← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§68.2-69.22

卵生动物的内脏与对柏拉图胆汁说的批判

在第四卷开端概述内脏、排泄物及胎生与卵生的区分(§4.0)之后,注解者阐明了亚里士多德对柏拉图(将胆汁的目的归于警醒欲望)与阿那克萨哥拉(将急性疾病归咎于胆汁溢流)关于胆汁学说的反驳(§4.1#1)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.0

Ἀρχόμενος τοῦ τετάρτου τῶν Περὶ ζῴων μορίων λέγει ὅτι τὰ τετράποδα καὶ ᾠοτόκα τῶν ζῴων καὶ τὰ ἄποδα, οἷον οἱ ὄφεις, ὁμοίαν ἔχουσι τήν τε κοιλίαν καὶ τὰ σπλάγχνα καὶ ἕκαστον τῶν εἰρημένων μορίων. ἡ γὰρ τῶν ὄφεων φύσις συγγενής ἐστι τοῖς τετράποσι καὶ ᾠοτόκοις· ὅμοιοι γάρ εἰσιν οἱ ὄφεις σαύρῳ μακρῷ, εἴ τις τοῦτον ἄποδα νοήσειε. πάλιν δὲ τοῖς τετράποσι καὶ ᾠοτόκοις καὶ τοῖς ὄφεσιν ἔχουσιν οἱ ἰχθύες πάντα τὰ σπλάγχνα παραπλήσια. λέγει δὲ καὶ διὰ τοὺς ἰχθύας ὅτι ἐμφαίνεται λευκότης ἐν τῷ περιττώματι αὐτῶν τῷ ἐκ τῆς ὑγρᾶς τροφῆς, καθάπερ καὶ ἐν τῷ τῶν ὀρνίθων· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐπιλευκαίνει δὲ τὸ περίττωμα πᾶσι καὶ τούτοις. διὰ τοῦτο καὶ ἐν τοῖς ἔχουσι κύστιν ὑφίσταται ἡ ἁλμυρίς, γεώδης οὖσα καὶ λευκή, τὸν αὐτὸν ἔχουσα λόγον ὅνπερ ἐν ἐκείνοις τὸ ἐμφαινόμενον λευκόν. λέγει δὲ τοὺς ἔχεις διαφέρειν πρὸς τοὺς ὄφεις ὃν τρόπον καὶ οἱ ἰχθύες πρὸς τὰ σελάχη, καὶ τί διαφέρουσιν ἐπάγει· ζῳοτοκοῦσι γὰρ καὶ τὰ σελάχη καὶ οἱ ἔχεις, οἱ δὲ ὄφεις καὶ οἱ ἰχθύες ᾠοτοκοῦσι. σαφῆ δὲ τὰ ἑξῆς.

在《论动物部分》第四卷的开端,他说四足卵生动物与无足动物(例如蛇)拥有相似的胃、内脏以及所述的各个部分。因为蛇的本性与四足卵生动物是同类;因为若有人将它〔蜥蜴〕设想为无足的,蛇便类似于长蜥蜴。反过来,鱼类的所有内脏也与四足卵生动物及蛇极为相似。关于鱼类,他还说在它们来自液体食物的残余物中显出白色,正如同在鸟类的残余物中一样;因为“对于这一切动物,残余物也带有白色”指明的正是这一点。因此,在具有膀胱的动物中也会沉淀出含盐的沉淀物,它是土质且白色的,与在那些动物中显出的白色[残余物]具有相同的比例。他说蝰蛇与[普通]蛇相异的方式,犹如鱼类与软骨鱼类相异的方式一样,并补充了它们在何处相异:因为软骨鱼类和蝰蛇是胎生的,而蛇与鱼类则是卵生的。接下来的事情是明晰的。

