- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:70.14-71.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔疏解了亚里士多德关于网膜为何仅覆盖胃的一半及其多脂性成因的论述,阐明了无血动物因不具血液的本质规定而缺乏内脏,并解释了乌贼比鱿鱼拥有更多置于体下部的墨汁以御敌的原因。
Τὸ δὲ ἔπιπλον λέγει ἦρχθαι ἀπὸ μέσης τῆς κοιλίας καὶ περιέχειν τὸ ἥμισυ μέρος αὐτῆς. καὶ λέγει τὴν αἰτίαν, τίνος χάριν τὸ ἥμισυ περιέχει αὐτῆς, καὶ οὐχ ἅπασαν· λέγει δὲ ταύτην παρακατιών, ὅταν φησὶν καὶ διὰ τοῦτο ἀπὸ μέσης ἦρκται τῆς κοιλίας, ὅτι τὸ ἐπέκεινα μέρος συμπέττει τὸ παρακείμενον ἧπαρ. ἐπειδὴ γὰρ χάριν τοῦ θερμαίνειν τὴν κοιλίαν γέγονε τὸ ἔπιπλον, τοῦ δὲ ἡμίσεος μέρους αὐτῆς ἐπίκειται τὸ ἧπαρ, ἀρκεῖ τοῦτο θερμότατον ὂν πρὸς τὸ θερμαίνειν τὸ μέρος αὐτῆς, ἐν ᾧ μή ἐστιν ἔπιπλον· τοῦ δὲ λοιποῦ μέρους μὴ ἁπτόμενον τὸ ἧπαρ, ἀναγκαίως ἡ φύσις περιεκάλυψεν αὐτὸ διὰ τοῦ ἐπίπλου, ἵν’ ὥσπερ τὸ ἧπαρ συμπέττει, τουτέστι θερμαίνει τὸ ἥμισυ τῆς κοιλίας, οὕτω καὶ τὸ ἔπιπλον τὸ ἐπίλοιπον. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἴπομεν, παρακατιὼν λέγει διὰ τῆς λέξεως, ἣν παρεθέμεθα· περὶ δὲ τῆς τοῦ ἐπίπλου γενέσεως λέγων φησὶν ‘ἔτι δὲ διὰ τὴν τοῦ ὑμένος πυκνότητα τὸ διηθούμενον καὶ δι’ αὐτοῦ ἐξερχόμενον τῆς αἱματώδους τροφῆς ἀναγκαῖον λεπτότατον εἶναι καὶ εὔπεπτον, καὶ διὰ τοῦτο λιπαρόν’. σαφῆ δὲ τὰ ἐφεξῆς.
他又说,网膜始于胃的中部并包绕其一半。并且他说明了为何它包绕其一半而非全部的原因;他在行文后文中说明了这一点,当他说‘且为此缘故它始于胃的中部,因为邻近的肝脏有助于消化较远的那一部分’时。因为既然网膜是为了温暖胃而生成的,而肝脏覆于其一半之上,肝脏既然极热,便足以温暖其中没有网膜的那一部分;而由于肝脏并不触及剩余的部分,自然必然通过网膜将该部分包裹起来,以便正如肝脏有助于消化、即温暖胃的一半那样,网膜也同样温暖剩余的部分。但这正如我们所说,是他在后文通过我们所引用的词句阐明的;而关于网膜的生成,他说:‘此外,由于膜的致密性,从血液般的食物中滤出并通过其渗出的成分必然是极细腻且易于消化的,并因此是多脂的’。随后的文句是清楚的。
Λέγει δὲ περὶ τῶν ἐντόμων καὶ πάντων τῶν ἀναίμων μὴ ἔχειν σπλάγχνα διὰ τὸ μηδὲ αἷμα, ἐξ οὗ τὰ σπλάγχνα συνέστηκε· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἐξ ὧν γὰρ συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις, οὐδὲν ἔχει τούτων αἷμα.1 ἔσται δὲ σαφὴς ἡ λέξις, εἰ τὸ ἐξ ὧν ἀντὶ τοῦ ἐξ οὗ ἀκούσομεν, καὶ εἴη ἂν οὕτω τὸ λεγόμενον τοιοῦτον ‘οὐδὲν τῶν ἀναίμων ἔχει αἷμα, ἐξ οὗ αἵματος συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις. καὶ διὰ τί οὐδὲν τούτων ἔχει αἷμα, ἐπήγαγεν εἰπὼν διὰ τὸ τῆς οὐσίας αὐτῶν εἶναί τι τοιοῦτον πάθος αὐτῆς,2 εἰπὼν πάθος νῦν τὴν οὐσιώδη διαφοράν. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ‘διὰ τὸ οὐσιῶσθαι καὶ εἰδοποιεῖσθαι τὰ ἄναιμα ἐν τῷ μὴ ἔχειν αἷμα, διὰ τοῦτο ἔστιν ἄναιμα’. ὡς γὰρ ὁ ἄνθρωπος ἐν τῷ λογικὸς καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸς εἶναι ἔχει τὸ εἶναι, οὕτω καὶ τούτων τὸ εἶναί ἐστιν ἐν τῷ μὴ ἔχειν αἷμα, καὶ ὑπάρξει δὴ τὸ ἄναιμον ἐν τῷ λόγῳ τῷ ὁρίζοντι τὴν οὐσίαν αὐτῶν, ὥσπερ καὶ τὸ λογικὸν ἐν τῷ τοῦ ἀνθρώπου. οὐκ ἔχει οὖν τὰ ἔντομα σπλάγχνα, ὅτι οὐδὲ αἷμα· ἀναγκαῖον δὲ αὐτοῖς μόνον ἔχειν τὸ ἀνάλογον τῇ καρδίᾳ, ἵν’ ᾖ ἐν αὐτῷ ἡ αἰσθητικὴ ψυχή, ὥσπερ καὶ ἐπὶ τῶν ἐναίμων ἐν τῇ καρδίᾳ. τὸ γὰρ αἰσθητικὸν ψυχῆς, τουτέστι τὴν γὰρ αἰσθητικὴν ψυχὴν ἀνάγκη ἐν ἀρχῇ τινι τῶν μορίων, τουτέστιν ἀνάγκη ἐν μορίῳ τινὶ τοῦ σώματος λόγον ἀρχῆς ἔχοντι ὑπάρχειν ἐν πᾶσι τοῖς ζῴοις· ἀρχῆς δὲ λόγον ἐν πᾶσιν ἔχει τοῖς ζῴοις ἡ καρδία ἢ τὸ ἀνάλογον τῇ καρδίᾳ.
