← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§64.16-65.20

肾脏脂肪、横隔膜功能与笑的机理

米海尔解释了包裹肾脏之脂肪的必然性与目的因,以及绵羊肾脏的独特性,继而探讨了横隔膜阻挡来自胃部的蒸气与热量的作用、笑的生理机制,以及关于断头之荷马诗句的异读问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12

Σαφῆ δὲ τὰ περὶ τῶν νεφρῶν. εἰπὼν δὲ πῶς διὰ τὴν ὕλην πιμελώδεις ἢ στεατώδεις γίνονται, ἐπάγει ὅτι πιμελώδεις ἢ στεατώδεις γίνονται ἐκ τῶν συμβαινόντων ἐξ ἀνάγκης, λέγων ἀνάγκην τὴν ὕλην. διὰ μὲν τὴν ὕλην εἰσὶ τοιοῦτοι, ἀλλὰ καὶ διὰ τὸ εὖ· κείμενοι γὰρ κάτωθεν τοῦ νώτου καὶ πρὸς τῇ ὀσφύϊ, καὶ δεόμενοι ἀλέας διὰ τὴν τῆς ὀσφύος ἀσαρκίαν καὶ τὴν ἐκ τῆς ἀσαρκίας ἐπιγινομένην ψυχρότητα, χρεία πιμελῆς τοῖς νεφροῖς,1 ἵνα θερμαίνωνται ὑπ’ αὐτῆς. οἱ δὲ νεφροί, φησί, τῶν προβάτων κἂν πάνυ πίονες ὦσιν, ἐλλείπει τι ἐν αὐτοῖς· εὑρίσκεται γάρ τινα διαλείμματα ἐν αὐτοῖς, ἔνθα οὐ κεῖται πιμελή, ἀλλ’ εἰσὶν ἀπίμελα. λέγει δὲ καὶ διὰ τί μόνα τὰ πρόβατα ἀποθνήσκει, ἐπειδὰν οἱ νεφροὶ αὐτῶν πιμελώδεις γένωνται, καί φησιν ὅτι τὰ πιμελώδη οὐκ ἀποθνήσκουσι διὰ τὸ ὑγρὸν καὶ ἀραιὸν εἶναι τὸ πῖον καὶ διὰ τοῦτο μὴ κωλῦον ἐξέρχεσθαι τὸ ἐν τοῖς νεφροῖς συνιστάμενον πνεῦμα. αἱ δ’ αἶγες στεατῶδες μὲν ἔχουσι τὸ πῖον ὥσπερ καὶ τὰ πρόβατα, ἀλλ’ οὐχ ὁμοίως πυκνόν· λίαν γάρ ἐστι πυκνότατον τὸ τῶν προβάτων.

关于肾脏的事项是明晰的。在阐述了由于质料它们如何变得带有软脂或硬脂之后,他补充说它们从出于必然发生的事情出发而变得带有软脂或硬脂,并将质料称为必然。它们由于质料而如此,但也由于良好;因为它们位于背部下方靠近腰部,并且由于腰部无肉以及由于无肉而继生的寒凉而需要温暖,肾脏需要脂肪,以便被它所温暖。他说,绵羊的肾脏即使非常肥胖,其自身也会有所缺少;因为在它们之中发现有某些间隙,那里没有脂肪放置,而是无脂肪的。他还说明了为什么唯独绵羊在其肾脏长满脂肪时会死去,并且他说具软脂的动物不死去,是因为软脂湿润且质地疏松,并因此并不妨碍在肾脏中聚集的精气逸出。另一方面,山羊虽然与绵羊一样拥有硬脂,却不像绵羊那样致密;因为绵羊的脂肪是极其致密的。

