν τὸ εἶναι πτηνά· πτηνὰ γὰρ ὄντα δύναται φεύγειν τὰ ἐπιβουλεύοντα, ἕως ἂν ἐκβάλωσι τὰ κέντρα πρὸς ἄμυναν, ὥστε οὐκ ἀνάγκη ἐκτὸς καὶ ἕτοιμον ἔχειν τὸ κέντρον. ἄλλην δὲ πάλιν αἰτίαν ἐπήγαγε λίαν σαφῶς αὐτὴν ἑρμηνεύσας. ἀλλὰ ταύταις μὲν οὐκ ἀνάγκη τὸ κέντρον ἐκτὸς ἔχειν, τοῖς δὲ σκορπίοις πεζοῖς οὖσι καὶ μὴ δυναμένοις τάχιον ὑπὸ τῶν ἐπιβουλευόντων ἀμύνεσθαι, ἀναγκαῖον ἐπὶ ταῦτα, τουτέστιν ἐκτὸς ἔχειν τὸ κέντρον. εἰ δὲ μή, οὐκ ἂν εἴη χρήσιμον αὐτοῖς· φονευθήσονται γὰρ θᾶττον τοῦ ἐκβαλεῖν τὸ κέντρον.1 τὰ δὲ μικρὰ καὶ δίπτερα καὶ διὰ τοῦτο ἀσθενῆ λέγει ἔχειν ἔμπροσθεν τὸ κέντρον· μόλις γὰρ δύναται καὶ τοῖς ἔμπροσθεν τύπτειν δι’ ἀσθένειαν· τὰ γὰρ ἐκ τῶν ὄπισθεν τύπτοντα ἰσχυρὰ πάντα. λέγει δὲ καὶ ὅτι βέλτιόν ἐστιν, ἐν οἷς ἐνδέχεται μὴ τὸ αὐτὸ ὄργανον ἔχειν ἐπὶ ἀνομοίας χρήσεις, ἔχειν ἄλλο πρὸς ἄλλην. ᾗ γὰρ ἐνδέχεται εἰς δύο πράξεις δύο ὄργανα εἶναι, οἷον ἄλλο μὲν πρὸς τὸ ὁρᾶν, ἄλλο δὲ πρὸς τὸ ἀκούειν, οὐκ εἴωθεν ἡ φύσις ἓν ποιεῖν καὶ τὸ αὐτό, οἷον οὖς καὶ πρὸς τὸ ἀκούειν καὶ πρὸς τὸ ὁρᾶν, ἀλλ’ ὥσπερ εἴρηται, ἄλλο μὲν πρὸς τὴν ἄκουσιν, ἄλλο δὲ πρὸς τὴν ὅρασιν ἀποδίδωσιν. οὐ γάρ ἐστιν ἡ φύσις εὐτελὴς καὶ φειδωλός, ἵνα τὸ αὐτὸ καὶ ἓν ὄργανον ἀπεργάσηται πρὸς δύο πράξεις ὥσπερ ἡ χαλκευτική· ἐκείνη γὰρ διὰ μικροπρέπειαν καὶ φειδωλίαν ἀπεργάζεται πρόμηκες σιδήριον, καὶ χρῆται τῷ αὐτῷ καὶ ἑνὶ προμήκει σιδηρίῳ καὶ ὡς λύχνῳ καὶ ὡς ὀβελίσκῳ, ὃ δὴ καὶ ὀβελισκολύχνιον ἐπονομάζεται. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ ἀεὶ γὰρ χαρακίζουσιν αἱ μυῖαι τοῖς προσθίοις σκέλεσι, τὸ δὴ χαρακίζουσιν ἴσον ἐστὶ τῷ ἀποκαθαίρουσιν·2 ἀεὶ γὰρ ἀποκαθαίρουσι τοὺς ὀφθαλμοὺς τοῖς προσθίοις σκέλεσιν. ὡς γὰρ οἱ χάρακες ἀπερύκουσι τοὺς πολεμίους, οὕτω καὶ τὰ πρόσθια σκέλη τῶν μυιῶν ἀποδιώκουσι τὰ προσπίπτοντα τοῖς ὀφθαλμοῖς. ὅτι δέ, φησί, καὶ τὰ ὀπίσθια σκέλη μείζω ἐστὶν διὰ τὸ αἴρεσθαι ἀπὸ τῆς γῆς, μᾶλλον δῆλον ἐπὶ τῶν πηδητικῶν, οἷον ἐπὶ τῶν ἀκρίδων καὶ ψυλλῶν. ὅταν γὰρ κάμψαντα τὰ ὀπίσθια σκέλη καὶ ταπεινότερα γενόμενα ἐκ τῆς καμπῆς πάλιν ἐκτείνῃ, ἀνάγκη αἴρεσθαι μᾶλλον· εἰ γὰρ κάμψαντα ταπεινοῦται καὶ ἴσα ἐκ τῆς καμπῆς γένηται τοῖς προσθίοις τὰ ὀπίσθια, ἀνάγκη ἐκταθέντα αἴρεσθαι καὶ ὑψηλότερα γίνεσθαι τὰ ὀπίσθια τῶν προσθίων. οὐκ ἔχουσι δὲ τὰ πηδαλιώδη σκέλη ἔμπροσθεν αἵ τε μυῖαι καὶ ἀκρίδες καὶ αἱ ψύλλαι καὶ τὰ ὅμοια, ἀλλ’ ὄπισθεν, ὅτι ἀνάγκη τὴν καμπὴν εἴσω, τουτέστι πρὸς τὴν κοιλίαν καὶ τὰ στέρνα ἔχειν, οὐδὲν δὲ τῶν τοιούτων ζῴων τὰ πρόσθια σκέλη ὑπὸ τὴν κοιλίαν καὶ τὰ στέρνα κάμπτει, ἀλλ’ εἰς τὰ πλάγια. τὴν δ’ ἀνάγκην τοῦ τὰ ὄπισθεν εἴσω κάμπτειν, τὰ δὲ πρόσθια εἰς τὰ σκέλη εἴρηκεν ἐν τῇ Περὶ ζῴων πορείας. σαφῆ δὲ τὰ ἑξῆς.

他说,蜜蜂将螫针藏于体内,而非体外。而作为将针置于体内的一个原因,他列举了它们具有飞翔能力;因为既然是飞翔性的,它们便能够在刺出螫针自卫之前逃离捕食者,因此没有必要在体外常备螫针。他又列举了另一个原因,并对其作了极清楚的解释。然而,对于这些[蜜蜂]而言没有必要将针露在体外,但对于身为陆行性且无法对捕食者迅速还击的蝎子而言,为了这些目的,亦即将针露在体外,则是必然的。若非如此,针对于它们便毫无用处;因为它们在刺出螫针之前就会更快被杀死。他又说,那些体型小、具双翅并因此脆弱的昆虫,将刺长在前端;因为由于脆弱,它们即便用前部刺击也十分吃力;而所有从后部刺击的生物都是强健的。他还说,在那些允许不使用同一器官执行不同用途的事物中,针对不同用途拥有不同[器官]是更好的。因为凡是在两个活动能够拥有两个器官的地方(例如一个用于看,另一个用于听),自然并不习惯制造同一种单一器官(例如让耳朵既用于听又用于看),而是正如所言,将一个赋予听觉,另一个赋予视觉。因为自然并不卑小与吝啬,不至于像锻铁术那样为了两项功用而制造同一个单一器官;锻铁术由于卑微与吝啬,打造一根长条形的铁棍,并将这根相同的单一长铁棍既用作灯架又用作烤叉,而这也确实被称作“叉形灯架”。随后的内容则是清晰的。至于“因为苍蝇总是用前足立桩防守”,所谓“立桩防守”(charakizein)等同于“清理”;因为它们总是用前足擦拭清理双眼。正如桩木能阻挡敌人一般,苍蝇的前足亦能驱除撞向眼睛的事物。他又说,后足较长以便从地面跃起这一特征,在跳跃性生物中(例如在蝗虫和跳蚤中)更为明显。因为当它们弯曲后足并通过屈曲使身位变低之后再次蹬伸时,必然会跃得更高;因为如果弯曲时变低、并通过屈曲使后足与前足齐平,那么一旦伸展,后部必然会抬起并高于前部。苍蝇、蝗虫、跳蚤及类似之物并不在前端具有桨状足,而是在后部,这是因为屈曲必然向内(即朝向腹部与胸部),而此类动物无一将前足向腹部与胸部下方弯曲,而是向两侧弯曲。至于后足向内弯曲而前足向[侧面的]足部方向弯曲的必然性,他已在《动物运动论》中阐明。随后的内容则是清晰的。

