- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:76.38-78.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔遵循亚里士多德,阐述了在定着性动物与运动性动物中确定生命本原(相当于心脏者)位置的方法,指出昆虫的本原存在于各个体节之中。随后他探讨了蝉特有的口器、摄食与寿命,并进一步解释了昆虫外部器官(多足、翅膀与鞘翅)的目的论功能。
εἰπὼν δὲ ὅτι περὶ μέσον δεῖ ζητεῖν τὴν τοιαύτην ἀρχὴν καὶ τὴν καρδίαν ἢ τὸ ἀνάλογον, λέγει καὶ πῶς δεῖ τὸ μέσον εὑρίσκειν, καί φησιν ὅτι ὅσα μέν ἐστι μόνιμα, δεῖ ζητεῖν τὴν τοιαύτην ἀρχὴν περὶ τὸ μέσον τοῦ δεχομένου μορίου τὴν τροφήν (τοῦτο δ’ ἐστὶ τὸ στόμα) καὶ τοῦ πέρατος τοῦ πόρου, δι’ οὗ ποιεῖται τὴν ἀπόκρισιν τὴν σπερματικὴν ἢ τὴν περιττωματικήν· ὥστε ἐν τῷ τόπῳ, ἀφ’ οὗ ἴσαι εὐθεῖαι προσπίπτουσιν πρός τε τὸ στόμα καὶ τὸ τοῦ εἰρημένου πόρου πέρας, δεῖ ζητεῖν ἐν τοῖς μονίμοις τὴν τῆς καρδίας θέσιν· ὅσα δὲ πορευτικὰ τῶν ζῴων, ἀεὶ ἐν τῷ μέσῳ τῶν δεξιῶν καὶ ἀριστερῶν. ὥστε ἐν τοῖς μονίμοις κατὰ τὸ μῆκος δεῖ ζητεῖν τὴν μεσότητα, ἐν δὲ τοῖς πορευτικοῖς κατὰ τὸ πλάτος. τοῖς δ’ ἐντόμοις, φησίν, ὥσπερ ἐλέχθη ἐν τοῖς πρώτοις λόγοις, λέγων πρώτους λόγους τὴν Περὶ ζῴων ἱστορίαν, ἡ τοιαύτη ἀρχὴ ἐν ταῖς ἐντομαῖς ἐστιν. διὸ ὅσαι εἰσὶν ἐν ἑκάστῳ τῶν τοιούτων ζῴων ἐντομαί, τοσαύτας ἔχει καὶ ἀρχάς, καὶ διὰ τοῦτο, ὡς ἐρεῖ ἐν τῷ Περὶ ζῴων πορείας, τεμνόμενα δύνανται τὰ ἀποτμηθέντα μόρια ἐπὶ πολὺ ζῆν. καὶ ἐπεὶ ἡ τοιαύτη ἢ αἱ τοιαῦται ἐντομαί εἰσιν ἀρχαὶ αἱ τῇ καρδίᾳ ἀναλογοῦσαι, βούλεται μὲν ἡ φύσις ἐν πᾶσι τοῖς ζῴοις μίαν ταύτην ἑκάστῳ τούτων ἀποδιδόναι, καὶ δίδωσιν ἔνθα δυνατόν· ἔνθα δὲ οὐ δύναται οὐδὲ ἐνδέχεται διὰ μιᾶς ζῆν τε καὶ εἶναι, ἀποδίδωσι πολλάς. διὸ ἐν τοῖς ἰουλώδεσιν ἀδυνατήσασα μίαν ἐντομὴν καὶ ἀρχὴν ποιῆσαι ἀπέδωκεν ἑκάστῳ τούτων πλείους· διὸ καὶ τεμνόμενα, ὡς εἴρηται, ζῇ. τίνα δὲ τὰ ἰουλώδη, αὐτὸς σαφηνίζων ἐπήγαγε τὸ καὶ μακροῖς. εὐλόγως οὖν διατεμνόμενα ζῇ· ἐπειδὴ γὰρ ἡ ἐντομὴ ἀρχὴ καὶ ἑστία καὶ ἀκρόπολίς τίς ἐστι τῆς αἰσθητικῆς ψυχῆς, ὅσας ἂν ἔχῃ τὸ ζῷον ἐντομάς, τοσαύτας καὶ τὰς αἰσθητικὰς ἔχει ψυχάς, καὶ ἔστιν οἱονεὶ ἕν τι ζῷον ἐκ πολλῶν ζῴων συγκείμενον. διὰ τοῦτο χωριζόμενα ἀπ’ ἀλλήλων τὰ μέρη καὶ ζῇ καὶ κινεῖται καὶ αἰσθάνεται, ὡς ἔχον ἕκαστον ἐν ἑαυτῷ αἰσθητικὴν ψυχήν· εἰ δὲ εἶχον καὶ ὄργανα, δι’ ὧν ἂν ἐτρέφοντο, ὥσπερ εἴρηται ἐν τῇ Περὶ ψυχῆς, ἔζων ἂν ἐπὶ πολύ. εἰσὶ δὲ αἱ τοιαῦται ἐντομαὶ ἐν ἑτέροις δῆλαι μᾶλλον ἑτέρων· οὐ γὰρ ὁμοίως ἐν πᾶσίν εἰσι δῆλαι. οἱ δὲ τέττιγες, φησί, τὸ αὐτὸ καὶ ἓν μόριον ἔχουσι καὶ ἀντὶ στόματος καὶ ἀντὶ γλώττης· τὸ δὲ συμπεφυκὸς ὥσπερ εἰ σύμφυσις γλώττης καὶ στόματος ἐγεγόνει καὶ ἀπετελέσθη ἕν τι μόριον συγκείμενον ἐκ στόματος καὶ γλώττης εἴρηται.1 λέγει δὲ καὶ τρέφεσθαι τοὺς τέττιγας ἐκ τῆς καταλειφθείσης ἐκ τοῦ σώματος ὑγρότητος· ἐξ ὑγροῦ γὰρ τὴν σύστασιν ἔχοντες τῷ περιττεύσαντι ὑγρῷ ἐκ τῆς τοῦ σώματος αὐτῶν συστάσεως χρῶνται εἰς τροφήν. λέγει δὲ καὶ τὰ ἐφήμερα ζῷα ζῆν μίαν ἡμέραν, τοὺς δὲ τέττιγας πλείονας μὲν ἡμέρας ζῆν τῆς μιᾶς, ἣν ζῶσι τὰ ἐφήμερα, ὀλίγας δέ.
在说明了应当在中部附近探寻此类本原以及心脏或与其相当的部分之后,他又说明了应当如何寻得该中部,他说:凡是定着性的动物,都应当在接纳营养的部分(即口)与排泄精液或排泄物的通道终端之间的中部附近探寻此类本原;因此,在定着性动物中,应当在自其出发向口与所述通道终端引出的直线皆相等的位置上,探寻心脏的所在;而对于所有具运动能力的动物,则始终要在左右两方的中间[探寻]。因此在定着性动物中,必须依照长度探寻中介状态,而在具运动能力的动物中,则必须依照宽度探寻。他又说,在昆虫类中,正如在“最初的论述”中所言(他将《动物志》称为“最初的论述”),这种本原存在于体节(凹痕)之中。因此,在此类动物的每一只中存在多少个体节,它就具有多少个本原;正因如此,正如他将在《动物运动论》中所说的那样,即使被切断,切下的部分也能够长久存活。并且,既然此类单个或多个体节是相当于心脏的本原,自然确实希望在所有的动物中赋予它们各一个本原,并且在可能之处予以赋予;但在无法藉由单个本原存活和存在、且亦不可能如此的地方,它便赋予多个。因此,在马陆类动物中,由于无法形成单个的体节与本原,自然赋予了它们各自多个体节;因而正如所言,它们即便被切断也能存活。至于什么是马陆类,他自己澄清时补上了“以及长条形的动物”。因此,它们被横切后仍能存活是合乎情理的;因为体节既然是感觉灵魂的本原、炉灶与某种卫城,动物拥有多少个体节,便拥有多少个感觉灵魂,它就宛如由多个动物组成的一只动物。为此,这些部分彼此分离后,也依然活着、运动并感知,因为每一个部分自身内部都具有感觉灵魂;而如果它们也拥有赖以获取营养的器官,正如在《论灵魂》中所说的那样,它们本可以活得很久。此类体节在某些动物中比在另一些动物中更为明显;因为它们并非在所有动物中都同样明显。他说,蝉在代替口和代替舌头的功能上拥有同一个部分;而所谓“愈合的”,乃是就仿佛舌头与口的愈合业已发生、并生成了由口和舌合成的单一器官而言的。他又说,蝉依靠身体遗留的水分来获取营养;因为它们由水分构成,便利用自身身体构成中剩余的水分作为养料。他还说,蜉蝣类动物只活一天,而蝉虽活得比蜉蝣所活的那一天要多,但也只是少数几天而已。