§3.13

Τὸ δὲ διάζωμα λέγει κεῖσθαι μεταξὺ τῆς καρδίας καὶ τῆς κοιλίας, ἵνα κωλύῃ τὰ ἀνερχόμενα ἐκ τῆς κοιλίας πνεύματα, καὶ μὴ ἐᾷ προσβάλλειν τῇ καρδίᾳ καὶ ταράττειν τὴν ἐν αὐτῇ ψυχήν. λέγει δὲ καὶ ὅτι ἄνω ἐκεῖνο λέγομεν, οὗ χάριν ἐστὶ τὰ κάτω (διὰ γὰρ τὸ ἄνω τὰ κάτω) κάτω δ’ ἐστὶν τὸ ἕνεκεν τοῦ ἄνω ὑπάρχον. ἔστι δὲ τοῦτο τὸ δεχόμενον τὴν τροφήν· τὸ γὰρ δεκτικὸν τῆς τροφῆς ἐκεῖνο ἔστι τὸ κάτω καὶ ἀναγκαῖον διὰ τὴν τροφήν. ὅτι δὲ αἱ φρένες διὰ τὸ κωλύειν τὴν ἀπὸ τῆς κοιλίας ἀνιοῦσαν θερμότητα γεγόνασι, σημεῖον τὸ συμβαῖνον· ὅταν γὰρ αὗται διὰ τὴν γειτνίασιν, ἣν ἔχουσι πρὸς τὴν κοιλίαν, ἑλκύσωσιν ἀπ’ αὐτῆς θερμότητα, εὐθὺς τῇ καρδίᾳ μεταδιδοῦσαι ταράττουσι τὴν διάνοιαν, ὅπερ ἐπὶ τῶν μεθυόντων ἔστιν ἰδεῖν. σαρκώδη δὲ λέγει εἶναι τὰ τῶν φρενῶν μέρη τὰ πρὸς ταῖς πλευραῖς ὄντα, ὅτι καὶ αἱ πλευραὶ σαρκώδεις, ἐξ ὧν αἱ φρένες τὴν ἀρχὴν ἔχουσι, τὸ δὲ μᾶλλον πλησιάζον τῷ ἐξ οὗ γέγονεν ἀνάγκη μᾶλλον κοινωνεῖν ἐκείνῳ. ὅτι δὲ αἱ φρένες θερμαινόμεναι μεταδιδόασι τῇ αἰσθητικῇ ψυχῇ τοῦ τοιούτου πάθους, σημεῖον καὶ τὸ περὶ τοὺς γέλωτας συμβαῖνον· ὅταν γάρ τις γαργαλίσῃ καὶ κινήσῃ τὴν μασχάλην, εὐθὺ θερμαίνονται ὑπὸ τῆς τοιαύτης κινήσεως αἱ φρένες διὰ τὸ ἔχεσθαι τῶν μασχαλῶν, ἡ δὲ ὑπὸ τοῦ γαργαλισμοῦ γενομένη θερμότης, ξηρὰ οὖσα, διαχέει τὴν ἐν τῇ καρδίᾳ θερμότητα καὶ ποιεῖ τὴν διάνοιαν κινεῖσθαι· ἡ δὲ τοιαύτη κίνησις γέλως ἐστίν. ἔστι δὲ γέλως κίνησις παρὰ τὴν προαίρεσιν. ἰστέον δὲ ὅτι τὸ ἐκ τῆς κοιλίας ἀνιόν, θερμὸν ὂν καὶ ὑγρόν, ἐπιθολοῖ μᾶλλον τὸ ἐν τῇ καρδίᾳ θερμόν, τὸ δὲ θερμὸν καὶ ξηρὸν διὰ τὴν ξηρότητα λεπτύνει καὶ διαχέει. μόνος δὲ ὁ ἄνθρωπος γαργαλίζεται, διὰ τὴν τοῦ δέρματος λεπτότητα καὶ διὰ τὸ γελᾶν· οὐ γὰρ γελᾷ καὶ τὰ ἄλλα, ἵνα γνοίημεν εἰ γαργαλίζεται. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ τὸ τοῦ Ὁμήρου ἔπος τινὰς ‘φθεγγομένη’ γράφειν διὰ τοῦ η, ἀλλ’ οὐ ‘φθεγγομένου’ διὰ τῆς ου διφθόγγου,2 ἵν’ ᾖ κατ’ ἐκείνους τὸ λεγόμενον ὅτι καὶ ἀποκοπεῖσα ἡ κεφαλὴ φθεγγομένη ἦν, ἀλλ’ οὐχὶ φθεγγομένου τοῦ ἀνθρώπου ἀπεκόπη ἡ κεφαλή. ἔτι δέ, φησί, διὰ τί καὶ τὰ ἄλλα ζῷα ἀποτεμνόμενα τὴν κεφαλὴν οὐ φθέγγεται αὐτῶν ἡ κεφαλή, ὡς πέφυκε φθέγγεσθαι;