§4.11

Λέγει δὲ ὅτι πάντα τὰ τοῦ σώματος τῶν ὀστρακοδέρμων μόρια ἀνώνυμά ἐστι, πλὴν τοῦ δι’ οὗ δέχονται τὴν τροφήν· τοῦτο γὰρ μόνον καλεῖται στόμα. τὰ δὲ μαλακόστρακα πάντα πρὸς τῷ νευστικὰ εἶναι καὶ πορευτικά ἐστιν. ὅσα δέ, φησίν, ἔχει χηλάς, οὐ πρὸς τὸ πορεύεσθαι ἔχει αὐτάς, ἀλλὰ πρὸς τὸ λαμβάνειν· διὸ καὶ ἑλίσσουσι καὶ συστρέφουσιν αὐτὰς πρὸς τὸ στόμα, ὥσπερ καὶ ἡμεῖς τὰς χεῖρας. πλάτας δὲ λέγει τὰς κώπας. οἱ δὲ μικροὶ πάμπαν, φησί, καρκίνοι ἁλίσκονται διὰ τῶν μικρῶν ἰχθυδίων· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οἱ δὲ πάμπαν μικροὶ καρκίνοι, οἳ ἁλίσκονται ἐν τοῖς μικροῖς ἰχθυδίοις.3 ἢ τὸ λεγόμενον ἴσον ἐστὶν τῷ οἳ ἁλίσκονται μετὰ τῶν μικρῶν ἰχθυδίων· συναλίσκονται γὰρ ταῖς μικραῖς ἀθερίναις καὶ ἀμίαις καὶ τοῖς τοιούτοις. τὰ δὲ καραβοειδῆ λέγει ἔχειν πολλοὺς πόδας διὰ τὸ μὴ μᾶλλον νευστικὰ εἶναι ἢ πορευτικά· εἰ μὲν γὰρ ἦσαν μᾶλλον νευστικώτερα, εἶχον ἂν ὀλίγους πόδας· ἐπεὶ δὲ μᾶλλόν εἰσι πορευτικώτερα, ἔχουσι πολλοὺς πόδας. εἴρηται δὲ καὶ τούτων ἡ αἰτία ἐν τῷ Περὶ πορείας ζῴων. αἱ δὲ θήλειαι τῶν καράβων ἔχουσι τὰ κάτω πλακωδέστερα, καὶ αἱ θήλειαι τῶν καρκίνων τὰ ἐν τῷ ἐπιπτύγματι δασύτερα, διότι τὰ ᾠὰ πρὸς αὐτὰ ἐκτείνουσι καὶ ἀποτίθενται, ἔνθα καὶ ζῷα γινόμενα ἐξέρχεται. εὐρυχωρότερα γὰρ ὄντα καὶ μείζω τά τε κάτω τῶν καράβων καὶ τὰ ἐν τῷ ἐπιπτύγματι τῶν καρκίνων χώραν ἔχει τοῖς ᾠοῖς μᾶλλον, τουτέστι χώραν δίδωσι μονῆς τοῖς ᾠοῖς. τὰ δὲ ἑξῆς σαφῆ.

他说,壳皮类动物身体的所有部分除接纳营养的部分外都是无名的;因为唯独这一部分被称为口。而所有软甲类动物在能够游水之外亦能行走。他说,凡是具有钳螯的,并非为了行走而拥有它们,而是为了抓取;因此它们亦将钳螯朝向口部蜷转翻折,正如我们使用双手一般。他将“船桨”称为“叶片”。他说,极小的蟹类是借由小鱼捕获的;因为他借由“捕获于小鱼之中的极小蟹类”表达了这一点。或者,所言等同于“与小鱼一同被捕获”;因为它们是与小银汉鱼、鲣鱼及此类鱼一同落网的。他说,龙虾类生物之所以足多,是因为它们并非游水性多于行走性;因为如果它们游水性更强,足就会较少;但由于它们行走性更强,故而拥有较多的足。这些原因亦已在《动物运动论》中提及。龙虾的雌性下部更为平阔,而蟹类的雌性在腹褶内的部分毛发更密,这是因为它们将卵伸向这些部位并产放于此,卵便在此孵化成幼体而出。因为更加宽阔且硕大,龙虾的下部与蟹类腹褶内的部分能为卵提供更多的空间,亦即为卵的停驻提供了场所。随后的内容则是清晰的。

语法注3 条
  1. 4.10φονευθήσονται γὰρ θᾶττον τοῦ ἐκβαλεῖν τὸ κέντρον

    比较级副词 θᾶττον 后接带冠词不定词属格 τοῦ ἐκβαλεῖν 构成的比较结构,意为“它们在刺出螫针之前就会更快被杀死”(即来不及刺出就被杀)。

  2. 4.10τὸ δὴ χαρακίζουσιν ἴσον ἐστὶ τῷ ἀποκαθαίρουσιν

    注疏者将引文中字面意为“立木桩/设栅栏”的动词 χαρακίζουσιν 解释为与 ἀποκαθαίρουσιν(擦拭清理)等同,并在下文中阐释其比喻依据:正如木桩阻挡敌人,前足亦能驱除落入眼中的异物。

  3. 4.11οἱ δὲ πάμπαν μικροὶ καρκίνοι, οἳ ἁλίσκονται ἐν τοῖς μικροῖς ἰχθυδίοις

    米海尔对亚里士多德原文中的介词短语 ἐν τοῖς μικροῖς ἰχθυδίοις 提出了两种句法解释:首先解释为手段性的“借由小鱼”(διὰ τῶν μικρῶν ἰχθυδίων),继而提供另一种解释,即表示伴随的“与小鱼一同”(μετὰ τῶν μικρῶν ἰχθυδίων,即一同落网)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:78.24-80.11