Ταῦτα εἰπὼν ἐφεξῆς πάλιν περὶ τῶν ἐκτὸς μορίων τῶν ἐντόμων λέγει, καί φησιν αὐτὰ μὴ εἶναι πολυμερῆ· οὐ γὰρ ἔχουσιν αὐχένα καὶ χεῖρας καὶ τὰ τοιαῦτα· εἰσὶ δὲ πολύποδα, καὶ τὴν αἰτίαν τῆς πολυποδίας λέγει σαφῶς. ἔχουσι δέ, φησί, πλείονας ἐντομάς, διότι καὶ ἀρχὰς πλείονας, αἱ δὲ ἀρχαὶ αἱ ἀναλογοῦσαι τῇ καρδίᾳ αἱ ἐντομαί εἰσιν, ἐν αἷς εἰσιν αἱ αἰσθητικαὶ ψυχαί. διὰ δὲ ταύτας ἐστὶ τὰ τοιαῦτα ζῷα καὶ πολύποδα, ὅπως ἀνέχωνταί τε καὶ φέρωνται ὡσπερεὶ μέλη παραλελυμένα ὑπὸ τῶν ποδῶν. ὅσα δὲ τῶν ἐντόμων ὀλιγόποδά ἐστιν, ἀντὶ ποδῶν δέδωκεν αὐτοῖς ἡ φύσις πτερά. λέγει δὲ τοῖς βίοις ἑδραῖα τὰ μὴ ἐκτοπιζόμενα καὶ πόρρω ἀποπλανώμενα, καὶ λέγει ἔχειν αὐτὰ καὶ ἔλυτρα ἐν τοῖς πτεροῖς διὰ τὴν ἑδραιότητα καὶ δυσκινησίαν· δυσκίνητα γὰρ ὄντα καὶ διὰ τοῦτο μᾶλλον δυνάμενα βλάπτεσθαι ὑπὸ τῶν ἐπιβουλευόντων, δέδοται αὐτοῖς τὰ ἔλυτρα εἰς σκέπην καὶ βοήθειαν.2 τὰ δὲ πτερά, φησί, τῶν τοιούτων εἰσὶν ὑμένες δερματικοί, οἵτινες διὰ τὴν σκληρότητα τοῦ σαρκώδους ψυχόμενοι ἀφίστανται τοῦ σώματος, ὥσπερ καὶ τὰ τῶν δένδρων φύλλα, ἐπειδὰν ὁ ὀπὸς παγῇ. ὥστε καὶ διὰ τοῦτο ἂν εἴη αὐτοῖς ὑπὸ τῆς φύσεως τὰ ἔλυτρα δεδομένα, ἵνα θερμαίνηται ὑπὸ τούτων τὰ πτερὰ καὶ μὴ ταχέως ψύχηται. εἰπὼν δὲ τὰ ἔντομα ἔχειν τὰς ἐντομὰς πλείονας διὰ τὸ καὶ τὰς ἀρχὰς πλείονας, λέγει καὶ ἄλλην αἰτίαν τούτου λίαν σαφῶς ‘καὶ τὰ μὲν ἑλικτὰ τῶν ἐντόμων συνελίττεται, τὰ δὲ μὴ ἑλικτὰ συνιόντα καὶ εἰς ἑαυτὰ συνιζάνοντα ὥσπερ σπόγγοι, ἐπειδάν τις αὐτῶν ἅψηται, σκληρύνεται’. εἰ γὰρ τὸ μανούμενον μαλακόν, τὸ πυκνούμενον καὶ εἰς ἑαυτὸ συνιζάνον δῆλον ὡς σκληρόν. σαφῆ δὲ τὰ ἑξῆς.
