- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:75.16-76.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解《动物部分》681a15,解释了海绵、海肺、海鞘、海葵和海星等固着性或感觉微弱的海洋动物如何与脱离土壤仍能生存的陆生植物(如洋葱)相似,并阐明了它们的孔道和类心脏薄膜等内部构造。
Τὸν δὲ σπόγγον λέγει ὁμοίως ἔχειν τοῖς φυτοῖς· ὥσπερ γὰρ τὰ φυτὰ ἐν τῷ προσπεφυκέναι καὶ ἐρριζῶσθαι τῇ γῇ ζῇ, ἀπολυθέντα δὲ καὶ ἀπορριζωθέντα οὐ ζῇ, οὕτω καὶ ὁ σπόγγος προσπεφυκὼς τῇ πέτρᾳ ζῇ, ἀπολυθεὶς δὲ θνήσκει. ὁ οὖν σπόγγος, φησίν, ὁμοίως ἔχει τοῖς φυτοῖς (οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως)·1 ὁμοίως οὖν ἔχει κατὰ δύο τρόπους, καὶ ἐν τῷ ζῆν μόνον προσπεφυκὼς καὶ ἐν τῷ μὴ ζῆν ἀπολυθείς. εἰπὼν δὲ καὶ ὅτι οἱ πνεύμονες καὶ τὰ ὁλοθούρια οὐδεμίαν ἔχει αἴσθησιν, ζῇ δὲ ἀπολελυμένα (οὐ γὰρ προσπεφυκότες εἰσὶν οἱ πνεύμονες) ζῇ οὖν ἀπολελυμένα ὥσπερ φυτὸν ἀπολυθὲν τῆς γῆς καὶ ζῶν, ἐπήγαγεν ἔστι δὲ καὶ ἐν τοῖς ἐπιγείοις φυτοῖς, προσέθηκε δὲ ἐπιγείοις, διότι ὃν τρόπον ἔχει τὰ φυτὰ ἐν τῇ γῇ, οὕτως ἔχουσι καὶ οἱ πνεύμονες καὶ τὰ τοιαῦτα ἐν τῇ θαλάττῃ, καί εἰσιν οἱ μὲν πνεύμονες θαλάττια φυτά, τὰ δὲ δένδρα ἐπίγεια φυτά. ὥσπερ οὖν οἱ πνεύμονες, τὰ θαλάττια φυτά, ζῇ ἀπολελυμένα, οὕτως εἰσὶν ἔνια τῶν ἐπιγείων φυτῶν, καὶ ζῇ ἀπολυθέντα καὶ γίνεται, τουτέστι βλαστάνει· τὰ γὰρ κρόμμυα ἐν τῷ παττάλῳ κρεμάμενα βλαστάνει. ἀλλὰ καὶ βοτάνη τις ἀνώνυμος κοπεῖσα καὶ ἐπάνω τοῦ θύμου ὡς ἔτυχε τεθεῖσα βλαστάνει, καὶ γίνεται τὸ καλούμενον ἐπίθυμον, σύνθετον ὂν τρόπον τινὰ ἐκ τοῦ θύμου καὶ τῆς ἐπιτεθείσης ἀνωνύμου βοτάνης. ἀλλὰ τὸ μὲν κρόμμυον καὶ τὸ ἐπίπετρον καὶ ἄλλ’ ἄττα ἀπολυθέντα τῆς γῆς καὶ ἐν παττάλῳ κρεμάμενα ζῇ καὶ βλαστάνει, τὸ δ’ ἐπίθυμον ἐν ἑτέρῳ οὐκ ἐγκεντρισθέν, ἀλλ’ ὡς ἔτυχεν ἐπιτεθέν.2 τὰ δὲ τήθυά φησι δύο ἔχειν πόρους, ἕνα μὲν ᾗ δέχονται τὴν ὑγρὰν τροφήν, ἄλλον δὲ ᾗ διαπέμπει τὴν ὑπολειπομένην ἰκμάδα· ἰκμὰς γὰρ ἀλλ’ οὐ περίττωμα ἐν αὐτοῖς ὁρᾶται. πόρους μὲν οὖν ἔχει δύο, διαίρεσιν δὲ μίαν, ὥσπερ ἂν εἰ νοήσαις ὑμενώδη σωλῆνα ἐξωγκωμένον καὶ σχίσαις αὐτὸν ἄνωθεν ἕως κάτω ἐν θατέρῳ μέρει.3 ἔχει δὲ διὰ μέσου καὶ ὑμένα λεπτόν, ὃς ἀναλογεῖ τῇ καρδίᾳ, ἐν ᾧ καὶ ὑπάρχει τὸ κύριον τῆς ζωῆς· τὸ γὰρ κύριον τῆς ζωῆς ἡ καρδία ἢ τὸ ἀνάλογον αὐτῇ. σαφῆ δὲ ἃ λέγει περὶ τῶν ἀκαληφῶν· λέγει δὲ αὐτὰς καὶ ἐοικέναι τοῖς φυτοῖς ἔν τε τῷ μὴ ἔχειν περίττωμα καὶ ἐν τῷ ἔχειν στόμα· τὰ γὰρ φυτὰ περίττωμα μὲν φανερὸν οὐκ ἔχει, στόμα δ’ ἔχει. λέγει δὲ τὸ τῶν ἀστέρων γένος ὅμοιον εἶναι ταῖς ἀκαλήφαις καὶ τοῖς ἀπολελυμένοις τῶν εἰρημένων ζῴων, λέγων εἰρημένα ζῷα τά τε μαλάκια καὶ τὰ μαλακόστρακα.