§4.1#1

Ἃ δὲ ἀντιλέγει πρὸς τὸν Πλάτωνα περὶ χολῆς ἔσται δῆλα, εἰ πρότερον τεθείη τὰ τῷ Πλάτωνι δοκοῦντα.1 ὁ μὲν δὴ Πλάτων ἐν τῷ ἥπατι λέγων εἶναι τὸ ἐπιθυμητικὸν ἔλεγεν ὅτι τὸ ἐπιθυμητικὸν πρὸς ἡδονὴν καὶ ἄνεσιν ἕλκον τὸ ζῷον ἐκλύει καὶ παντάπασι φθείρει αὐτό· προνοουμένη οὖν ἡ φύσις τοῦ ζῴου πεποίηκεν ἐν τῷ ἥπατι τὴν χολὴν ὅπου τυγχάνει ὂν καὶ τὸ ἐπιθυμητικόν, ἵνα δριμεῖα οὖσα δάκνῃ τὸ ἧπαρ, ἐν ᾧ τὸ ἐπιθυμητικόν, τούτου δὲ δακνομένου πονῇ τὸ ζῷον, πονοῦν δὲ συσφίγγηται καὶ συνιστῆται καὶ ἀνιστῆται ἀπὸ τῆς ἀνέσεως καὶ τῆς ἐκ ταύτης καὶ διὰ ταύτην γινομένης φθορᾶς. ἀλλ’ ὅταν μέν, φησὶν ὁ Πλάτων, δάκνῃ ἡ χολή, συνίσταται καὶ διεγείρεται τὸ ζῷον, λυομένης δὲ τῆς δήξεως ἵλεων γίνεται καὶ πρὸς ἄνεσιν περιπετές. ταῦτα τοῦ Πλάτωνος λέγοντός φησιν ὁ Ἀριστοτέλης ὅτι πολλὰ τῶν ζῴων ἐπιθυμεῖ μέν, χολὴν δὲ οὐκ ἔχει τὴν δάκνουσαν, ὥστε οὐ διὰ τοῦτο γέγονεν ἡ χολή. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ καὶ πρὸς Ἀναξαγόραν ὡς εἴπερ τῆς χολῆς κατά σε ἀπορραινομένης πρὸς τὸν πνεύμονα καὶ τὰς φλέβας ἐγίνετο τὰ ὀξέα νοσήματα, μόνα τῶν ζῴων περιπνευμονίαις καὶ τοῖς ὀξέσι νοσήμασι περιέπιπτον ὅσα ἔχει χολήν· νῦν δὲ πολλὰ τῶν ἀχόλων τούτοις ἀναλίσκεται τοῖς νοσήμασιν. ἀλλὰ καὶ πάμπολλα ζῷα ἅμα τῷ θανεῖν ἀνετμήθη καὶ οὐχ εὑρέθη ἀπόρροια χολῆς οὔτε ἐν τῷ πνεύμονι οὔτε ἐν ταῖς φλεψὶν οὔτε ἐν ταῖς πλευραῖς. καὶ ἡ ἀπεμουμένη δὲ χολὴ ὑπὸ τῶν νοσούντων, πολλαπλάσιος οὖσα τῆς ἐν τῇ χοληδόχῳ κύστει, ἣν οὗτός φησιν ἀπορραίνεσθαι, πολλαπλάσιος οὖν οὖσα ἡ ἀπεμουμένη τῆς ἐν τῇ χοληδόχῳ κύστει μαρτυρεῖ ὅτι οὐ γέγονεν ἡ χολὴ πρότερον καὶ ἐναπετέθη ἐν τῇ κύστει, ὅπως ἀπορραίνηται πρὸς τὸν πνεύμονα καὶ τὰς φλέβας καὶ ἔτι τὰς πλευράς. εἰ γὰρ διὰ τοῦτο ἐγίνετο, ἔδει μὴ ἐν ἄλλῳ μορίῳ γίνεσθαι πλὴν ἐν τῇ εἰρημένῃ κύστει, ἀφ’ ἧς οὗτός φησιν ἀπορραίνεσθαι· ἐπεὶ δὲ πολλαπλάσιος, ὥσπερ εἴρηται, ἡ ἀπεμουμένη ἐστὶ τῆς ἐν τῇ κύστει, δῆλόν ἐστιν ὡς ἡ σὰρξ τοῦ τοιούτου ζῴου ἐπιτήδειος γέγονεν ὑπὸ τῆς νόσου εἰς τὸ μεταβάλλειν εἰς χολήν, καὶ μεταβάλλουσα καὶ συντηκομένη καὶ εἰς γένεσιν χολῆς ἀναλυομένη συμβαίνει ἀπεμεῖσθαι τὸ τοιοῦτον πλῆθος τῆς χολῆς.2 ταῦτα εἰπὼν ἐπάγει πρὸς τὸν Πλάτωνα ἀποτεινόμενος τὸ ‘οὐ διὰ ταῦτα γέγονεν ἡ χολή, ὥσπερ φησὶν ὁ Πλάτων, διὰ τὸ τὸ ζῷον ἀπὸ τῆς ἡδονῆς ἀνεγείρεσθαι καὶ τῆς ἐκ ταύτης ἀνέσεως, ἀλλ’ ὥσπερ ἡ χολὴ ἡ γινομένη κατὰ τὸ ἄλλο σῶμα περίττωμά ἐστιν ἢ σύντηξις καὶ ἀνάλυσις σαρκὸς εἰς χολὴν διά τινα καχεξίαν, οὕτω καὶ ἡ ἐν τῷ ἥπατι.

