← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§69.22-70.13

作为残余物的胆汁及其生成的必然性

米海尔阐明了亚里士多德关于胆汁并非为了目的因而是出于必然性生成的残余物这一论点,解释了为何被胆汁环绕的肝脏部分最甜、胆汁的苦味如何证明其为残余物,以及胆汁为何唯独生成于肝脏而非心脏或其他内脏等疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#2

καὶ ἐπεὶ οὐ πάντα ἕνεκά τινος γίνεται, ἀλλὰ γίνεται καὶ ὡς περιττώματα, οὐ δεῖ περὶ πάντων ζητεῖν, τίνος ἕνεκα γίνεται, ἀλλὰ τίνων ὄντων καὶ τίνων προηγησαμένων ταῦτα γέγονε’. λέγει δὲ τὸ μέρος τοῦ ἥπατος, ὃ περίκειται ἡ χολή,1 γλυκύτατον2 εἶναι, καὶ τοῦτο εὐλόγως· τὸ γὰρ ἁλμυρὸν ἢ πικρὸν ἢ ὅλως παρὰ τὸ γλυκὺ ἑλκόμενον ὑπὸ τῆς χολῆς πρὸς ἑαυτὴν διά τε τὴν συγγένειαν καὶ τὴν γειτνίασιν, λείπεται τὸ γλυκύτατον καὶ ἀνόμοιον τῇ χολῇ ἀνεπίμικτον καὶ καθαρόν. ὅτι δὲ ὅλως ἡ χολὴ περίττωμά ἐστι, καὶ ἐκ τῶνδε δῆλον. ἐπεὶ γὰρ τῇ τροφῇ ἐναντίον3 τὸ περίττωμα (τὸ γὰρ μὴ πεφθὲν μηδὲ γενέσθαι δυνηθὲν τροφὴ περίττωμα) ἐπεὶ οὖν τὸ περίττωμα ἐναντίον τῇ τροφῇ καὶ τῷ γλυκεῖ τὸ πικρόν, ἔστι δὲ ἡ τροφὴ γλυκεῖα, δῆλον ὡς ἡ χολὴ πικρὰ οὖσα οὐκ ἔστι τροφή, εἰ δὲ μὴ τροφή, περίττωμα· εἰ γὰρ ἦν τροφή, ἦν ἂν γλυκεῖα. λέγει δὲ καὶ ὅτι εὔλογον τὴν τοῦ ἥπατος φύσιν ἐπίκαιρον οὖσαν, τουτέστιν εἰς ἐπιτηδειότατον τόπον κειμένην (ἐν γὰρ τῷ δεξιῷ μέρει κεῖται) εὔλογον οὖν ἐπίκαιρον οὖσαν αἰτίαν εἶναι τοῦ ζῆν ἢ πολὺν ἢ ὀλίγον χρόνον τὰ ζῷα κατὰ τὴν αὐτοῦ ποιότητά τε καὶ κρᾶσιν. λέγει δὲ καὶ διὰ τί ἐν τῷ ἥπατι μόνῳ καὶ οὐκ ἐν ἄλλῳ τινὶ τῶν σπλάγχνων γίνεται ἡ χολή, καί φησιν ὅτι ἐν τῇ καρδίᾳ ἀδύνατον αὐτὴν γενέσθαι· ἡνίκα γὰρ πικρὸν ἢ ἄλλο τι πάθος πλησιάσει ἐν αὐτῇ, θνήσκει τὸ ζῷον. ἐν ἄλλῳ δὲ σπλάγχνῳ εἰ μέλλει γενέσθαι, εὔλογον ἐν ἐκείνῳ γίνεσθαι, ὅπερ ἐν ἅπασιν εὑρίσκεται· εὑρίσκεται δὲ ἐν ἅπασιν ἢ ἧπαρ ἢ τὸ ἀνάλογον τῷ ἥπατι, νεφροὶ δὲ ἢ σπλὴν ἢ πνεύμων οὐκ ἐν ἅπασιν εὑρίσκεται τοῖς ἐναίμοις. ἐπεὶ δέ τινες ἦσαν οἱ λέγοντες ὡς εἴπερ ἦν ἡ χολὴ περίττωσις, εὑρίσκετο ἂν ὅπου καὶ ἡ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσις, ἀλλ’ οὐκ ἐν τῷ ἥπατι, λέγει ὅτι ‘ὥσπερ γὰρ ὅπου ἄν τις ἴδῃ φλέγμα ἢ τὸ ὑπόστημα τῆς κοιλίας, εἴτε ἐν τῇ κοιλίᾳ εἴτε ἀλλαχοῦ, εἰ μὴ νομίζει τοῦτο περίττωμα, ἀλλ’ ἐν μὲν τῇ κοιλίᾳ βλέπων αὐτὸ λέγει εἶναι περίττωμα, ἐκτὸς δὲ ταύτης ὁρῶν αὐτὸ οὐ λέγει περίττωμα, ὥσπερ οὖν οὗτος ἄτοπος λογισθήσεται, οὕτως ἂν εἴη ἄτοπος καὶ ὁ μὴ λέγων τὴν χολὴν περίττωμα, ὅπου ἂν αὐτὴν ἴδῃ’.

