← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§65.21-66.38

内脏的配置与各类动物消化器官的构造

注解亚里士多德《动物部分论》673a33及后文,从食物性质与消化的角度,阐述内脏的共性与体内分布、复胃动物(如骆驼)以及鸟类(食道、嗉囊与胃)的消化构造差异,并分析鱼类牙齿的咬合特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14#1

Λέγει δὲ καὶ τὰ σπλάγχνα ὅμοια εἶναι ἀλλήλοις, διὰ τὸ εἶναι πάντα αἱματικά· ὅμοιος γὰρ ὁ σπλὴν τῷ ἥπατι. γεγόνασι δὲ τὰ σπλάγχνα ἐντός, ὅτι καὶ αἱ φλέβες, ἐξ ὧν τὰ σπλάγχνα, ἐντός εἰσι. λέγει δὲ καὶ ἔνια τῶν ζῳοτόκων μὴ ἔχειν χολὴν διὰ τὴν τοῦ ἥπατος θερμότητα. αὕτη γὰρ εὔπεπτα καὶ διὰ τοῦτο εὔκρατα τούτων ἀποτελοῦσα τὰ σώματα οὐ δίδωσι χώραν τοῦ συστῆναι φαύλην περίττωσιν, ἀφ’ ἧς ἂν γένοιτο χολή. λέγει δὲ διαφέρειν τὰ σπλάγχνα πρὸς τὴν σάρκα οὐ μόνον τῷ ὄγκῳ ἤτοι τῷ πάχει, ἀλλὰ καὶ τῇ θέσει. τὰ μὲν γὰρ σπλάγχνα ἐντὸς κεῖται, ὅτι καὶ αἱ φλέβες, ἀφ’ ὧν τὰ σπλάγχνα, ἡ δὲ σὰρξ ἐκτός· μεταξὺ γὰρ τοῦ θώρακος, ἐν ᾧ κεῖται τὰ σπλάγχνα, σὰρξ οὐκ ἔστι. καὶ τινὰ μὲν τῶν σπλάγχνων, ὡς εἴρηται, χάριν τῶν φλεβῶν εἰσιν, αὐτὰ δὲ φλέβας οὐκ ἔχει, ὥσπερ τὸ ἔπιπλον, τινὰ δὲ οὐκ ἄνευ φλεβῶν. καταλέγει δὲ καὶ τίνα ἐστὶ τὰ μονοκοίλια, μεθ’ ὧν τάττει καὶ τὰ διχηλὰ καὶ ἀμφώδοντα, οἷόν ἐστιν ὁ χοῖρος ὁ ὕσπληξ. πολλάκις δέ, φησί, τινὰ τῶν ζῴων διὰ τὸ μέγιστα εἶναι καὶ ἐσθίειν τροφὴν ἀκανθώδη καὶ ξυλικήν (ῥίζας γὰρ δένδρων καὶ φλοιοὺς καὶ κλάδους ἐσθίουσι) τοιαύτην οὖν ἐσθίοντα τροφὴν δύσπεπτον ἔχουσιν ἐξ ἀνάγκης πλείους κοιλίας,1 ἵνα κατεργάζηται διὰ τούτων ἡ τροφή. πάντα δὲ τὰ κερατοφόρα μὴ ἀμφώδοντα καὶ τὰ μὴ ἀμφώδοντα κερατοφόρα, καὶ ἔχει ταῦτα πλείους κοιλίας δι’ ἃς μετ’ ὀλίγον εἴποι αἰτίας. ἡ δὲ κάμηλος, καίπερ οὖσα μὴ ἀμφώδους, κέρατα μὲν οὐκ ἔχει, ἔχει δὲ κοιλίας πλείους ὁμοίως τοῖς μὴ ἀμφώδουσι διὰ τὸ δύσπεπτον τῆς τροφῆς, ἐξ ἧς τρέφεται. ἄλλως τε καὶ ἐπειδὴ ἡ τῆς καμήλου τροφὴ ἀκανθώδης ἐστίν, ἀνάγκη δὲ διὰ τὰς ἀκάνθας σκληρὰν καὶ σαρκώδη τὴν γλῶτταν ἔχειν, ὁμοίως δὲ καὶ τὸν οὐρανόν, τῇ σκληρότητι τῆς τοιαύτης γλώττης καὶ τοῦ οὐρανοῦ κέχρηται ἀντὶ ὀδόντων· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πρὸς σκληρότητα2 τοῦ οὐρανοῦ κατακέχρηται τῷ ἐκ τῶν ὀδόντων γεώδει ἡ φύσις. ὥστε τὸ μὲν πρὸς σκληρότητα εἴη ἂν ἴσον τῷ τῇ σκληρότητι τοῦ οὐρανοῦ, καὶ προσυπακουστέον οἶμαι καὶ τοῦ ‘καὶ τῆς γλώττης’. τὸ δὲ τῷ ἐκ τῶν ὀδόντων γεώδει ἀντὶ τοῦ τῶν ὀδόντων. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον κατὰ τὴν λέξιν τὴν οἱ δὲ τὸν οἰσοφάγον ἔχουσι πλατὺν τοιοῦτόν ἐστιν· ‘πλατὺς ὢν ὁ οἰσοφάγος καὶ εὐρὺς καὶ διὰ τὴν εὐρύτητα κοιλαίνεσθαι δυνάμενος δύναται κατέχειν διὰ τῶν κοιλοτήτων τὰ βρώματα καὶ πέττειν ἐκεῖσε χρονοτριβοῦντα’. ἢ τὸν μὲν οἰσοφάγον πλατὺν οὐκ ἔχουσιν, ἔχουσι δὲ τὴν κοιλίαν ἰσχυρὰν καὶ σαρκώδη, ὥσπερ αἱ χῆνες καὶ ἄλλα πολλά, ἥτις δι’ ἄμφω θερμή ἐστι, διὰ μὲν τὸ σαρκῶδες, ὅτι ἡ σὰρξ θερμή, διὰ δὲ τὸ ἰσχυρὸν καὶ πυκνόν, ὅτι οὐ δίδωσι χώραν διεξόδου τῷ ἐν αὐτῇ θερμῷ. τοῦ δὲ πρὸς τὸ δύνασθαι πολὺν χρόνον θησαυρίζειν ἑρμηνευτικὸν ἐπῆκται τὸ πέττειν· τὸ γὰρ πολὺν χρόνον κατεχόμενον μᾶλλον πέττεται, τὸ δ’ ἐν ὀλίγῳ ἧττον. ἡ οὖν θερμότης τῆς σαρκώδους καὶ σκληρᾶς κοιλίας ἀναλαμβάνει καὶ ἀναπληροῖ τὴν τοῦ στόματος ἔνδειαν. ἄλλα δέ τινα οὔτε κοιλίαν ἔχει οὔτε τινὰ ἐν τῇ κοιλίᾳ ἐπανεστηκότα μόρια ἐοικότα τοῖς προλόβοις, ἀλλ’ ἔχει τὸν πρόλοβον μακρόν, οἷά ἐστι τὰ μακροσκελῆ ὥσπερ γέρανος. εἰσὶ δὲ τῶν μακροσκελῶν τὰ σκέλη λεῖα καὶ παντελῶς ἐστερημένα πτερῶν διὰ τὴν τῆς τροφῆς ὑγρότητα καὶ ψυχρότητα· τοῦτο γὰρ λείπει.3 ὥσπερ γὰρ τὰ θερμὰ καὶ ὑγρὰ δασέα, οὕτω τὰ ψυχρὰ καὶ ὑγρὰ λεῖα. ἔχουσι μὲν οὖν τὰ μακροσκελῆ ἀντὶ κοιλίας καί τινος ἐπανεστηκότος τὸν πρόλοβον μακρόν. ἡ γὰρ τροφὴ τούτων εὐλέαντος οὖσα (ἐν τέλμασι γὰρ καὶ λίμναις τὰ πλεῖστα διαιτᾶται) οὐ δεῖται χρόνου πρὸς τὸ κατεργασθῆναι· οὐ γάρ ἐστι ξυλώδης ἢ χορτώδης ἤ τις τῶν δυσκατεργάστων. καὶ διὰ τὸ τὴν τροφὴν αὐτῶν εἶναι ὑγρὰν καὶ τελματώδη συμβαίνει τὰς κοιλίας αὐτῶν εἶναι ὑγράς, καὶ διὰ τὴν ἀπεψίαν· καὶ ᾗ μὲν εὐλέαντός ἐστιν ἡ τροφή, ταύτῃ εὐκατέργαστος καὶ εὔπεπτός ἐστιν, ᾗ δὲ πολλῇ ταύτῃ χρῶνται, ταύτῃ ἀπεπτοῦσι καὶ ἔχουσιν ὑγρὰς τὰς κοιλίας. τὸ δὲ τῶν ἰχθύων γένος ἅπαν καὶ ἀμφώδουν καὶ καρχαρόδουν ἐστί, πλὴν τοῦ σκάρου· οὗτος γὰρ διὰ τὸ μὴ ἀμφώδους εἶναι οὐδὲ καρχαρόδους ἐστί. μὴ ὄντων γὰρ τῶν ἄνω ὀδόντων πῶς ἂν ἐπάλλαξις γένηται, ἵν’ ᾖ καρχαρόδους;

