← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§62.3-63.2

脾脏的伴随性必然性与残余物处理

米海尔解释了脾脏如何出于伴随性必然性而存在以处理多余湿气,阐述了排泄物量及肺的特质(多血或少血疏松)对脾脏大小和健康状态的影响,并与肾脏的目的论功用作了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10#2

ὡς γὰρ οὐκ ἔχει σκοπὸν ἡ φύσις περίττωμα ποιῆσαι, ἀλλ’ ἐξ ἀνάγκης γίνεται τοῦτο, διὰ τὸ μὴ δύνασθαι ἅπασαν τὴν ξηρὰν καὶ ὑγρὰν τροφὴν πεφθῆναι, καὶ γίνεται μὲν ἐξ ἀνάγκης διὰ τὴν ὕλην, κατὰ συμβεβηκὸς δέ, ὅτι μὴ ἔχει σκοπὸν ἡ φύσις περίττωμα ποιῆσαι, οὕτω καὶ ἐπὶ τοῦ σπληνός· οὗτος γὰρ ἀντισπῶν καὶ ἕλκων πρὸς ἑαυτὸν τὰς περιττευούσας ἰκμάδας ἐκ τῆς κοιλίας καὶ συμπέττων, αἱματώδης ὢν συνίσταταί τε καὶ ἔστιν· ὥστε διὰ μὲν τὴν τοιαύτην ἰκμάδα ἐξ ἀνάγκης ἐστί, διὰ δὲ τὸ μὴ σκοπὸν ἔχειν σπλῆνα ποιῆσαι, κατὰ συμβεβηκὸς ἐνυπάρχει τοῖς ἔχουσιν. εἰ μὲν οὖν σύμμετρός ἐστιν ἡ τοιαύτη ἰκμάς, ὥστε δύνασθαι ὑπὸ τῆς τοῦ σπληνὸς θερμότητος συμπέττεσθαι, ὑγιεινὰ καὶ εὔχροα τὰ σώματα τυγχάνει· ἂν δὲ τὸ περίττωμα πλέον ᾖ καὶ νικῴη1 τὴν τοῦ σπληνὸς θερμότητα, νοσακερὰ καὶ ὠχρὰ τὰ σώματα γίνεται πληρωθέντα τροφῆς. καὶ διὰ τὸ τὴν τοιαύτην ὑγρότητα πρὸς τὸν σπλῆνα ἐκ τῆς κοιλίας ἕλκεσθαι καὶ παλίρροιαν πρὸς αὐτὸν γίνεσθαι, σκληραὶ καὶ λιθώδεις τοῖς σπληνιῶσιν αἱ κοιλίαι γίνονται, ὥσπερ καὶ τοῖς λίαν οὐρητικοῖς, λέγων λίαν οὐρητικοὺς ὧν ἐν τῇ κύστει πολὺ τὸ περίττωμα συναθροίζεται· καὶ ἐν τούτοις γὰρ ὥσπερ καὶ τοῖς σπληνιῶσι πολὺ τὸ ὑγρὸν ἐκ τῆς κοιλίας διὰ μέσων τῶν νεφρῶν, ὡς ἐρεῖ, ἀντισπᾶται. οἷς δὲ οὐ γίνεται πολλὴ ἡ περίττωσις, ἐξ ἧς ὁ σπλὴν συνίσταται καὶ τὸ εἶναι ἔχει, τοῖς μὲν οὐ μέγας ἐστὶν ὁ σπλήν, τοῖς δὲ σμικρότατος, ὅπερ ἐδήλωσε διὰ τοῦ εἰπεῖν σημείου χάριν. ἀλλὰ καὶ ἐν τοῖς τετράποσι τοῖς ᾠοτόκοις μικρὸς καὶ στιφρός ἐστι, λέγων στιφρὸν τὸ μανὸν καὶ ξηρόν,2 ὥσπερ ἐστὶν ὁ μὴ βεβρεγμένος σπόγγος. ἐπεὶ δὲ ὁ σπλὴν ἐκ τῆς ὑγρότητος τρέφεται, ὡς εἴρηται, τὰ δὲ ἔχοντα τὸν πνεύμονα σομφὸν καὶ ὀλίγαιμον ὀλιγοποτεῖ, τὰ δὲ ὀλιγοποτοῦντα ἔνδειαν ἔχει ὑγρότητος, διὰ ταύτην τὴν αἰτίαν τὰ τὸν πνεύμονα σομφὸν ἔχοντα ἔχει τὸν σπλῆνα μικρόν. ὀλιγοποτεῖ δὲ τὰ ἔχοντα τὸν πνεύμονα σομφὸν διὰ τὸ ὀλίγαιμον καὶ οἱονεὶ κενὸν εἶναι· τὸ δὲ ὀλίγαιμον ψυχρόν ἐστιν, ἡ δὲ δίψα γίνεται διὰ τὴν πνεύμονος θερμότητα. εἰ δὲ καὶ συμβαίη γενέσθαι τοῖς ὀλιγοποτοῦσι περίττωμα ὑγροῦ, εἰς πτερῶν ἢ λεπίδων σύστασιν τὸ τοιοῦτον ἀναλίσκεται. οἷς δὲ ἔνεστι κύστις καὶ ὁ πνεύμων ἔναιμος, τούτων ὁ σπλὴν ὑγρός ἐστι διὰ τὴν εἰρημένην αἰτίαν καὶ διὰ τὸ τὴν φύσιν τῶν ἀριστερῶν ὑγροτέραν εἶναι καὶ ψυχροτέραν· ἔδει γὰρ τὸν σπλῆνα, ὑγρὸν ὄντα καὶ ψυχρόν, κεῖσθαι πρὸς τὸ ὑγρὸν καὶ ψυχρὸν μέρος. καὶ ὁ μὲν σπλήν, ὡς εἴρηται, κατὰ συμβεβηκὸς ἐξ ἀνάγκης, οἱ δὲ νεφροὶ οὐχ οὕτως, ἀλλὰ τοῦ εὖ καὶ καλῶς ἕνεκεν * * δι’ αὐτῶν3 εἰς τὴν κύστιν συναθροίζεσθαι τὴν τῆς ὑγρᾶς τροφῆς περίττωσιν. τὸ δὲ κατὰ τὴν ἰδίαν φύσιν ἴσον ἐστὶ τῷ χάριν τῆς περιττώσεως ταύτης γέγονεν ἡ τῶν νεφρῶν φύσις.

