← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§61.4-62.3

肝脏的双重性与内脏对大血管的支承

迈克尔注解了《动物部分论》卷三第七章(669b15起),解释了肝脏为何兼具单一与双重外观,通过众人传递绳索的比喻说明横隔膜以下的内脏如何支承并联结大血管,并阐明了心脏与脾脏在必然性上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10#1

Τοῦ δὲ σπληνὸς παραπλησίαν ἔχοντος τὴν φύσιν τῷ ἥπατι, πῇ μὲν δοκεῖ τὸ ἧπαρ μονοφυὲς εἶναι, πῇ δὲ διφυές· ᾗ μὲν γὰρ διαφέρει σπληνός, ταύτῃ δόξειεν ἂν μονοφυές, ᾗ δὲ κοινωνεῖ αὐτῷ, ταύτῃ διφυές. αἴτιον δὲ τοῦ διφυὲς εἶναι δοκεῖν καὶ μονοφυὲς τό τε διφυῆ μὲν εἶναι τὴν τοῦ σώματος φύσιν, συντελοῦσαν δὲ πρὸς μίαν ἀρχήν, λέγων πάλιν ἀρχὴν ἢ τὴν καρδίαν ἢ τὴν ἐν αὐτῇ ψυχήν. ὡς μὲν οὖν διφυὲς τὸ σῶμα δοκεῖ καὶ τὸ ἧπαρ διφυὲς εἶναι, ὡς δὲ συντελοῦν πρὸς μίαν ἀρχήν, ταύτῃ πάλιν μονοφυὲς δόξειεν ἂν εἶναι. τὰ δὲ ἑξῆς σαφῆ. τὸ δὲ ἐνίοις δὲ κἀκεῖ τὸ κἀκεῖ ἀντὶ τοῦ τοῖς ᾠοτόκοις· κἀκεῖ δὴ ἐν τοῖς ᾠοτόκοις ἐπιδήλως διέστηκε τὸ ἧπαρ, ὥσπερ ἐν τοῖς ζῳοτόκοις. πάντα δέ, φησί, τὰ κάτω τοῦ ὑποζώματος σπλάγχνα χάριν τῶν φλεβῶν εἰσι· μετεώροις γὰρ οὔσαις ὑπέστρωσεν αὐταῖς ἡ φύσις τὰ σπλάγχνα, ἵνα ἀνέχωσιν αὐτάς. ὥσπερ γὰρ ἀγκύρας τινὰς καὶ βοηθείας τῶν φλεβῶν πεποίηκεν αὐτὰς ἡ φύσις, ἵνα μὴ τέμνωνται ὑπὸ τούτων ἀνεχόμεναι. βέβληνται δὲ ὑπ’ αὐτὰς τὰ σπλάγχνα διὰ τῶν ὑποτεταμένων μορίων, τουτέστιν ὑπὸ τὰ ὑποτεταμένα μόρια,1 λέγων ὑποτεταμένα μόρια τὰς ἀπὸ τῶν μεγάλων φλεβῶν σχιζομένας φλέβας. καὶ ποῦ αἱ τοιαῦται φλέβες τέτανται λέγει, ὅτι ἀπὸ τῆς μεγάλης ἀρχόμεναι φλεβὸς τείνουσι πρός τε τὸ ἧπαρ καὶ τὸν σπλῆνα. προσλαμβάνουσι γὰρ καὶ ἑαυτοῖς τό τε ἧπαρ καὶ ὁ σπλὴν συμφύουσιν αὐτήν, ἤτοι τὴν μεγάλην φλέβα, διὰ μέσων τῶν λοιπῶν σπλάγχνων. ὥσπερ γὰρ εἰ νοήσειέ τις δύο ἄνδρας ἱσταμένους2 τὸν μὲν πρὸς τῇ ἀρχῇ τοῦ καμπτῆρος τὸν δὲ πρὸς τῷ τέλει, κατέχοντας ἐν ταῖς χερσὶν ἑνὸς σχοινίου τὰ ἄκρα καὶ τείνοντας αὐτό, μεταξὺ δὲ τῶν δύο τούτων ἀνδρῶν ἄλλους ἐπ’ εὐθείας ἱσταμένους καὶ ἀνέχοντας τὸ τοιοῦτον σχοινίον διὰ τῶν ὤμων, ἀλλ’ ἔστω καὶ τοῦτο ὅτι ὁ πρὸς τῇ ἀρχῇ τοῦ καμπτῆρος ἱστάμενος δέδωκε τῷ μετ’ αὐτὸν τὸ ἄκρον τοῦ σχοινίου κἀκεῖνος τῷ μετ’ ἐκεῖνον, καὶ οὕτως ἐφεξῆς ἕως τοῦ ἱσταμένου πρὸς τῷ πέρατι τοῦ καμπτῆρος, καὶ εἰ τοῦτο γένοιτο, δυνάμεθα λέγειν ὅτι προσλαμβάνουσιν οἱ ἄκροι τὰ τοῦ σχοινίου ἄκρα διὰ τῶν μεταξὺ ἀνδρῶν, τοιοῦτόν τι καὶ ἐνταῦθα γίνεται καὶ προσλαμβάνουσι τῇ συστάσει τῶν ζῴων, ἤτοι πρὸς σύστασιν τῶν ζῴων. ταῦτα οὖν (λέγω ταῦτα τό τε προσλαμβάνεσθαι τὴν φλέβα διὰ τῶν σπλάγχνων εἰς τὸ ἧπαρ καὶ τοὺς νεφρούς) ταῦτα οὖν γίνεται διὰ μέσων τῶν σπλάγχνων πρὸς σύστασιν τῶν ζῴων. λέγει δὲ ὅτι καὶ ἡ καρδία ἀναγκαία ἐστὶ τοῖς ζῴοις· δεῖ γὰρ αὐτὴν εἶναι οἷον ἑστίαν καὶ οἴκημα καὶ τὸ ὅλον ἀκρόπολιν, ἐν ᾗ ὥσπερ τις βασιλεὺς κείσεται τὸ τῆς φύσεως ζωπυροῦν. τοῦτο δ’ ἂν εἴη ἢ τὸ ἔμφυτον θερμὸν ἢ αἰσθητικὴ ψυχή. ὁ δὲ σπλήν, φησί, κατὰ συμβεβηκὸς ἐξ ἀνάγκης ὑπάρχει τοῖς ἔχουσιν, ὥσπερ καὶ τὰ περιττώματα.

