- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:72.22-73.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔对亚里士多德的论述(680b3)进行注解,阐明了有壳类为何仅在单侧具有所谓的卵,并从海胆身体呈球状可假定多个大圆这一几何学原理解释了其拥有多个卵的结构空间,进而论证了为何海胆的卵不能是偶数。
Μετὰ ταῦτα λέγει καὶ διὰ τί πέντε ἔχουσιν οἱ ἐχῖνοι τὰ καλούμενα ᾠά, καὶ οὔτε πλείονα οὔτε ἐλάττονα· καί φησιν ὅτι μία μὲν αἰτία τοῦ ἔχειν πλείω ταῦτα τὸ μὴ εἶναι ᾠά. ζητήσειε δ’ ἄν τις, τίνος ἕνεκα διὰ τὸ μὴ εἶναι ᾠὰ πλείω ἑνὸς ἔχει ταῦτα. ἢ τὸ αἴτιον δὲ οἶμαι εἰρῆσθαι ἀντὶ τοῦ1 αἴτιον δὲ τοῦ μὴ ἐπ’ ἀμφότερα τὰ μέρη ἔχειν τὰ καλούμενα ᾠά, ἀλλ’ ἐπὶ τὸ ἕτερον μόνον μήτε τοὺς ἐχίνους μήτε τὰ ὀστρακόδερμα τὸ μὴ εἶναι ᾠά· τὰ γὰρ ὡς ἀληθῶς ᾠὰ ἐπ’ ἀμφότερα τὰ μέρη εὑρίσκεται. οἵ τε γὰρ κέφαλοι καὶ λάβρακες καὶ ὄρνιθες καὶ ἁπλῶς πάντα, ὅσα ἔχει ᾠά, ἐπ’ ἀμφότερα τὰ μέρη, τό τε δεξιὸν καὶ τὸ ἀριστερόν, ἔχει ταῦτα. εἰπὼν οὖν κοινὴν αἰτίαν ἐπὶ πάντων τῶν ὀστρακοδέρμων, τίνος ἕνεκα ἐπὶ τὸ ἕτερον μόνον μόριον ἔχουσι τὸ καλούμενον μὲν ᾠόν, μὴ ὂν δὲ ᾠόν, πρῶτον μὲν λέγει, διὰ τί τὰ μὲν ἄλλα ὀστρακόδερμα ἐν βραχεῖ τόπῳ ἔχει τὸ καλούμενον ᾠόν, ὁ δὲ ἐχῖνος ἐν ὅλῳ τῷ ἡμικυκλίῳ, καί φησιν ὅτι ἐπεὶ ὁ ἐχῖνος σφαιροειδής ἐστι καὶ δυνατὸν ἐν αὐτῷ πολλοὺς κύκλους γραφῆναι, τόν τε ἀναλογοῦντα φέρε εἰπεῖν τῷ ὁρίζοντι καὶ τὸν τῷ μεσημβρινῷ καὶ τὸν τῷ ἰσημερινῷ καὶ τὸν τῷ λοξῷ καὶ ἄλλους πλείους, ἀνάγκη καὶ τὸ ᾠὸν ὁμοίως ἔχειν, τουτέστι χώραν ἔχειν μὴ ἐν ἑνὸς κύκλου μέρει εὑρίσκεσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἀλλ’ ἐν πλειόνων κύκλων μέρεσιν. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὀστρακοδέρμων, οἷον τῶν κτενῶν καὶ τῶν τοιούτων, εἷς μόνος κύκλος ἐστὶν ὁ τῷ ὁρίζοντι ἀναλογῶν, ἄλλος δὲ ἢ νοηθῆναι ἢ γραφῆναι οὐ δύναται. ἐπεὶ οὖν ταῦτα διὰ τὸ ἕνα κύκλον ἐν αὐτοῖς, ὡς εἴρηται, εὑρίσκεσθαι τὸν ἀναλογοῦντα τῷ ὁρίζοντι, ἐν ἑνὶ ἡμικυκλίῳ, οἷον ὡς εἰπεῖν τῷ δεξιῷ, ὁρᾶται ἔχοντα τὸ ᾠόν, ἕξει καὶ ὁ ἐχῖνος διὰ ταύτην τὴν αἰτίαν ἓν ᾠὸν ἐν τῷ δεξιῷ μέρει τοῦ ἀναλογοῦντος κύκλου τῷ ὁρίζοντι. τέμνει δὲ τὸν ὁρίζοντα ὁ μεσημβρινός· ἕξει οὖν καὶ ἕτερον ᾠόν, καθ’ ὃ οὗτοι τέμνουσιν ἀλλήλους οἱ κύκλοι, ἕξει δὲ τοῦτο τὸ ᾠὸν οὐκ ἐν ἄλλῳ μέρει, ἀλλ’ ἐν ᾧ καὶ ὁ ὁρίζων αὐτὸ ἔχει, διὰ τὸ μὴ ἐνδέχεσθαι αὐτὸν καὶ ἐν θατέρῳ μέρει ἔχειν τὸ ᾠόν, ὀστρακόδερμόν τε ὄντα καὶ 〈διὰ τὸ〉 τὸ λεγόμενον ᾠὸν μὴ εἶναι ᾠόν. ἕξει οὖν, ὡς εἴρηται, καὶ διὰ τὸν μεσημβρινὸν καὶ ἄλλο ᾠόν· πᾶς γὰρ κύκλος ἐπὶ τῶν ὀστρακοδέρμων πέφυκεν ἐν θατέρῳ μέρει ἔχειν ᾠόν· ἀλλὰ μὴν ἕξει καὶ ἕτερον διὰ τὸν λοξόν, καὶ κατὰ τὸ μέρος, ἐν ᾧ καὶ οἱ ἄλλοι διὰ τὰς εἰρημένας αἰτίας. καὶ ἐπεὶ ἄπειροι κύκλοι δύνανται γράφεσθαι ἐν τῇ σφαίρᾳ, ἄπειρα καὶ ᾠὰ συμβαίνει ἐκ τούτου εὑρίσκεσθαι ἐν αὐτῇ. ἀλλ’ ἐρεῖ τὴν αἰτίαν αὐτός, καίτοι τούτου συμβαίνοντος, δι’ ἣν πλείω τῶν πέντε γενέσθαι ἀδύνατον. διὰ μὲν οὖν τὰς εἰρημένας αἰτίας χώραν ἔχει τὸ ᾠὸν ἐπὶ τοῦ ἐχίνου ἐν πλείοσιν εὑρίσκεσθαι. οὐ γάρ ἐστιν ἀνόμοιον τὸ κύκλῳ σῶμα τοῦ ἐχίνου, ἵν’ εἷς μόνος κύκλος ἐπ’ αὐτοῦ γράφηται, ὥσπερ τὰ τῶν ἄλλων ὀστρακοδέρμων· πᾶσι γὰρ ἐν τούτοις διὰ τὸ ἐν μέσῳ εἶναι τὴν κεφαλὴν εἷς ἐστι κύκλος καὶ ἔχουσιν ἄνω τὸ τοιοῦτον μόριον· ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ζῴων τὸ τούτων ἄνω ἡ κεφαλὴ αὐτῶν ἐστιν, οὕτω καὶ τὸ τούτων ἄνω ἡ κεφαλὴ αὐτῶν ἐστιν, εἰ καὶ ἐν μέσῳ κεῖται τοῦ ὅλου σώματος. πρὸς τούτοις προσδιορίζεται καὶ ἕτερα δύο, χρῄζων καὶ τούτων πρὸς τὴν δεῖξιν τοῦ διὰ τί πέντε ἔχει τὰ ᾠά. προσδιορίζεται οὖν λέγων ‘ἀλλὰ μὴν οὔτε συνεχῆ δυνατὸν εἶναι τὰ ᾠά (οὐδὲ γὰρ τὰ τῶν ἄλλων ζῴων) ἀλλὰ ἐπὶ θάτερα’, ἀντὶ τοῦ καὶ ἐπὶ θάτερα τοῦ κύκλου μόνον. δεῖ οὖν μήτε συνεχῆ ἔχειν ταῦτα καὶ ἐπὶ θάτερα τοῦ κύκλου μόνον, καὶ μὴ πόρρω ἀπ’ ἀλλήλων διεστηκότα. ταῦτα προειπὼν δείκνυσι τέως, διὰ τί οὐκ ἐνδέχεται ἔχειν τὸν ἐχῖνον ἄρτια τὰ ᾠά, καί φησιν ἀνάγκη τοίνυν, ἐπεὶ τοῦτο μὲν ἁπάντων κοινόν, τουτέστι τὸ ἐπὶ θάτερα μόνον τοῦ κύκλου ἔχειν τὸ ὠόν, ἴδιον δ’ ἐκείνου ἐστὶ τὸ ἔχειν τὸ σῶμα σφαιροειδές, μὴ εἶναι ἄρτια τὰ ᾠά.2
