- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:60.7-61.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依据亚里士多德《动物之构造》669a12及以下的内容,阐释了肺的功能与心脏运动的关系,批判了将肺视作缓冲心脏跳跃之垫衬的柏拉图观点,论述了鸟类肺部的特征(外观、干燥寒凉、少血性及其潜水适应)、胎生动物不穴居的原因,以及肺的有血与无血之分。
Ἐν δὲ τῇ λέξει τῇ ὥστε ἐν τῷ πνεύματι αὐτῶν εἶναι τὸ τέλος τοῦ ζῆν ἴσον ἐστὶν τῷ ἕως ἂν ἀναπνέῃ, ἕως τότε καὶ ζῇ. ὄργανον δὲ τοῦ ἀναπνεῖν ἐστιν ὁ πνεύμων· τὴν δὲ ἀρχὴν τοῦ εὐρύνεσθαι καὶ πάλιν συστέλλεσθαι ἔχει ὁ πνεύμων ἀπὸ τῆς καρδίας. τοῦ Πλάτωνος δὲ λέγοντος ὅτι κεῖται δὲ ἡ καρδία ὑπὸ τὸν πνεύμονα διὰ τὴν ἅλσιν (διότι γάρ, φησίν, ἅλλεται ἡ καρδία, τέθεικεν αὐτὴν ἡ φύσις ἐπάνω τοῦ πνεύμονος, ἵνα ἐν αὐτῷ σομφῷ ὄντι καὶ μαλακῷ προσκρούουσα μὴ βλάπτηται· εἰ γὰρ μὴ τοῦτον τέθεικεν ἐπάνω αὐτῆς, προσέκρουεν ἂν στερεοῖς τισι καὶ ἐβλάπτετο), ταῦτα τοῦ Πλάτωνος λέγοντος ἐπάγει1 τὸ ‘τὸ δὲ διὰ τὴν τῆς καρδίας ἅλσιν γενέσθαι τὸν πνεύμονα, ἵνα ἐν αὐτῷ προσπταίῃ ἡ καρδία καὶ μὴ ἐν στερεῷ τινι, οὐ καλῶς εἴρηται· ἐν πολλοῖς γὰρ πλεῖστον ἀφέστηκεν ἡ καρδία τοῦ πνεύμονος, ὥστε μηδὲ προσεγγίζειν αὐτῷ κἂν λίαν ἅλληται, ἔν τισι δὲ οὐδὲ ὑπὸ τὸν πνεύμονα κεῖται, ἀλλ’ ἐπάνω αὐτοῦ’. τὸ δὲ φαινόμενον ἐν τοῖς ὄρνισιν αἱματῶδες ἰστέον ὅτι οὐκ ἔστιν ὁ πνεύμων, ἀλλὰ τὸ ἧπαρ· ὁ δὲ πνεύμων αὐτῶν ἐστι τὸ κείμενον ἐν τῇ ῥάχει καὶ ἁπτόμενον αