- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:76.10-76.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德《动物部分论》681b12及以下的内容,阐述了无血动物中相当于心脏的中枢部分(墨囊心)的存在,澄清了亚里士多德文本中困难的属格句法,并解释了食道何以穿过墨囊心中部而非紧靠外壳的解剖学缘由。
Καὶ τὰ μὲν οὖν μόρια τὰ περὶ τὴν τροφὴν τοῖς ὀστρακοδέρμοις καὶ μαλακίοις καὶ τοῖς τοιούτοις τοῦτον ἔχει τὸν τρόπον. ὥσπερ δὲ τὰ ἔναιμα τῶν ζῴων ἔχει τινὰ ἀρχήν, τοῦτο δ’ ἔστι τὸ κύριον τῶν αἰσθήσεων, τοῦτο δ’ ἐστὶν ἡ καρδία, οὕτω δεῖ καὶ τὰ ὀστρακόδερμα καὶ τὰ μαλάκια καὶ ἁπλῶς εἰπεῖν τά τε ἔναιμα καὶ πάντα τὰ ζῷα ἔχειν ἢ τοῦτο τὸ μόριον ἢ τὸ ἀνάλογον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ δεῖ δὲ δηλονότι καὶ τῶν τοῖς ἐναίμοις ὑπαρχόντων κατὰ τὸ κύριον τῶν αἰσθήσεων ἔχειν ἀνάλογόν τι μόριον. σαφὴς δ’ ἂν ἦν ἡ λέξις, εἰ ἀντὶ γενικῆς τῆς τῶν τοῖς ἐναίμοις ὑπαρχόντων ἦν δοτική,1 ἵνα ἦν οὕτω ‘τὸ ἀνάλογον τοῖς ὑπάρχουσι τοῖς ἐναίμοις’. δεῖ γὰρ ὑπάρχειν καὶ ἐν τοῖς ἄλλοις τὸ κύριον τῶν αἰσθήσεων ἀναλογοῦν τοῖς παρέχουσι κυρίως τὴν αἴσθησιν τοῖς ἐναίμοις. τὸ δὲ κύριον τῶν αἰσθήσεων τὸ ἀναλογοῦν τῇ καρδίᾳ ἐν μὲν τοῖς μαλακίοις κείμενόν ἐστιν ἐν ὑμένι, ὑγρὸν ὂν τὴν φύσιν. διέρχεται δὲ διὰ μέσου τοῦ τοιούτου ὁ στόμαχος πρὸς τὴν κοιλίαν ὥσπερ τις ἄτρακτος διὰ σπονδύλου ἢ βελόνη διὰ κηροῦ. προσπέφυκε δὲ τοῦτο τὸ ὑγρὸν καὶ μᾶλλον πλησιάζει τοῖς πρανέσι, τουτέστι τοῖς ἀναλογοῦσιν ὀστράκοις τῷ νώτῳ καὶ τῇ ῥάχει· ὅπερ ὑγρὸν καλοῦσί τινες μύτιδα. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν, δι’ ἣν διὰ μέσου τοῦ εἰρημένου ὑγροῦ ὁ στόμαχος τείνει πρὸς τὴν κοιλίαν, καί φησιν ‘εἰ γὰρ ἐφεξῆς τῷ ὀστράκῳ ἦν ὁ στόμαχος, εἶτ’ ἐφεξῆς τούτῳ ἡ εἰρημένη μύτις, εἰσιούσης τῆς τροφῆς διὰ τοῦ στομάχου οὐκ ἂν ἠδύνατο ὁ στόμαχος λαμβάνειν διάστασιν’, τουτέστιν οὐκ ἂν ἠδύνατο εὐρύνεσθαι καὶ χώραν διδόναι τῇ τροφῇ δι’ ὅλου διὰ τὴν σκληρότητα τοῦ περικειμένου ὀστράκου. εἰ γὰρ ἦν μαλακὸν τὸ ἀναλογοῦν νώτῳ ὄστρακον, ὑπεῖκεν ἂν καὶ ἐλάμβανε διάστασιν2 ὁ στόμαχος· νῦν δὲ διὰ τὴν σκληρότητα ἀδυνατεῖ τοῦτο γενέσθαι. ἔξωθεν δὲ τῆς τοιαύτης μύτιδός ἐστι τὸ ἔντερον, καὶ ὁ θολὸς πρὸς τῷ ἐντέρῳ, ἵν’ ᾖ τὸ δυσχερὲς καὶ δυσῶδες πόρρω τῆς ἀρχῆς. ὅτι δέ, φησίν, ἡ τοιαύτη μύτις τὸ ἀνάλογόν ἐστι τῇ ἀρχῇ, ἤγουν τῇ καρδίᾳ, δηλοῖ ὁ τόπος· κεῖται γὰρ ἐν τῷ μέσῳ, πᾶσα δὲ καρδία ἢ τὸ ἀνάλογον ἐν τῷ μέσῳ κεῖται.
“因此,有壳类、软体类及此类动物关于营养的部分便是这样一种情形。”正如具血动物具有某种本原——这就是诸感觉的主导部分,也就是心脏——同样,有壳类、软体类,简而言之,具血动物以及一切动物都必须具有这个部分或与其相当的部分;因为“显然在属于具血动物的部分中,也必须具有某种与诸感觉的主导部分相当的部分”这句话所表明的正是这一点。如果这里用的不是属格“属于具血动物的部分(的)”,而是与格,以致表述为“与属于具血动物的部分相当”,那么文句本会是清晰的。因为在其他动物中也必须存在诸感觉的主导部分,相当于在严格意义上向具血动物提供感觉的部分。而相当于心脏的诸感觉的主导部分,在软体类中位于膜内,就其本性而言是流质的。食道穿过这部分的中央通向胃,正如纺锤穿过纺轮,或针穿过蜡一样。这种流质附着并更接近于俯卧的部分,即相当于背部与脊柱的壳;有些人将这种流质称为“墨囊心”。在说完这些之后,他说明了食道何以穿过所述流质的中央延展至胃的原因,他说:“因为如果食道紧挨着壳,随后所述的墨囊心又紧挨着食道,那么在营养物经由食道进入时,食道便不可能发生扩张”,也就是说,由于外围贝壳的坚硬,食道不可能完全拓宽并为食物让出空间。因为如果相当于背部的壳是柔软的,它就会退让,食道也会扩张;但如今由于坚硬,这便不可能发生。在这种墨囊心的外部是肠,而墨汁囊靠近肠,以便使令人厌恶且有恶臭的物质远离本原。他说,这种墨囊心是相当于本原即心脏的部分,这一点由其位置表明;因为它是位于中央的,而所有的心脏或与其相当者都是位于中央的。
- 4.8ἀντὶ γενικῆς τῆς τῶν τοῖς ἐναίμοις ὑπαρχόντων ἦν δοτική
对亚里士多德文本中属格短语 τῶν τοῖς ἐναίμοις ὑπαρχόντων 的句法注解。由于形容词 ἀνάλογον 通常支配与格,注解者指出若将此处的属格替换为与格(即 τοῖς ὑπάρχουσι τοῖς ἐναίμοις),文句会清晰得多;原文中的属格在此充当与 ἀνάλογόν τι μόριον 相关的从属/比较属格或部分属格。
- 4.8εἰ γὰρ ἐφεξῆς τῷ ὀστράκῳ ἦν ὁ στόμαχος ... οὐκ ἂν ἠδύνατο ὁ στόμαχος λαμβάνειν διάστασιν
与事实相反的虚拟条件句结构。条件从句(εἰ ... ἦν)与结果主句(οὐκ ἂν ἠδύνατο)均采用未完成过去时直陈式,通过假设一种与实际相反的解剖学位置排列,来推导实际构造在力学上的必然性。紧随其后的句子(εἰ γὰρ ἦν ... ὑπεῖκεν ἂν καὶ ἐλάμβανε)同样采用了这种虚拟结构。
