← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§67.1-67.36

鱼类的反刍与肠道盘曲结构及贪食的形态

米海尔注解了《动物部分论》卷三结尾处的论述,解释了蓝唇鹦嘴鱼的反刍、盲囊与肠道的盘曲结构、肠道扩张的原因、贪食的两种形态,以及绝食状态下空肠的可辨识性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14#2

ὥστε διὰ τὸ μὴ ἀμφώδοντα εἶναι καὶ διὰ τοῦτο μηδὲ καρχαρόδοντα τὸν σκάρον, ἀνάγκη αὐτὸν μηρυκάζειν· πᾶν γὰρ μὴ ἀμφώδουν μηρυκάζει. ἀποφυάδας δὲ λέγει τὰ ἐπανεστηκότα ἐν ταῖς κοιλίαις καὶ προλόβοις ἐοικότα. ἐν δὲ τῇ λέξει τῇ ἀλλ’ ἄπεπτα διαχωρεῖν τὸ ἀλλά ἀντὶ τοῦ καί συνδέσμου εἴρηται. ἐν δὲ τῇ καί τινας ἔχουσι μετρίας πλάνας τὸ πλάνας ἀντὶ τοῦ ἕλικας κεῖται. δύνανται γὰρ αἱ ἕλικες διὰ τὴν ποικίλην καὶ κεκλασμένην αὐτῶν θέσιν κατέχειν τὴν τροφήν, ὥσπερ πάλιν τὰ ἐοικότα εὐθείαις γραμμαῖς μὴ κατέχειν. τοῦτο δὲ τὸ μόριον λέγει τὸ ἔντερον. κατὰ δὲ τὴν λέξιν τὴν πάντα γὰρ ὡς εἰπεῖν μεγάλα τὰ κερατοφόρα διὰ τὴν κατεργασίαν τῆς τροφῆς1 λείπει τὸ ‘ἔχει τὰ ἔντερα’, ἵν’ ᾖ τὸ πλῆρες τοιοῦτον ‘πάντα γὰρ τὰ κερατοφόρα μεγάλα ἔχει τὰ ἔντερα διὰ τὴν κατεργασίαν τῆς τροφῆς’. τὸ γὰρ μέγα καὶ εὐρύτατον δύναται κοιλαίνεσθαι, τὸ δὲ κοιλαινόμενον δύναται ἐν ταῖς κοιλότησι συνέχειν τὴν τροφήν. ἀλλὰ καὶ πᾶσι τοῖς μὴ εὐθυεντέροις εὐρύτατον γίνεται τὸ ἔντερον· ἐξ ἀρχῆς μὲν γὰρ στενόν ἐστιν, ὅσον δὲ κάτεισι, τοσοῦτον εὐρύνεται. λέγει δὲ καλεῖσθαι ἀρχὸν τὸ εὐθὺ πρὸς τὴν ἔξοδον διατεῖνον τοῦ περιττώματος. εὐρύνεται δὲ τοῖς εὐχιλοτέροις, τουτέστιν εὐπεπτοτέροις (χιλὸς γὰρ ἡ τροφή) εὐρύνεται οὖν τοῖς εὐχιλοτέροις καὶ εὐπεπτοτέροις καὶ διὰ τοῦτο εὐτραφεστέροις τὸ ἔντερον, ἵνα κατερχόμενον τὸ περίττωμα ἱστῆται ἐν ταῖς διὰ τὴν εὐρυχωρίαν αὐτοῦ γινομέναις κοιλότησι, καὶ μὴ τάχιον ἐξερχόμενον πεινῇ.2 εἰς πλῆθος δὲ γαστρίμαργα λέγει τὰ ἐσθίοντα πάνυ πολλά, ἅπαξ δὲ ἢ δὶς τῆς ἡμέρας, εἰς τάχος δὲ γαστρίμαργα τὰ πολλάκις τῆς ἡμέρας ἐσθίοντα. ἐν δὲ τῇ λέξει τῇ τοῦτο γὰρ μεταξὺ τῆς ἄνω, ἐν ᾗ ἄπεπτον, καὶ τῆς κάτω, ἐν ᾗ τὸ ἄχρηστον περίττωμα, τὸ τοῦτο ἀντὶ τοῦ αὕτη εἴρηται·3 περὶ γὰρ τῆς νήστιδος ἔτι ὁ λόγος αὐτῷ. τοῦτο δὲ δῆλον ἐκ τοῦ ἐπαχθέντος τοῦ γίνεται δ’ ἐν πᾶσι μέν, δήλη δ’ ἐν τοῖς μείζοσι καὶ νηστεύσασιν, ἀλλ’ οὐκ ἐδηδοκόσιν. ἀλλὰ πῶς δήλη ἐν τοῖς νηστεύσασι γίνεται; ἢ ἐπειδὴ ἡ ἐν τῇ ἄνω κοιλίᾳ τροφὴ νεαρά ἐστιν, ἡ ἐν τῇ κάτω δὲ κοπρώδης, ἡ δὲ ἐν τῇ νήστιδι ἑτέρα τούτων ὁρᾶται, φαίνεται ὅτι ἑτέρα ἔστιν ἡ νῆστις τῆς τε ἄνω καὶ τῆς κάτω κοιλίας. εἰ γὰρ ἦν ἡ αὐτή τινι τούτων, ἦν ἂν καὶ ἡ ἐν αὐτῇ περίττωσις ὁμοία τινὶ τῶν ἐν ταύταις περιττώσεων· φαίνεται δὲ ἡ ἐν τῇ νήστιδι περίττωσις ἑτέρα τῶν ἄλλων, ἐπειδὰν νηστεύσωσιν, ὅτι ἡνίκα φάγωσι καὶ πλησθῶσιν, ἀναμίγνυται ἡ ἐν τῇ ἄνω κοιλίᾳ τροφὴ μετὰ τῆς ἐν τῇ νήστιδι περιττώσεως, καὶ οὐ γίνεται διάδηλος, εἰ ἑτέρα ἐστί· βραχὺς γὰρ ὁ καιρός, ἀφ’ οὗ ἔφαγε τὸ ζῷον καὶ οὔπω ἐπέφθη, ἵνα φανῇ ἡ ἑτερότης αὐτῶν. σαφῆ δὲ τὰ ἑξῆς ἕως τοῦ τέλους τοῦ βιβλίου.

因此,由于蓝唇鹦嘴鱼不具双颌齿,并由此也不具锯齿状牙齿,它必然进行反刍;因为一切不具双颌齿的动物都反刍。而他所谓的“盲囊”,是指胃中凸起且类似嗉囊的部分。在“但未消化地排泄出来”这一字句中,“但”是代替连词“并且”而言的。在“并且具有某些适度的漫游”中,“漫游”代替“盘曲”。因为盘曲由于其多样的折弯位置而能够保持食物,正如类似直线的构造不能保持食物一样。而他称这部分为肠。照“因为可以说所有具角的动物由于食物的加工都是巨大的”这一字句,其中缺少了“拥有肠”,以使完整的句子成为:“因为所有具角的动物由于食物的加工都拥有巨大的肠”。因为巨大且极宽阔之物能够凹陷,而凹陷之物能够在其凹陷处保留食物。不仅如此,对于所有非直肠的动物而言,肠也变得极为宽阔;因为一开始它是狭窄的,但下行多远,便扩展多宽。他说向残余物的出口笔直延伸的部分被称为“直肠”。对于具有更佳食糜即更易消化的动物(因为食糜即食物)而言,肠变得宽阔;因此,对于具有更佳食糜、更易消化并由此得到更好滋养的动物而言,肠变得宽阔,以便下行的残余物停留于因其舒展而形成的凹陷中,不致因过快排出而使动物饥饿。他所谓的“在数量上贪食”,是指吃得极多但一日仅进食一两次的动物;所谓“在速度上贪食”,是指一日进食多次的动物。而在“因为这介于具有未消化食物的上部与具有无用残余物的下部之间”这一字句中,“这(中性)”是代替“这(阴性)”而言的;因为他的讨论仍是关于空肠的。这一点从后面所附加的话中显明:“它存在于一切动物中,但在较大且绝食的动物中是明显的,而不是在刚进食的动物中”。但在绝食的动物中它是如何变得明显的呢?难道不是因为上胃中的食物是新鲜的,下部中的食物则是粪便状的,而空肠中的食物则显出与这些不同,从而显明空肠不同于上胃和下胃吗?因为如果它与其中之一相同,那么它里面的残余物也会与它们里面的残余物之一相似;但是当它们绝食时,空肠中的残余物显出与其余的不同,因为每当它们进食并饱足时,上胃中的食物便与空肠中的残余物混合,它是否不同便不再清晰;因为自动物进食以来的时间很短,而且〔食物〕尚未消化,不足以显出它们的差异。接下来的事情直到本卷结尾都是明晰的。

语法注3 条
  1. 3.14πάντα γὰρ ὡς εἰπεῖν μεγάλα τὰ κερατοφόρα διὰ τὴν κατεργασίαν τῆς τροφῆς

    在引文文本中,由表语性形容词 μεγάλα 所修饰的宾语名词及主动词在字面上省略。注解者根据上下文补入 ἔχει τὰ ἔντερα(拥有肠),从而使 μεγάλα 充当 τὰ ἔντερα 的宾语补足语(拥有巨大的肠)。

  2. 3.14καὶ μὴ τάχιον ἐξερχόμενον πεινῇ

    在与目的从句(ἵνα ... ἱστῆται)并列的分句中,虚拟式动词 πεινῇ(πεινάω 的第三人称单数现在时虚拟式)的主语在上下文上转换为动物自身,而非前面的主格分词 ἐξερχόμενον(中性单数,修饰 περίττωμα)。分词短语充当原因或条件(免得残余物排出太快而使动物饥饿)。

  3. 3.14τὸ τοῦτο ἀντὶ τοῦ αὕτη εἴρηται

    在亚里士多德的原句中,中性指示代名词 τοῦτο 在语境上的先行词是阴性名词 ἡ νῆστις(空肠),此处采用了概念性中性代词的用法。注解者将其视为语法性上的不一致,指出在此中性代词代替了预期的阴性代词 αὕτη。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:67.1-67.36