他说海绵与植物的情形相似;因为正如植物因附着并扎根于大地而生存,而在脱离并拔出根时便不能生存一样,海绵附着于岩石时也生存,而脱离时便死去。因此他说,海绵与植物的情形相似(因为原文的句法顺序便是如此);所以它在两个方面相似:既在于唯有附着时才生存,也在于脱离时便不能生存。在说明了海肺和海参没有任何感觉、而是脱离附着而生存之后(因为海肺并非附着之物)——因此它们脱离而生存,正如脱离大地的植物仍能生存一样——他接着补充道“而且在陆生植物中也有”;他补充“陆生的”,是因为正如植物在大地中一样,海肺及此类事物也是在海中,海肺是海洋植物,而树木是陆生植物。因此,正如海肺这些海洋植物脱离附着而生存一样,某些陆生植物也是如此,它们脱离后依然生存并发育,也就是发芽;因为洋葱挂在木桩上也能发芽。而且某种无名的草被割下后随手放置在百里香上也能发芽,成为所谓的菟丝子,它在某种程度上是由百里香和放在其上的无名草复合而成的。但是,洋葱、岩生植物以及某些其他植物是在脱离大地并挂在木桩上时生存并发芽,而菟丝子[生存并发芽]则不是通过嫁接在另一植物上,而是随手被置于其上。他说海鞘具有两个孔道,一个用来接收流质食物,另一个用来排出剩余的水分;因为在它们体内观察到的是水分而非残渣。因此它具有两个孔道,但只有一处分隔,正如你设想一个膨胀的膜状管并在其一侧从上到下划开一条裂缝一样。它在中间还有一层薄膜,相当于心脏,生命的主导部分就存在于其中;因为生命的主导部分就是心脏或与其相当者。至于他关于海葵所说的内容则是显而易见的;他说海葵也类似于植物,既在于没有残渣,也在于具有口;因为植物没有显明的残渣,但具有口。他说海星类与海葵以及前述动物中脱离附着的那些相似,他所说的“前述动物”是指软体类和软甲类。
- 4.7οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως
短语 τὸ ἑξῆς(“顺理/语序”)是注疏家的惯用语,指亚里士多德原文的句法连贯顺序。注疏家在此表明,他将原文中略有离隔的主谓成分按照逻辑语序连缀起来进行引用和阐述。
- 4.7τὸ δ’ ἐπίθυμον ἐν ἑτέρῳ οὐκ ἐγκεντρισθέν, ἀλλ’ ὡς ἔτυχεν ἐπιτεθέν
此处与前句“τὸ μὲν κρόμμυον ... ζῇ καὶ βλαστάνει”(洋葱……生存并发芽)构成 μέν...δέ 的对比结构。τὸ δ’ ἐπίθυμον 为主语,省略了谓语动词 ζῇ καὶ βλαστάνει。分词 ἐγκεντρισθέν 与 ἐπιτεθέν 作方式状语修饰被省略的谓语。
- 4.7ὥσπερ ἂν εἰ νοήσαις ὑμενώδη σωλῆνα ἐξωγκωμένον καὶ σχίσαις αὐτὸν ἄνωθεν ἕως κάτω ἐν θατέρῳ μέρει
这是 ὥσπερ ἂν εἰ 接希求语气(νοήσαις, σχίσαις)的比喻与假设结构(“宛如你设想……并划开……”)。第二人称希求语气在此充当对读者的泛指性邀请,以设想其解剖构造。