关于昆虫以及一切无血动物,他说它们没有内脏是因为它们甚至没有血液,而内脏正是由血液构成的;因为他通过说‘因为内脏的本性由其构成的那些事物,这些动物无一具有血液’表明了这一点。如果我们把‘由其构成的那些事物’理解为单数的‘由其构成的那种事物’,文句便会清楚,所说的意思将是这样的:‘无血动物无一具有血液,而内脏的本性正是由这种血液构成的’。至于为何它们无一具有血液,他补充说‘因为对于它们的实体而言,有其自身的某种此类受动’,他在此处将本质差异称为‘受动’。他所说的意思是这样的:‘因为无血动物正是在不具有血液这一规定中获得实体性并被赋予形式的,所以它们才是无血的’。因为正如人是在作为理性的、可接受理知与知识的存在中拥有其存在,同样,对这些动物而言,其存在也在于不具有血液,因此无血确实将从属于界定其本质的定义,正如理性从属于人的定义一样。因此昆虫不具有内脏,是因为它们甚至没有血液;但对它们而言,仅具有相当于心脏的部分是必然的,以便感觉灵魂居于其中,正如在有血动物中居于心脏一样。因为灵魂的感觉部分,即感觉灵魂,必然存在于诸部分的某种本原之中,也就是说,必然存在于所有动物中具有本原地位的身体某个部分之中;而在一切动物中具有本原地位的,乃是心脏或相当于心脏的部分。
Λέγει δὲ τὴν σηπίαν πλείονα τὸν θολὸν ἔχειν, ἤπερ αἱ τευθίδες, διὰ τὸ πρόσγειον εἶναι τὸν βίον αὐτῆς, λέγων πρόσγειον τὸν αἰγιαλώδη· ἐν γὰρ τοῖς αἰγιαλοῖς οὖσα μᾶλλον ἐπιβουλεύεται τῶν τευθίδων, πελαγίων τούτων οὐσῶν. λέγει δὲ καὶ τὸν θολὸν ἔχειν τὴν σηπίαν κάτωθεν, διά τε τὸ πολὺν εἶναι καὶ διὰ τὸ ῥᾳδίως αὐτόθεν πέμπειν αὐτόν· καὶ γὰρ καὶ αἱ τευθίδες αἱ πρὸ τῆς μύτιδος αὐτὸν ἔχουσαι καὶ αὗται κάτωθεν αὐτὸν προἵενται. λέγει δὲ καὶ ὅτι ὥσπερ ἔνια τῶν ἐναίμων, ὅταν φοβηθῶσιν, οὐροῦσιν, οὕτω καὶ αἱ σηπίαι ἀντὶ οὔρου προΐενται τὸν θολόν, ἐπειδὰν φοβηθῶσι. σαφῆ δὲ τὰ ἑξῆς.
他又说,乌贼比鱿鱼拥有更多的墨汁,是因为它的生活贴近陆地,他用‘贴近陆地’指沿岸生活;因为处于海滩沿岸,与属于远洋性的鱿鱼相比,它更容易遭到暗算。他又说,乌贼将墨汁置于下方,既因为墨汁量多,也因为便于从该处将其喷出;因为甚至在密提斯前部具有墨汁的鱿鱼,也是从下方将其喷出的。他又说,正如某些有血动物在受惊时会排尿一样,乌贼在受惊时也是喷出墨汁以代替尿液。随后的文句是清楚的。
- 4.3ἐξ ὧν γὰρ συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις, οὐδὲν ἔχει τούτων αἷμα
关于亚里士多德引文中关系代词 ἐξ ὧν 使用复数形式的问题,注解者指出,若将 ἐξ ὧν 视作单数 ἐξ οὗ,文意便豁然开朗。这是为了解决关系代词与其先行词 αἷμα(中性单数)在数上的不一致,注解者将其解析为相当于单数形式(ἐξ οὗ αἵματος),即理解为“构成内脏本性的那种血液”。
- 4.3διὰ τὸ τῆς οὐσίας αὐτῶν εἶναί τι τοιοῦτον πάθος αὐτῆς
此句为带有冠词的不定式结构 διὰ τὸ εἶναι,其中 τι τοιοῦτον πάθος 为不定式的逻辑主语(宾格),τῆς οὐσίας αὐτῶν 为属格所有定语。末尾的 αὐτῆς 为冗余代词,用于承接并强化前置的 τῆς οὐσίας。注解者在此特别说明,πάθος 并非指通常意义上的“偶性受动”,而是指“本质差异(οὐσιώδης διαφορά)”。