在说了这些之后,他接下来再次谈论昆虫类的外部部分,并说它们并非多肢节的;因为它们没有颈、手以及诸如此类的部分;但它们是多足的,并且他清晰地陈述了足多的原因。他说,它们具有较多的体节,乃是因为它们也具有较多的本原,而相当于心脏的本原就是体节,感觉灵魂便在其中。由于这些[体节]的缘故,此类动物也是多足的,以便如同瘫痪的肢体一般被足部支撑和运送。而在昆虫中凡是足少的,自然便赋予它们翅膀以代替足。他说,在生活上属于“定居的”,是指那些不离开原处、不远行流浪的动物;并且他说,由于定居性与不易活动,它们在翅膀之上还具有鞘翅;因为它们行动迟缓,并因此更容易受到伺机捕食者的伤害,所以鞘翅作为掩蔽与辅助被赋予了它们。他说,此类动物的翅膀是皮质的膜,由于肉质部分的坚硬,它们在受冷时便脱离身体,正如树汁凝固时的树叶一般。因此,这也是自然赋予它们鞘翅的原因,以便翅膀借由它们得以保暖而不致迅速受冷。在说明了昆虫类由于本原较多而具有较多体节之后,他又极其清晰地道出了此事的另一个原因:“并且昆虫中能够卷曲的种类便蜷缩起来,而不能卷曲的种类则聚集并如同海绵般向内坍缩,一旦有人触碰它们,它们便硬化。”因为如果变稀疏者是柔软的,那么变致密并向内坍缩者显然是坚硬的。随后的内容则是清晰的。
- 4.8τὸ δὲ συμπεφυκὸς ὥσπερ εἰ σύμφυσις γλώττης καὶ στόματος ἐγεγόνει καὶ ἀπετελέσθη ἕν τι μόριον συγκείμενον ἐκ στόματος καὶ γλώττης εἴρηται
该句的句法骨架为 τὸ δὲ συμπεφυκὸς ... εἴρηται。亚里士多德原文中的词语“愈合的”(συμπεφυκός,中性分词的名词化)充当被动动词 εἴρηται(“被说成”)的主语。中间由 ὥσπερ εἰ 引导的结构则解释了该词所表达的具体含义(“就仿佛……”)。
- 4.9δυσκίνητα γὰρ ὄντα καὶ διὰ τοῦτο μᾶλλον δυνάμενα βλάπτεσθαι ὑπὸ τῶν ἐπιβουλευόντων, δέδοται αὐτοῖς τὰ ἔλυτρα εἰς σκέπην καὶ βοήθειαν
中性复数主格分词 δυσκίνητα ὄντα 与 δυνάμενα 在语义上的逻辑主语是昆虫本身,而非后续主句的语法主语 τὰ ἔλυτρα。这是由于主句采用了被动句式(δέδοται αὐτοῖς,“鞘翅被赋予了它们”)而导致的悬垂主格分词(nominativus pendens / 破格结构),在语义上实际上修饰与格代词 αὐτοῖς。
