← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§71.21-72.21

有壳类的分类与海胆的特异生态

米海尔依从亚里士多德的论述(679b15起)解释了有壳类的划分(螺旋状、双壳、单壳)以及海胆和海鞘的特异性,阐释了视觉观察与理论说明的区分,并论述了皮拉海峡的海胆为何在冬天依然肥硕的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5

Μετὰ ταῦτα λέγει εἶναι καὶ εἴδη πολλὰ τῶν ὀστρακοδέρμων, καὶ τὰ μὲν αὐτῶν εἶναι στρομβώδη τὰ δὲ δίθυρα, λέγων δίθυρα τὰ ἔχοντα δύο ὄστρακα, ὥσπερ οἱ κτένες, τὰ λιμνόστρεα καὶ ἄλλα πολλά, τὰ δὲ μονόθυρα, λέγων μονόθυρα τὰ ἔχοντα τὸ σαρκῶδες αὐτῶν τῇ πέτρᾳ προσπεφυκὸς καὶ ἄνωθεν ὄστρακον ἕν, οἷά εἰσιν αἱ καλούμεναι λεπάδες. ὡς γὰρ οἱ κτένες ἔχουσι μὲν κάτωθεν τῆς σαρκὸς ἓν ὄστρακον, ἕτερον δὲ ἄνωθεν, οὕτως αἱ λεπάδες κάτω μὲν ἀντὶ τοῦ ἑνὸς ὀστράκου ἔχουσι τὴν πέτραν, ἐν ᾗ προσπέφυκε τὸ σαρκῶδες, ἄνωθεν δὲ ὄστρακον. σκέπεται οὖν καὶ σώζεται ἡ λεπὰς ἄνω μὲν ὑπὸ τοῦ ὀστράκου, κάτω δὲ ὑπὸ τῆς πέτρας, ἣν πέτραν ἀλλότριον εἴρηκε φράγμα. ὁ δὲ ἐχῖνος, φησίν, ὁ θαλάσσιος ἔχει τὸ ὄστρακον ἴδιον τῶν ἄλλων ὀστρακοδέρμων· οὐδὲν γὰρ τῶν ἄλλων ὀστρακοδέρμων κύκλῳ, τουτέστι σφαιροειδὲς τὸ ὄστρακον ἔχει, καὶ πρὸς τούτῳ κεχαρακωμένον ταῖς ἀκάνθαις. τὰ δὲ μαλάκια ἀντικειμένως ἔχει τοῖς μαλακοστράκοις καὶ ὀστρακοδέρμοις· τοῖς μὲν γὰρ μαλακίοις, ὥσπερ ἐπὶ τῶν σηπίων, ἔξω τὸ σαρκῶδες, τοῖς δὲ ἐντός. σαφῆ δὲ τὰ ἑξῆς. κατὰ δὲ τὴν λέξιν τὴν τὰ μὲν γὰρ τῷ λόγῳ, τὰ δὲ πρὸς τὴν ὄψιν αὐτῶν σαφηνίζειν δεῖ μᾶλλον, τῷ μὲν οὖν λόγῳ σαφηνίζειν δεῖ τὸ διὰ τί τούτων ἕκαστον οὕτως ἔχει, οἷον διὰ τί τὰ μὲν ἔχει πρόλοβον, τὰ δὲ οὐκ ἔχει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὑπὸ δὲ τῆς ὄψεως σαφῆ γέγονεν ὅτι τὰ μὲν ἔχει χολήν, τὰ δ’ οὐκ ἔχει, καὶ ὅτι πρῶτον μὲν κεῖται τόδε τὸ μόριον, εἶτα τόδε, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὑπὸ δὲ τῆς λέξεως τῆς ἰδίως δ’ ἔχουσι τῶν ὀστρακοδέρμων οἵ τε ἐχῖνοι καὶ τὸ τῶν καλουμένων τηθύων γένος1 οὐ τοῦτο λέγεται, ὡς ἄν τις ὑπολάβοι, ὅτι διαφέρει τὰ τήθυα πρὸς τοὺς ἐχίνους, ἀλλὰ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι οἱ ἐχῖνοι καὶ τὰ τήθυα διαφέρουσι πρὸς τὰ ἄλλα ὀστρακόδερμα. λέγει δὲ τοὺς ἐχίνους ἔχειν καὶ τὰ ᾠὰ μικρὰ πάμπαν ἔξω τῶν ἐπιπολαζόντων, λέγων ἐπιπολάζοντας ἐχίνους τοὺς παρ’ ἡμῖν εὑρισκομένους· μεγάλα γὰρ οὗτοι ἔχουσι τὰ ᾠά. τὰ δὲ ὀστρακόδερμα, φησίν, ἐν τῷ χειμῶνι οὐκ εἰσι πίονα διὰ τὸ πονεῖν ὑπὸ τοῦ ψύχους· τὸ δὲ πονοῦν λυπεῖται, τὸ δὲ λυπούμενον οὐ πιαίνεται. οἱ δὲ ἐχῖνοι ἐν τῷ θέρει μᾶλλον εὐθηνοῦσιν, ἤγουν πίονες γίνονται, πλὴν τῶν ἐν τῷ Πυρραίῳ εὐρίπῳ· ἐκεῖνοι γὰρ οὐχ ἧττον τοῦ χειμῶνος πίονές εἰσιν, ἀλλ’ ἐπίσης τῷ θέρει καὶ κατὰ τὸν χειμῶνα πίονές εἰσιν. ἀναχωρούντων γὰρ ἐκεῖθεν τῶν ἰχθύων ἐν τῷ χειμῶνι προσπίπτει αὐτοῖς πλείστη νομή, ὥστε κἂν ῥιγῴη καὶ διὰ τοῦτο λυπῆται, ἀλλὰ διὰ τὴν ἀφθονίαν τῆς τροφῆς εὐθηνεῖ2 τὸ τούτων γένος. οἱ δὲ κατὰ τοὺς ἄλλους τόπους πρὸς τῷ ῥιγοῦν καὶ λυπεῖσθαι καὶ σπάνιν ἔχουσι τροφῆς, καὶ ἐπὶ τούτῳ οὐκ εὐθηνεῖ.