由于脾脏具有与肝脏相近的本性,肝脏在某一方面显得是单一体质的,在另一方面显得是双重体质的;因为在与脾脏相异的方面,在这一方面它会被视为单一体质的,但在与脾脏相通的方面,在这一方面则会被视为双重体质的。而它显得既是双重体质又是单一体质的原因在于,身体的本性一方面是双重的,另一方面却汇聚于单一的始基,他在此处所说的始基再次是指心脏或其中的灵魂。因此,就身体是双重的而言,肝脏也显得是双重体质的;而就身体汇聚于单一的始基而言,在这一方面它又会被视为单一体质的。接下来的部分是明了的。“但在某些[动物]中,在那里亦然”这一词句中的“在那里亦然”代指“在卵生动物中亦然”;事实上在那里,即在卵生动物中,肝脏也是显明分离开的,正如在胎生动物中一样。 他说,隔膜以下的所有内脏都是为了血管而存在的;因为对于悬空的血管,自然在其下铺垫了内脏,以便支承它们。因为自然将它们造就为血管的锚和辅助物,以便它们因受到这些[内脏]的支承而不致断裂。内脏通过延展于下的部分而被置于血管之下,也就是置于延展于下的部分之下,他所说的延展于下的部分是指从大血管分叉出来的血管。他还指明了这样的血管伸展向何处,即它们从大血管开始,伸展向肝脏和脾脏两者。因为肝脏和脾脏接纳它,并将它(即大血管)通过其余内脏的中间与自身联结起来。 正如有人若设想两个人站立着,一个在跑道折返点的始端,另一个在末端,两人手中各执一条绳索的两端并将其拉紧,在这两人之间有其他人排成直线站立并用肩膀支承着这样的绳索——不仅如此,设想站在折返点始端的人将绳端递给其后的人,那人又递给再其后的人,如此依次传递直到站在折返点末端的人,若发生这种情况,我们可以说两端的人是通过中间的人接纳绳索的两端——类似的情形在此处也发生着,它们为了动物的构成,即朝向动物的构成而接纳[血管]。因此,这些事情(我所说的这些事情,是指血管通过内脏被接纳进肝脏和肾脏),因此这些事情是为了动物的构成而通过内脏中间发生的。 他还说,心脏对于动物也是必然的;因为心脏应当如同炉灶、居所,总之如同卫城,自然的生机之火将如同君王一般驻留其中。这大概是指先天温热或感觉灵魂。他说,脾脏对于拥有它的动物而言,只是伴随性地出于必然存在,正如排泄物一样。

语法注2 条
  1. 3.10βέβληνται δὲ ὑπ’ αὐτὰς τὰ σπλάγχνα διὰ τῶν ὑποτεταμένων μορίων, τουτέστιν ὑπὸ τὰ ὑποτεταμένα μόρια

    针对介词短语 διὰ τῶν ὑποτεταμένων μορίων(接属格,意为“通过延展于下的部分”),注解者用 τουτέστιν ὑπὸ τὰ ὑποτεταμένα μόρια(接宾格,意为“在延展于下的部分之下”)进行了句法转述与澄清。此处展示了注解者将表示经由/媒介的 διά 替换为表示空间位置关系的 ὑπό 的句法解释。

  2. 3.10ὥσπερ γὰρ εἰ νοήσειέ τις δύο ἄνδρας ἱσταμένους

    长篇比喻句的起始。ὥσπερ εἰ 引出表示潜在假设的祈愿语气动词 νοήσειε(“正如有人若设想”),统辖后续的一连串分词(ἱσταμένους, κατέχοντας, τείνοντας)及对比分句(μεταξὺ δὲ...);随后又经由命令式让步从句 ἀλλ' ἔστω καὶ τοῦτο ὅτι... 进一步展开,最终收束于主句 τοιοῦτόν τι καὶ ἐνταῦθα γίνεται(“类似的情形在此处也发生着”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:61.4-62.3