并且,既然并非一切事物都是为了某种目的而生成的,而是也作为残余物而生成,人们就不应当就一切事物探讨它们是为了什么而生成,而应当探讨在具备什么事物、有什么事物先行发生的情况下这些事物得以生成。’他又说,胆汁环绕的那部分肝脏是最甜的,而这合乎情理;因为由于同类关联与相邻近,咸的或苦的、或概括而言有悖于甜味的东西都被胆汁吸引向自身,因此最甜的、不似胆汁的东西便被留存下来,成为未混杂且纯粹的。而胆汁普遍而言是一种残余物,从以下各点也是显而易见的。因为既然残余物与食物相对立(因为未被消化且无法成为食物的东西即是残余物)——既然残余物与食物相对立,苦与甜相对立,且食物是甜的,那么显而易见的是,胆汁既然是苦的便不是食物,如果不是食物,就是残余物;因为如果它是食物,就应当是甜的。他又说,合乎情理的是,肝脏的本性既然处于要害之所,也就是说位于最适宜的场所(因为它位于右侧)——合乎情理的是,它既然处于要害之所,便根据其自身的性质与调和状态,成为动物或长寿或短命的原因。他又论及为何胆汁仅在肝脏中生成而不在其他任何内脏中生成,并且说它不可能在心脏中生成;因为每当苦或任何其他受动侵临心脏时,动物便会死亡。但若要在其他内脏中生成,则合乎情理的是在见于一切动物的那个内脏中生成;而在一切动物中见到的或是肝脏或是相当于肝脏的部分,肾脏、脾脏或肺脏却并非见于一切有血动物。此外,由于有人主张,如果胆汁是残余物,它就应当见于干燥与液体食物的残余物所在之处,而不应当在肝脏中,因此他说:‘因为正如无论何人在何处见到黏液或胃腹的沉淀物,无论在胃腹中还是在别处,如果他不认为这是残余物,反而在胃腹中看到它时说是残余物,而在胃腹之外看到它时却不说它是残余物——正如这人将被视为荒谬一样,无论在何处看到胆汁都不称其为残余物的人,也同样是荒谬的。’

语法注3 条
  1. 4.1ὃ περίκειται ἡ χολή

    动词 περίκειμαι 虽具被动或状态含义,但常支配宾格;此处的关系代词 ὃ 即充当 περίκειται 所支配的宾格(“胆汁环绕其周的[部分]”)。

  2. 4.1τὸ γὰρ ἁλμυρὸν ἢ πικρὸν ἢ ὅλως παρὰ τὸ γλυκὺ ἑλκόμενον ὑπὸ τῆς χολῆς πρὸς ἑαυτὴν διά τε τὴν συγγένειαν καὶ τὴν γειτνίασιν, λείπεται τὸ γλυκύτατον

    句首的主格短语 τὸ ... ἁλμυρὸν ... ἑλκόμενον 并非主句动词 λείπεται 的主语,而是作为独立主格(nominativus pendens)构成表示原因的分词从句。主句的真正语法主语是后文的 τὸ γλυκύτατον。

  3. 4.1ἐπεὶ γὰρ τῇ τροφῇ ἐναντίον τὸ περίττωμα ... ἐπεὶ οὖν τὸ περίττωμα ἐναντίον

    由于夹入了括号内的解释性插入成分(τὸ γὰρ μὴ πεφθὲν...),连词 ἐπεὶ 通过 ἐπεὶ οὖν 得到复述(reprise),从而为支配性的主句 δῆλον ὡς... 重新确立了前提条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:69.22-70.13