- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:73.35-75.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔遵循亚里士多德,解释了海胆的卵为何既非偶数、非三个、亦不多于五个而必须为五个的几何与布局原因,接着根据每个卵可类比为独立的动物身体,论证了海胆的胃与牙齿也必须各有五个,最后讨论了关于运动性、先天热量与消化不良的疑难。
εἰ γὰρ ἦσαν ἄρτια, κατὰ διάμετρον ἂν ἔκειντο καὶ ἐν ἀμφοτέροις τοῖς μέρεσι· καὶ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ἐν οἷς ἄρτια εὑρίσκεται, οὐκ ἐν τῷ ἑνὶ μέρει, ἀλλ’ ἐν ἀμφοτέροις κεῖται, τὰ μὲν ἐν τῷ δεξιῷ τὰ δ’ ἐν τῷ ἀριστερῷ. εὐθὺς οὐ μόνον ἐπὶ τῶν ᾠῶν δῆλον τοῦτο, οἷον σκόμβρου, λάβρακος, κεφάλου, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων μερῶν, ὀφθαλμῶν, ὤτων, τῶν ὁμοίων. εἴπερ οὖν ἦσαν ἄρτια τὰ ᾠά, ἀνάγκη ἐν ἀμφοτέροις κεῖσθαι τοῖς μέρεσιν· οὐδὲν δὲ ὀστρακόδερμον οὕτως ἔχει, ἀλλ’ ἐπὶ θάτερα μόνον τοῦ κύκλου. διὰ ταῦτα μὲν οὖν ἄρτια οὐχ οἷόν τέ ἐστιν ἔχειν τὰ ᾠὰ τοὺς ἐχίνους· ἀνάγκη τοίνυν ἢ τρία ἢ πέντε εἶναι ἢ ἄλλον τινὰ ἀριθμόν. εἰ μὲν οὖν εἶχον τρία, ἐπειδὴ δεῖ τὰ ᾠὰ ὅλον συνέχειν τὸ ἡμικύκλιον, μέγα δὲ τοῦτο, ὅτι καὶ οἱ ἐχῖνοι μεγάλοι, πόρρω ἂν ἦσαν ἀπ’ ἀλλήλων· δεῖ δὲ μήτε συνεχῆ εἶναι, ὥσπερ εἴρηται, καὶ μὴ πόρρω ἀπ’ ἀλλήλων διεστηκέναι. εἰ δὲ ἦσαν πλείω τῶν πέντε, ἦσαν ἂν συνεχῆ διὰ τὸ μὴ δύνασθαι χωρεῖν αὐτὰ τὸ ἡμικύκλιον. τούτων δέ, τουτέστι τοῦ τε πόρρω λίαν ἀπ’ ἀλλήλων διεστηκέναι καὶ τοῦ εἶναι συνεχῆ, τὸ μὲν πόρρω διεστηκέναι οὐ βέλτιον, τὸ δὲ εἶναι συνεχῆ οὐκ ἐνδέχεται· λείπεται τοίνυν πέντε εἶναι. διὰ τὴν αὐτὴν δ’ αἰτίαν ἀνάγκη καὶ τὰς κοιλίας ἔχειν πέντε, καὶ τοὺς ὀδόντας ὁμοίως τοσούτους· ἕκαστον γὰρ ᾠόν, ὥσπερ ἓν ζῷον ὂν καθ’ αὑτό, οἷον Σωκράτης ἢ Πλάτων ἢ ἄλλο ὁτιοῦν τῶν ἀτόμων, κοιλίας δεῖται καὶ ὀδόντος πρὸς τὸ ζῆν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἕκαστον γὰρ τῶν ᾠῶν οἷον σῶμά τι τοῦ ζῴου, τουτέστιν ἕκαστον γὰρ ᾠὸν οἱονεὶ σῶμα ὑπάρχον ζῴου ἀναγκαῖον ἔχειν πρὸς τὸν τρόπον τῆς ζωῆς ἤτοι πρὸς τὸ ζῆν ὅμοιον, καὶ προσυπακουστέον τὸ μόριον,1 οἷον ἔχει τὰ λοιπὰ ζῷα. τὸ δὲ πρὸς τὸ ζῆν μόριόν ἐστιν ἡ κοιλία. ἕκαστον οὖν ᾠόν, σῶμα ὑπάρχον ζῴου, ἀναγκαῖον ἔχειν πρὸς τὸ ζῆν κοιλίαν, ὥσπερ καὶ τὰ ἄλλα ζῷα, 〈καὶ〉 διὰ ταῦτα καὶ ὀδόντα. τὸ δ’ ἐντεῦθεν