如果先列出柏拉图的见解,他对柏拉图关于胆汁所作的反驳就会变得明了。柏拉图在主张欲望部分位于肝脏时曾说,欲望部分将动物引向快乐与弛缓,使之衰竭并彻底毁灭它;因此自然为动物预作筹划,在欲望部分恰好所在的肝脏中生成了胆汁,以便辛辣的胆汁刺痛欲望部分所在的肝脏,当肝脏被刺痛时动物感到痛苦,因感到痛苦而收紧自身、凝聚起来,并从弛缓以及由此产生并因之而起的毁灭中奋起。“但是,”柏拉图说,“每当胆汁刺痛时,动物就凝聚并警醒起来;而当刺痛消除时,它便变得温和且易于弛缓。”在柏拉图说了这些之后,亚里士多德说,许多动物虽有欲望,却没有刺痛的胆汁;因此胆汁并不是为此而生成的。接下来的事情是明晰的。他也针对阿那克萨哥拉说,若果真如你所说,由于胆汁向肺部和静脉溢流而产生急性疾病,那么在动物中就只有拥有胆汁的那些才会患上肺炎和急性疾病;但事实上许多无胆汁的动物也因这些疾病而丧生。不仅如此,极多的动物在死后立刻被解剖,但在肺中、静脉中或肋间都未曾发现胆汁的流出。患病者所吐出的胆汁,数倍于此人所说发生溢流的胆囊中的胆汁;所吐出的胆汁数倍于胆囊中的胆汁这一事实,证明了胆汁绝非预先生成并储存在胆囊中,以便向肺部、静脉以及肋部溢流。因为如果它是为此而生成的,它就不应当在所述的胆囊(此人称胆汁由此溢流)之外的其他部分中生成;但既然如前所述,吐出的胆汁数倍于胆囊中的胆汁,显而易见的是,这类动物的肉已被疾病变得适于转变为胆汁,且随着肉发生转变、消融并分解为胆汁的生成,便导致如此大量的胆汁被吐出。说了这些之后,他针对柏拉图补充道:“胆汁并不是像柏拉图所说的那样,为了使动物从快乐及由之而来的弛缓中警醒而生成的;相反,正如同在身体其余部分生成的胆汁是一种残余物,或是由于某种恶液质导致的肉向胆汁的消融与分解一样,肝脏中的胆汁也是如此。”

语法注2 条
  1. 4.1Ἃ δὲ ἀντιλέγει πρὸς τὸν Πλάτωνα περὶ χολῆς ἔσται δῆλα, εἰ πρότερον τεθείη τὰ τῷ Πλάτωνι δοκοῦντα.

    这是一个混合条件句,主句使用将来时直陈语气(ἔσται δῆλα),条件从句使用祈愿语气(εἰ... τεθείη)。条件从句将列出柏拉图学说这一阐述步骤作为委婉的假设提出,而主句则以将来时断言反驳的要点由此必将变得明了。

  2. 4.1καὶ μεταβάλλουσα καὶ συντηκομένη καὶ εἰς γένεσιν χολῆς ἀναλυομένη συμβαίνει ἀπεμεῖσθαι τὸ τοιοῦτον πλῆθος τῆς χολῆς

    主格分词(μεταβάλλουσα、συντηκομένη、ἀναλυομένη)在意义上的主语是前一句中的 ἡ σάρξ,但主动词采用了无人称动词 συμβαίνει 搭配宾格不定词(ἀπεμεῖσθαι τὸ τοιοῦτον πλῆθος),构成悬垂主格或破格结构(nominativus pendens)。句子的核心脉络表达的是:随着肉发生转变、消融与分解,导致如此大量的胆汁被吐出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:68.2-69.22