在此之后,他还讨论了为何海胆具有五个所谓的卵,既不多也不少;并且他说,拥有较多这些结构的一个原因在于它们并不是卵。但有人可能会探究,为何由于不是卵,它便拥有不止一个这样的结构。或者我认为,‘而原因’这话是用来代替‘海胆和[其他]有壳类之所以没有在两侧、而仅在一侧具有所谓的卵,其原因在于它们并非是卵’;因为真正真实的卵是被发现在两侧的。因为鲻鱼、鲈鱼、鸟类以及简言之一切具有卵的动物,都在右侧和左侧这两侧具有它们。因此,在陈述了所有有壳类为何仅在单个部分具有被称为卵却不是卵之物的共同原因之后,他首先说明,为何其余有壳类在狭小的位置具有所谓的卵,而海胆则在整个半圆中具有它,并且他说,因为海胆是球状的,并且可以在其内部描绘出许多圆圈——例如对应于地平圈的圆圈、对应于子午圈的、对应于赤道的、对应于黄道的以及其他更多的圆圈——所以卵必然也处于同样的状态,即有空间不是像在其他有壳类中那样被发现在单个圆圈的一部分中,而是被发现在多个圆圈的部分中。因为在其他有壳类中,例如扇贝及类似动物中,只有一个对应于地平圈的圆圈,而另一个圆圈既不能被构想也不能被描绘。既然这些动物由于如前所述在它们之中发现有一个对应于地平圈的圆圈,因而被观察到在一个半圆中——例如可以说是右半圆中——具有卵,那么海胆也将由于这一原因而在对应于地平圈的圆圈的右侧部分具有一个卵。但子午圈与地平圈相交;因此,在这两个圆圈相互相交之处,它也将具有另一个卵,并且它不是在另一个部分,而是在地平圈也具有它的那个部分具有此卵,因为海胆既作为有壳类、又由于所谓的卵并非是卵,它不可能在另一侧部分也具有卵。因此,如前所述,它由于子午圈的缘故也将具有另一个卵;因为在有壳类中,每个圆圈都自然在一侧部分具有卵。此外,它由于黄道圆圈还将具有另一个卵,并且由于前述原因,是在其他圆圈所具有的部分中具有它。既然在球体中可以描绘出无数的圆圈,由此带来的结果便是其中被发现具有无数的卵。但尽管产生这样的结果,他自己将说明为何不可能产生多于五个的原因。因此,由于前述原因,在海胆身上卵有空间被发现在较多地方。因为海胆呈圆周的身体并非是不均一的,以至于在其上只能描绘单个圆圈,如同其他有壳类的身体那样;因为在所有这些动物中,由于头部位于中间,只有一个圆圈,并且它们在上方具有这样的部分;因为正如在其他动物中它们的上方部分是它们的头部,同样这些动物的上方部分也是它们的头部,即使它是位于整个身体的中间。除此之外,他还补充限定了另外两点,他在论证为何海胆具有五个卵时也需要这两点。于是他限定道:“再者,这些卵既不可能连贯(因为其他动物的卵也不连贯),而是在一侧”,这是用来代替“并且仅在圆圈的一侧”。因此,它应当不连续地拥有它们,且仅在圆圈的一侧拥有,并且不使它们彼此相距过远。在预先说明了这些之后,他暂且论证了为何海胆不可能拥有偶数个卵,并说:那么,既然这一点对一切有壳类是共同的——即仅在圆圈的一侧具有卵——而拥有球状身体是对海胆特有的,所以卵必然不是偶数。
- 4.6τὸ αἴτιον δὲ οἶμαι εἰρῆσθαι ἀντὶ τοῦ
动词οἶμαι支配宾格不定式结构(τὸ αἴτιον δὲ … εἰρῆσθαι),其后介词短语ἀντὶ τοῦ所接的带冠词属格结构整体呈现了用以替代亚里士多德过于简略文字的释义内容。
- 4.6ἀνάγκη τοίνυν ... μὴ εἶναι ἄρτια τὰ ᾠά
该句的主干为“ἀνάγκη [ἐστίν] … μὴ εἶναι ἄρτια τὰ ᾠά”(卵必然不是偶数)。由于中间插入了原因从句(ἐπεὶ τοῦτο μὲν … ἴδιον δ’ ἐκείνου ἐστὶ …),使得作为非人称词ἀνάγκη真正主语的宾格不定式短语被大幅后置并与谓语隔开。