他说横隔膜位于心脏和胃之间,是为了阻挡从胃升起的精气,不让它们冲击心脏并扰乱其中的灵魂。他还说,我们将下方之物所为了的东西称为“上方”(因为下方之物是为了上方而存在的),而“下方”则是为了上方之物而存在的。这就是接纳滋养的部分;因为那个接纳滋养的部分就是“下方”,且由于滋养而是必然的。横隔膜是为了阻挡从胃升起的热量而生成的,所发生的事情就是一个征兆;因为每当横隔膜由于它与胃的毗邻而从胃中引来热量时,它立刻将其传导至心脏并扰乱思维,这在醉酒者身上是可以看到的。他说横隔膜靠近肋骨的部分是肉质的,是因为横隔膜由此起源的肋骨也是肉质的,而更接近于它从中生成之物的东西,必然与那物有更多的共通。横隔膜受热时会将这样的情态传导给感觉灵魂,关于笑所发生的事情也是一个征兆;因为每当有人搔痒并触动腋窝时,横隔膜由于连接着腋窝而立刻因这种运动而受热,而搔痒产生的热量由于是干燥的,驱散了心脏中的热量并使思维动摇;这样的运动就是笑。而笑是一种违背选择意图的运动。应当知道的是,从胃升起的东西因其温热而湿润,更会混浊心脏中的热,而温热且干燥的东西则由于其干燥性而使其稀薄并驱散之。唯有人是怕痒的,这是由于皮肤的薄弱以及由于人会笑;因为其他动物并不笑,以致我们无从知道它们是否怕痒。接下来的事情是明晰的。他还说,对于荷马的诗句,有些人用 η 写成“发声的”,而不用双元音 ου 写成“在[某人]发声时”,以便照他们看来,所说的意思是头颅即使被砍下也还在发声,而不是在人发声时头颅被砍下。此外他说,[如果真是那样的话],为什么其他动物在头颅被切下时,它们的头颅并不像其本性适于发声那样发声呢?

语法注2 条
  1. 3.12κείμενοι γὰρ κάτωθεν τοῦ νώτου καὶ πρὸς τῇ ὀσφύϊ, καὶ δεόμενοι ἀλέας διὰ τὴν τῆς ὀσφύος ἀσαρκίαν καὶ τὴν ἐκ τῆς ἀσαρκίας ἐπιγινομένην ψυχρότητα, χρεία πιμελῆς τοῖς νεφροῖς

    句首的主格分词 κείμενοι 和 δεόμενοι 原本与预期的主语(οἱ νεφροί)一致,但主句随后转入了带有与格的非人称名词谓语句(χρεία πιμελῆς τοῖς νεφροῖς,“对肾脏而言需要脂肪”),构成了破格句(anacoluthon)。在语义上,分词表达了肾脏为何需要脂肪的原因。

  2. 3.13‘φθεγγομένη’ γράφειν διὰ τοῦ η, ἀλλ’ οὐ ‘φθεγγομένου’ διὰ τῆς ου διφθόγγου

    此处讨论了荷马史诗诗句(《伊利亚特》第10卷457行等)异读的句法差异。采用主格阴性单数分词 φθεγγομένη 时,分词修饰被斩下的头颅(ἡ κεφαλή),句意为“头颅即使被砍下后仍在发声”;而采用属格阳性单数分词 φθεγγομένου 时,则构成属格独立结构(φθεγγομένου [τοῦ ἀνθρώπου]),句意变为“在当事人正在发声说话时头颅被砍下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:64.16-65.20