因为正如自然并不以产生排泄物为目的,而排泄物的产生是出于必然,由于并非一切干燥的和液态的营养都能被消化,并且它一方面因质料而出于必然产生,另一方面则伴随性地产生,因为自然并不以产生排泄物为目的,脾脏的情形亦是如此。因为脾脏从胃中将多余的湿气向自身反拉并吸引,并加以共消化,它作为多血质的器官而构成并存在;所以一方面由于这种湿气它出于必然存在,另一方面由于自然并不以产生脾脏为目的,它只是伴随性地存在于拥有它的动物中。因此,如果这种湿气是适度的,以至于能够被脾脏的热力所共消化,身体就会健康且气色良好;但如果排泄物过多并压倒了脾脏的热力,身体就会因塞满营养而变得多病且面色发黄。并且由于这种液体从胃被吸引向脾脏并在其方向产生回流,脾脏疾患者的胃部会变得坚硬如石,正如那些过度排尿者一样,他所说的过度排尿者是指膀胱中积聚大量排泄物的人;因为在这些人身上,正如在脾脏疾患者身上一样,正如他将要说的那样,大量液体从胃中通过肾脏的中间被反向拉出。 而在那些排泄物产生不多(脾脏正是由此构成并获得其存在)的动物中,脾脏在某些动物中不大,在另一些动物中则极其微小,这一事实他是通过说“为了充当标记”来表明的。而且在卵生四足类中,脾脏微小而坚实,他所说的“坚实”是指疏松而干燥,正如未浸湿的海绵一样。既然脾脏如前所述是从湿气中获得滋养,而那些拥有疏松且少血的肺的动物饮水较少,饮水较少的动物则缺乏湿气,由于这一原因,拥有疏松之肺的动物脾脏较小。拥有疏松之肺的动物饮水较少,是因为肺少血且宛如空虚;少血即是寒凉,而口渴是由肺的热力引起的。即使在饮水较少的动物中偶然产生了液态排泄物,这类东西也会被消耗于羽毛或鳞片的构成之中。 然而在那些具有膀胱且肺中多血的动物中,它们的脾脏由于上述原因,以及由于左侧的本性更为湿润且寒凉,因而也是湿润的;因为脾脏作为湿润且寒凉之物,理应位于湿润且寒凉的部分。正如前述,脾脏是伴随性地出于必然存在,肾脏则不是如此,而是为了善与美好[……],以便通过它们将液态营养的排泄物汇聚到膀胱之中。所谓“按照其固有的本性”,等同于“为了这种排泄物,肾脏的本性才得以生成”。

语法注3 条
  1. 3.10ἂν δὲ τὸ περίττωμα πλέον ᾖ καὶ νικῴη

    在以 ἄν 引导的条件从句中,虚拟语气 ᾖ 与祈愿语气 νικῴη 并列。前者虚拟语气表示排泄物偏多这一直接的假设,而后者祈愿语气则缓和地表达压倒脾脏热力这一潜在的可能性或发展状态。

  2. 3.10λέγων στιφρὸν τὸ μανὸν καὶ ξηρόν

    由分词 λέγων 构成的双重宾格释义结构。解读者将通常表示“致密、坚实”的 στιφρόν 解释为“疏松而干燥”(τὸ μανὸν καὶ ξηρόν),以契合后文未浸湿的海绵的比喻。

  3. 3.10τοῦ εὖ καὶ καλῶς ἕνεκεν * * δι’ αὐτῶν

    底本中以此处的星号标示了一处文本脱落(lacuna)。从上下文看,此处缺失了支配 τοῦ εὖ καὶ καλῶς ἕνεκεν 的主句动词及引出目的的连接成分(如[γεγόνασιν, ἵνα]δι’ αὐτῶν...),表明肾脏是为了善与美好而存在,以使排泄物通过它们汇集。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:62.3-63.2