他说内脏彼此相似,是因为它们都是具血的;因为脾脏与肝脏相似。而内脏生成在内部,是因为内脏所由来的血管也在内部。他还说,胎生动物中的某些由于肝脏的热而不具有胆汁。因为这种热使它们的身体消化良好,并因此调和良好,不给聚集产生胆汁的劣质残余物留出余地。他说内脏与肉的区别不仅在于体积即厚度,而且在于位置。因为内脏位于内部,由于内脏所由来的血管也在内部,而肉则在外部;因为在内脏所在的胸腔之间[内部]是没有肉的。而且内脏中的某些,正如已经说过的,是为了血管而存在的,但其自身并没有血管,例如大网膜,而某些内脏则非没有血管。他还列举了哪些是单胃动物,在其中也归入了双蹄且具双颌齿的动物,例如野猪般的猪。他又说,某些动物往往由于体形极大,并且吃多刺而木质的食物(因为它们吃树根、树皮和树枝)——既然吃这种难消化的食物,它们必然拥有多个胃,以便通过这些胃来加工食物。一切具角的动物都不具双颌齿,而不具双颌齿的动物都具角;这些动物拥有多个胃,是出于他稍后将阐述的原因。骆驼虽然不具双颌齿,却没有角,但由于其所摄取的食物难以消化,它与不具双颌齿的动物一样拥有多个胃。尤其是,既然骆驼的食物多刺,而由于这些刺,舌头必然坚硬且具肉质,腭部同样也是如此,所以它利用这种舌头和腭部的坚硬来代替牙齿;因为他通过“自然为了腭部的坚硬而挪用了来自牙齿的土性物质”这句话所表明的正是这一点。因此,“为了坚硬”当等于“以腭部的坚硬”,并且我认为还必须连带补足理解“以及舌头的”。而“来自牙齿的土性物质”则是代替“牙齿”。接下来的事情是明晰的。而照“另一些动物则拥有宽阔的食道”这一字句所说的意思是这样的:“食道既宽阔又舒展,并且由于其舒展而能够凹陷,因而能够通过其凹陷处保持食物,并在食物滞留于此时进行消化”。或者,它们并不拥有宽阔的食道,而是拥有坚强且具肉质的胃,正如鹅和许多其他动物那样;这胃由于双重原因而是热的:由于肉质,因为肉是热的;由于坚强且致密,因为它不给其中的热量留出逸出的余地。作为对“为了能够长时间贮存”的解释,“消化”被补充了进来;因为被保持长时间的东西更多地被消化,而在短时间内被保持的东西则较少被消化。因此,肉质而坚硬的胃的热量承担并弥补了口腔的不足。但另有一些动物既没有胃,也没有胃中凸起的类似嗉囊的部分,而是拥有长长的嗉囊,例如像鹤这样的长腿动物。长腿动物的腿是光滑的,完全没有羽毛,这是由于食物的湿润和寒凉;因为这一点[在文本中]是省略脱漏的。正如温热而湿润之物多毛,同样寒凉而湿润之物光滑。因此,长腿动物拥有长长的嗉囊,以代替胃和任何凸起的部分。因为它们的食物容易被研碎(因为它们大部分栖息在沼泽和湖泊中),不需要时间来加工;因为食物既非木质,亦非草质,亦非任何难以加工之物。由于它们的食物湿润且呈沼泽质,致使它们的胃也是湿润的,并且由于消化不良也是如此;在食物容易研碎的限度内,它是易加工和易消化的,但当它们大量摄取这种食物时,在这个限度内它们便消化不良,并拥有湿润的胃。整个鱼类属都具双颌齿且具锯齿状牙齿,唯独蓝唇鹦嘴鱼除外;因为这种鱼由于不具双颌齿,所以也不具锯齿状牙齿。因为在没有上颌牙齿的情况下,咬合交错怎么可能发生,以致它拥有锯齿状牙齿呢?

语法注3 条
  1. 3.14πολλάκις δέ, φησί, τινὰ τῶν ζῴων ... ἔχουσιν ἐξ ἀνάγκης πλείους κοιλίας

    主语 τινὰ τῶν ζῴων(中性复数)在经过插入从句和分词 ἐσθίοντα 之后,由第三人称复数动词 ἔχουσιν 呼应。这是一种依照意念而非形式的句法结构(constructio ad sensum),并未遵循中性复数主语接单数动词的常规规则。

  2. 3.14πρὸς σκληρότητα

    对于亚里士多德正文中的 πρός+宾格(“为了硬度”,通常表示目的),米卡埃尔在此将其解释为等同于手段/工具与格(τῇ σκληρότητι,“凭借硬度”)。

  3. 3.14τοῦτο γὰρ λείπει

    “因为这一点是欠缺的”中的 τοῦτο 指代前面的论断(由于食物的湿冷导致腿部光滑无羽毛),表明注解者在此补充了亚里士多德原文中未予明言或省略的解释前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:65.21-66.38