在此之后他说,有壳类也有许多种类,其中一些呈螺旋状,另一些是双壳的——他所说的‘双壳’是指具有两个壳的动物,如扇贝、牡蛎以及许多其他动物;还有一些是单壳的——他所说的‘单壳’是指其肉质部分附着在岩石上而上方具有单个壳的动物,如所谓的帽贝。因为正如扇贝在肉质下方具有一个壳而在上方具有另一个壳,帽贝同样在下方具有附着肉质部分的岩石以代替一个壳,而在上方具有一个壳。因此帽贝在上方由壳遮蔽与保全,在下方则由岩石遮蔽与保全,他将这块岩石称为‘外来的屏障’。他说,海胆具有在其他有壳类中特有的壳;因为其他有壳类无一具有圆形的、即球状的,且此外还被尖刺所防卫的壳。软体动物与软甲类及有壳类的构造相反;因为在软体动物中,正如在乌贼身上那样,肉质部分在外部,而在另两者中则在内部。随后的文句是清楚的。至于‘因为有些事物必须更多地通过言论来阐明,有些事物则必须对照对其的视觉观察来阐明’这一词句,通过言论所必须阐明的乃是这些事物中每一者为何如此的原因,例如为何有些动物具有嗉囊而有些不具有,其他情况亦然;而通过视觉观察变清楚的,则是有些动物具有胆囊而有些不具有,以及首先是这一部分排布在此、其次是那一部分,其他情况亦然。通过‘在有壳类中,海胆和所谓的海鞘类具有独特的构造’这一词句,所说的并不是像某人可能设想的那样海鞘与海胆有别,而是说海胆和海鞘与其余的有壳类有别。他又说,除浮于表层的海胆外,海胆的卵也都极小,他用‘浮于表层’的海胆指在我们附近被发现的那些海胆;因为这些海胆具有大卵。他说,有壳类在冬天并不肥硕,因为受寒冷之苦;而受苦者则感到困顿,感到困顿者便不能育肥。但海胆在夏天更加繁茂,也就是变得肥硕,唯独皮拉海峡的海胆例外;因为那些海胆在冬天并不亚于在夏天肥硕,而是在夏天与冬天同样肥硕。因为当鱼类在冬天从该处离去时,极多的食料落入它们之中,因此即使它们受冻并因此困顿,但由于食物的充裕,这一类别依然繁茂。而在其他地方的海胆,除了受冻和困顿之外,还面临食物的匮乏,因此不能育肥。

语法注2 条
  1. 4.5ἰδίως δ’ ἔχουσι τῶν ὀστρακοδέρμων οἵ τε ἐχῖνοι καὶ τὸ τῶν καλουμένων τηθύων γένος

    米海尔在此排除了可能的句法误读:属格 τῶν ὀστρακοδέρμων 充当分离/比较属格,表示两个主语(οἵ τε ἐχῖνοι καὶ τὸ τῶν καλουμένων τηθύων γένος)共同从中区分出来的整体类属,即海胆与海鞘共同区别于其他有壳类,而非海鞘与海胆两者之间互有区别。

  2. 4.5ὥστε κἂν ῥιγῴη καὶ διὰ τοῦτο λυπῆται, ἀλλὰ διὰ τὴν ἀφθονίαν τῆς τροφῆς εὐθηνεῖ

    在 ὥστε 引出的从句中,让步条件句(κἂν ῥιγῴη...‘即使受冻……’)之后,主句开头使用了转折小词 ἀλλά(归结句的 ἀλλά),构成让步与强调对比的结构。让步句内部,希求式 ῥιγῴη 与连接式 λυπῆται 并列,均受 κἂν(καὶ ἐάν)统辖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:71.21-72.21