- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:63.3-64.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依据亚里士多德《论动物部分》,阐释了肺的特质、口渴程度与膀胱存在与否的关系,分析了龟类与鸟类中膀胱及肾脏的特殊结构,并论述了连接肾脏与膀胱的脉管径路以及右肾位置较高的原因。
Σαφῆ δὲ ἃ λέγει περὶ κύστεως, πλὴν ἐνίων· αὐτίκα δεῖται ἐπιστάσεως τὸ τοῖς ἔχουσι τὸν πνεύμονα ἔναιμον καὶ μέγαν, τούτοις ἀποδέδωκε κύστιν διὰ τοιαύτην αἰτίαν. ἀνάγκη γὰρ μεγάλου ὄντος καὶ ἐναίμου τοῦ πνεύμονος θερμὸν αὐτὸν εἶναι,1 θερμοῦ δὲ τούτου ὄντος ἀνάγκη διψητικώτατα τὰ τοῦτον ἔχοντα εἶναι· διψητικὰ δὲ ὄντα ἀνάγκη δι’ ἃς αἰτίας σαφῶς αὐτὸς λέγει, κύστιν ἔχειν. ὅσα δὲ τὸν πνεύμονα ἔχει σομφὸν καὶ πλήρη ἀέρος, ἀλλ’ οὐχ αἵματος (τὸ γὰρ πλῆρες αἵματος οὐ σομφόν) ὅσα οὖν σομφὸν ἔχει τὸν πνεύμονα καὶ διὰ τοῦτο ψυχρόν, ὀλιγόποτά ἐστι καὶ ἄδιψα. σαφῆ δὲ τὰ ἑξῆς. ἐν δὲ τῇ λέξει τῇ διὰ τὸ τρέπεσθαι εἰς ταῦτα τὸ περιγινόμενον τοῦ περιττώματος εἰς ταῦτα λέγει τὰς φολίδας καὶ τὰς λεπίδας.2 λέγει δὲ μὴ ἔχειν κύστιν ὅσα φολίδας ἔχει, πλὴν τῶν χελωνῶν· αἱ γὰρ χελῶναι, καίπερ οὖσαι φολιδωταί, ἔχουσι κύστιν. αἴτιον δ’ ὅτι αἱ μὲν θαλάττιαι χελῶναι ἔχουσι τὸν πνεύμονα σαρκώδη καὶ ἔναιμον καὶ διὰ τοῦτο θερμόν, καὶ διὰ τοῦτο διψητικώταται, αἱ δὲ χερσαῖαι μείζω τῆς ἀναλογίας τοῦ ὅλου σώματος αὐτῶν, καὶ διὰ τοῦτο καὶ θερμόν· μείζων γὰρ ὢν τῇ ἀναλογίᾳ νικᾷ καὶ ἡ ἐν αὐτῷ θερμότης. διά τοῦτο καὶ αἱ κύστεις τῶν θαλαττίων χελωνῶν μείζους εἰσί, τῶν δὲ χερσαίων σμικρόταται. ἀλλ’ οὐδὲ νεφροὺς οὐδὲν ἔχει τῶν φολιδωτῶν ἢ λεπιδωτῶν πλὴν τῶν εἰρημένων χελωνῶν· ἔν τισι δέ, φησί, τῶν ὀρνίθων νεφροὶ μὲν οὐχ ὑπάρχουσιν, ἀλλὰ σαρκία πλατέα εἰς πολλὰ διεσπαρμένα, νεφροειδῆ ὄντα εὑρίσκεται, ἅπερ πλατέα καὶ νεφροειδῆ ἔχουσιν ἀντὶ νεφρῶν· τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ ὡς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης σαρκὸς οὐκ ἐχούσης χώραν, καὶ τὰ ἑξῆς. εἴη δ’ ἂν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον3 ‘ἀλλ’ ἐν ἐνίοις τῶν ὀρνίθων οὐκ ἐχούσης χώραν τῆς σαρκὸς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης, τουτέστι μὴ δυνηθείσης συστῆναι καὶ εἰς ἕν τι συναθροισθῆναι τῆς σαρκὸς τῆς εἰς γένεσιν νεφρῶν ὑπὸ τῆς φύσεως δημιουργουμένης, ἀλλὰ τῇδε κἀκεῖσε διασπαρείσης καὶ εἰς πλείονα μέρη κατακερματισθείσης, ἀντὶ νεφρῶν ἔν τισιν αὐτῶν εὑρίσκεται πλατέα νεφροειδῆ’. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ καὶ τοὺς νεφροὺς πάντων εἶναι κοίλους, τοὺς μὲν μᾶλλον, τοὺς δ’ ἧττον, πλὴν τῆς φώκης· τούτους δέ φησι στερεωτάτους εἶναι καὶ ναστοὺς καὶ μὴ ἔχοντας κοιλότητα ἢ κενὸν συγγενοῦς σώματος. λέγει δὲ καὶ τὸν πόρον τὸν ἀπὸ τῆς φλεβὸς πρὸς τοὺς νεφροὺς φέροντα μὴ τελευτᾶν ἔσωθεν εἰς τὸ κοῖλον τῶν νεφρῶν, ἀλλὰ μέχρι τῆς κυρτῆς περιφερείας αὐτῶν ἐρχόμενον ἐν ταύτῃ καταναλίσκεσθαι. σημεῖον δὲ τοῦ μὴ ἄχρι τοῦ κοίλου φέρεσθαι τὸν πόρον τὸ μὴ γίνεσθαι αἷμα ἐν τῷ τῶν νεφρῶν κοίλῳ. ὥστε εἴπερ ὁ τῆς φλεβὸς πόρος ἐκεῖσε ἐτελεύτα, ἦν ἂν αἷμα ἐν αὐτῷ, νῦν δὲ τελευτησάντων καὶ ἀποθανόντων τῶν ζῴων οὐχ εὑρίσκεται. ἀπὸ δὲ τῆς κοιλότητος ἑκάστου τῶν νεφρῶν εἷς φέρεται πόρος πρὸς τὴν κύστιν· ὥστε ἐπεὶ δύο οἱ νεφροί, ἀφ’ ἑκάστου δὲ τούτων εἷς φέρεται πόρος πρὸς τὴν κύστιν, δῆλον ὅτι καὶ οἱ πόροι δύο εἰσὶ καὶ οὐ πλείους. ἔχει δὲ ταῦτα οὕτω διὰ ταύτην τὴν αἰτίαν, ὅπως ὑπὸ μὲν τῆς φλεβὸς βαδίζῃ τὸ περίττωμα εἰς τὴν τοῦ νεφροῦ κυρτὴν περιφέρειαν· ἐνταῦθα γὰρ ἡ φλέψ, ὡς εἴρηται, τελευτᾷ· ἐνταῦθα δὲ γενόμενον τὸ περίττωμα καὶ διὰ τὴν τῆς τῶν νεφρῶν σαρκὸς μανότητα διηθηθὲν καὶ εἰς τὸ κοῖλον συρρεῦσαν ἀπὸ τοῦ τοιούτου κοίλου εἰς τὴν κύστιν φέρεται διὰ τῶν εἰρημένων πόρων. ἡ δὲ κύστις καθώρμισται τουτέστιν ἀπηώρηται ἐκ τῶν νεφρῶν. κεῖται δὲ ὁ δεξιὸς νεφρὸς ἀνωτέρω τοῦ ἀριστεροῦ διὰ τὸ τὴν κίνησιν ἐκ τῶν δεξιῶν εἶναι, ὥστε εἴπερ ἔκειτο τὰ ἐν τοῖς δεξιοῖς σπλάγχνα κάτω, βάρος ἂν παρεῖχε καὶ ἐνεπόδιζε τὰ ἄρχοντα τῆς κινήσεως.