γὰρ ἡ αὔξησις ἀντὶ τοῦ ἀπὸ τῆς κοιλίας. ἀναγκαία δὲ ἡ αὔξησις δι’ αἰτίαν τοιαύτην· πάντα τὰ ὄντα ἐφίεται τῆς ἀϊδιότητος· ὅσα οὖν μὴ δύναται ἀεὶ εἶναι κατ’ ἀριθμὸν τὰ αὐτά, σπεύδει γεννῆσαι ἕτερα οἷά εἰσιν αὐτά. οὐδὲν δὲ δύναται ὅμοιον ἑαυτῷ γεννῆσαι μὴ εἰς ὡρισμένον καὶ κατὰ φύσιν μέτρον ἐλθόν· ἔρχεται δὲ εἰς τὸ τοιοῦτον μέτρον δι’ αὐξήσεως. ὥστε ἐπεὶ ἡ αὔξησις ἀναγκαία, γίνεται δὲ ἡ αὔξησις πεττομένης τῆς τροφῆς, πέττεται δὲ ὑπὸ τῆς κοιλίας, ἀναγκαία ἄρα καὶ ἡ κοιλία, ὅθεν ἡ αὔξησις. εἰπὼν οὖν μίαν αἰτίαν τίνος ἕνεκεν πέντε κοιλίας ἔχει ὁ ἐχῖνος, ἐπάγει καὶ ἑτέραν λέγων ‘εἰ μὲν οὖν ἦν μία ἡ κοιλία, ἢ μεγάλη ἂν ἦν ἢ μικρά. εἰ μὲν οὖν μεγάλη, πόρρω ἂν ἦσαν ἀπ’ ἀλλήλων τὰ ἐν αὐτῇ ᾠά’· τοῦτο δ’ εἴρηται ὅτι οὐκ ἐνδέχεται· ‘εἰ δὲ μικρά, κατείχετο ἂν πᾶν τὸ τῆς κοιλίας κύτος ὑπὸ τῶν ᾠῶν’. εἰ δὲ τοῦτο, πρῶτον μὲν δυσκίνητος ἂν ἦν ὁ ἐχῖνος, ὅπερ πάσχομεν καὶ ἡμεῖς, ἐπειδὰν ὑπερπλησθῶμεν ὑπὸ τῆς τροφῆς, ἔπειτα κατέχοντα πᾶν τὸ τῆς κοιλίας κύτος χώραν οὐκ ἂν ἐδίδου2 εἰσόδου τῇ τροφῇ· τῆς τροφῆς δὲ χώραν μὴ ἐχούσης εἰσόδου, οὐκ ἂν ἐπληροῦτο τὸ ζῷον, ἀλλ’ ἐπείνη. πέντε οὖν ὄντων τῶν διαλειμμάτων (λέγων τὰ διαλείμματα τοὺς κατεχομένους ὑπὸ τῶν ᾠῶν τόπους) ἀνάγκη ἐν ἑκάστῳ τῶν τόπων ἢ ᾠῶν οὖσαν κοιλίαν πέντε καὶ ταύτας εἶναι· καὶ ἐπεὶ τὰ ἄλλα ὄστρεια μονοκοίλια ὄντα ἀνὰ ἕνα ἔχει ὀδόντα, ἀναγκαῖον τὸν ἐχῖνον, ἐπειδὴ πέντε ἔχει κοιλίας, τοσούτους ἔχειν καὶ τοὺς ὀδόντας. οὕτω γὰρ ἂν τὸ ἀνάλογον σωθείη, καὶ ἕξει ὡς ὁ εἷς ὀδοὺς πρὸς τὴν μίαν κοιλίαν, οὕτως οἱ πέντε πρὸς τὰς πέντε. ὅτι δέ, φησίν, οἱ θερμότεροι τῶν ἐχίνων καὶ κινητικώτεροί εἰσι, σημεῖον τὸ ἔχειν ἐν τοῖς ποσὶ χορτώδη τινὰ περιπεπλεγμένα· κινουμένων γὰρ περιπλέκονται ἐν τοῖς ποσίν, ἀκανθώδεσιν οὖσι. πῶς δὲ εἰπὼν τοὺς ἀβρώτους περιττώματος εἶναι πλήρεις, ἐπήγαγεν ὅτι παρασκευάζει αὐτοὺς ἡ οἰκεία θερμότης κινητικωτάτους εἶναι; εἰ γὰρ θερμοί, εὖ πέττουσιν· εἰ δὲ εὖ πέττουσιν, οὐ πλήρεις περιττώματος· εἰ δ’ οὐ περιττώματος πλήρεις, οὐκ ἄβρωτοι. ἢ θερμοὶ μέν εἰσιν,3 ἀλλὰ διὰ τὸ πάμπολλα ἐσθίειν λαίμαργοι ὄντες νικᾶται ὑπὸ τοῦ τῶν βρωμάτων πλήθους ἡ ἔμφυτος αὐτῶν θερμότης, καὶ ἀπεπτοῦσι.