他在关于膀胱方面所说的内容,除少数几点外都是明晰的。首先需要注意的是:“对于那些拥有多血且巨大的肺的动物,他出于这样的原因将膀胱分配给它们。”因为肺巨大且多血时,它必然是热的;而当它是热的时,拥有它的动物必然极易口渴;既然容易口渴,出于他自己所清楚说明的那些原因,它们必然具有膀胱。而凡是肺疏松且充满空气而不是充满血液的(因为充满血液的并不是疏松的)——因此,凡是拥有疏松之肺并因而寒凉的动物,饮水甚少且不口渴。接下来的是明晰的。在“由于排泄物的多余部分转变成这些东西”这一文句中,所谓“这些东西”,他指的是角鳞和圆鳞。他说凡有角鳞的动物都没有膀胱,除海龟与陆龟之外;因为虽然具有角鳞,龟类却拥有膀胱。其原因在于,海龟的肺肉质且多血,因而发热,并因此极易口渴;而陆龟的[肺]相对于它们整个身体的比例更大,因而也是热的;因为按比例而言更大,其内部的热力也就占了上风。因此,海龟的膀胱较大,而陆龟的[膀胱]则极小。但是在具角鳞或具圆鳞的动物中,除上述龟类外,没有任何一种拥有肾脏;他说,在某些鸟类中,“肾脏并不存在,但发现有分散到许多地方、呈肾脏状的扁平小肉块”,它们恰恰拥有这些扁平且呈肾脏状的肉块来代替肾脏;因为所谓“然而仿佛分配给肾脏的肉没有容身之地”等等正是表明这些事情的。该文句连贯的句法结构应当是这样的:“但是在某些鸟类中,由于分配给肾脏的肉没有容身之地——也就是说,由于自然为生成肾脏所塑造的肉未能凝聚并聚集为一个整体,而是分散在各处并被切碎为更多部分——在它们之中的某些动物体内发现了扁平且呈肾脏状的东西来代替肾脏”。接下来的是明晰的。他还说所有动物的肾脏都是中空的,有的较多,有的较少,除海豹之外;关于海豹的[肾脏],他说它们极其坚实而致密,没有空腔或同质身体的空隙。他还说,从静脉通向肾脏的导管并不从内部终止于肾脏的空腔中,而是到达其凸出的外周并在其中消耗完。导管不通达空腔的标记是,在肾脏的空腔中并不产生血液。所以,如果静脉的导管真终止在那里,其中就会有血液,但实际上当动物断气死亡之后,血液并未被发现。并且从每个肾脏的空腔各有一根导管通向膀胱;因此既然肾脏有两个,且从它们每一个各有一根导管通向膀胱,显而易见导管也是两根而不再多。这些之所以如此,是出于以下原因:为了让排泄物由静脉走向肾脏凸出的外周;因为如前所述,静脉终止于那里;而排泄物到达那里后,由于肾脏之肉的疏松性被过滤,并汇聚流向空腔,从这样的空腔通过上述导管被输送到膀胱中。膀胱“下锚”,即悬挂于肾脏。右肾的位置高于左肾,是因为运动来自右侧;所以,如果右侧的内脏位于下方,就会带来沉重感并妨碍主导运动的东西。
- 3.11ἀνάγκη γὰρ μεγάλου ὄντος καὶ ἐναίμου τοῦ πνεύμονος θερμὸν αὐτὸν εἶναι
在 ἀνάγκη 之后,属格独立结构 μεγάλου ὄντος καὶ ἐναίμου τοῦ πνεύμονος 作为表原因的状语从句插入,主句的不定式短语 θερμὸν αὐτὸν εἶναι 则充当 ἀνάγκη 的真正主语。
- 3.11ἐν δὲ τῇ λέξει τῇ διὰ τὸ τρέπεσθαι εἰς ταῦτα τὸ περιγινόμενον τοῦ περιττώματος εἰς ταῦτα λέγει τὰς φολίδας καὶ τὰς λεπίδας
由冠词 τῇ 引导的引文短语与名词 λέξει 构成同格修饰。主句动词 λέγει 支配双重宾格(被引用的短语 εἰς ταῦτα 与 τὰς φολίδας καὶ τὰς λεπίδας),表示“以‘向这些’指代角鳞与圆鳞”。
- 3.11εἴη δ’ ἂν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον
εἴη ἄν 是带有 ἄν 的愿望语气表潜在,委婉地提出对原文紧缩句法的连贯重构。κατάλληλον 为中性形容词实质化作主语,指“句法上连贯一致的结构”。