因为如果它们是偶数,它们就会沿着直径相对并位于两侧;因为在所有发现[卵]为偶数的其他动物中,[卵]也是不位于单侧而是位于两侧的,一些在右侧,一些在左侧。这不仅在卵的例子上立刻显明——例如鲭鱼、鲈鱼、鲻鱼——而且在其他部分也是如此,如眼、耳以及类似部分。因此,如果卵确实是偶数,它们就必然位于两侧;但没有任何有壳类是如此的,而是仅在圆圈的一侧具有卵。所以由于这些原因,海胆不可能拥有偶数个卵;因此卵必然是三个、五个或某个其他[奇数]数目。那么,如果它们拥有三个,既然卵必须占据整个半圆,而这个[半圆]又是大的,因为海胆本身也很大,它们就会彼此相距很远;但是,正如前文所说,[卵]既不应当是连贯的,也不应当彼此相距很远。另一方面,如果它们多于五个,由于半圆无法容纳它们,它们就会变成连贯的。而在这两件事之中——即彼此相距过远与连贯——相距过远并非更好,而连贯则是不可能的;因此剩下的结论就是它们是五个。基于同样的原因,海胆必然具有五个胃,并且同样具有同样数目的牙齿;因为每一个卵就像是自成一体的单个动物——如同苏格拉底、柏拉图或个体中的任何其他者——为了生存需要一个胃和一颗牙齿;因为“因为每一个卵就像是动物的某种身体”这句话说明了这一点,即“因为每一个卵作为如同动物的身体而存在,必然为了其生存方式,即为了生存,而拥有一个类似的部分”(必须补充理解“部分”一词),“正如其余动物所拥有的那样”。而用于生存的部分就是胃。因此每一个卵作为动物的身体而存在,必然为了生存而像其他动物一样具有胃,并且由于这些原因也具有牙齿。而“因为由此产生生长”这句话是用来代替“由胃产生”。生长由于如下原因而成为必然:一切存在之物都渴求永恒;因此,凡不能在数目上永远保持同一的存在,都努力生成如同它们自身的其他存在。但若未达到确定的且符合本性的尺度,任何事物都不能生成与其自身相似之物;而它是通过生长达到这种尺度的。因此,既然生长是必然的,而生长是在食物被消化时发生的,且食物是由胃消化的,那么生长之源泉的胃也是必然的。因此,在说明了海胆为何具有五个胃的一个原因之后,他又引入了另一个原因,说道:“如果胃是一个,它要么很大,要么很小。如果很大,其内部的卵就会彼此相距很远”——但这已被说明是不可能的——“如果很小,胃的整个容腔就会被卵所充满占据”。如果是这样,首先,海胆就会难以运动,正如我们自己在食物充塞过度时所遭遇的那样;其次,卵占据了胃的整个容腔,就不会为食物的进入提供空间;而如果食物没有进入的空间,动物就不能得到充实,而是会挨饿。因此,既然有五个间隔(他把被卵占据的位置称为“间隔”),那么在每一个位置或每一个卵中存在的胃也必然是五个;而且既然其他仅有一个胃的贝类各自具有一颗牙齿,海胆既然具有五个胃,就必然也具有同样数目的牙齿。因为只有这样,比例才能得以保持,并且一颗牙齿相对于一个胃的关系,将如同五颗牙齿相对于五个胃的关系一样。他说,较为温热的海胆也更善于运动,其证据在于它们的脚上缠绕着某些草状物;因为当它们移动时,这些草状物便缠绕在呈棘刺状的脚上。但是,他在说了不可食用的海胆充满残渣之后,为何又补充说其固有的热量使它们极善于运动呢?因为如果它们是热的,它们就消化良好;如果消化良好,它们就不会充满残渣;如果不是充满残渣,它们就不会是不可食用的。或者说,它们确实是热的,但由于贪食而吃得极多,其先天的热量被食物的大量所压倒,从而导致消化不良。
- 4.6καὶ προσυπακουστέον τὸ μόριον
在注疏文献中,术语 προσυπακούω 意为“补充理解未明言之词”。在此米海尔指出,应当在亚里士多德原文的 ὅμοιον 之后,在句法上补充被修饰的名词 μόριον。
- 4.6κατέχοντα πᾶν τὸ τῆς κοιλίας κύτος χώραν οὐκ ἂν ἐδίδου
这是一个非真实条件句,其中中性复数主语 τὰ ᾠά 统辖中性复数主格分词 κατέχοντα,而结论句的主动词 ἐδίδου 则使用第三人称单数(遵循中性复数主语搭配单数动词的句法规则)。
- 4.6ἢ θερμοὶ μέν εἰσιν
针对前文的疑问(πῶς δὲ εἰπὼν...),连词 ἤ 在注疏语境中充当引出难题解决方案(λύσις)的标准用法:“或者说,它们是……”。
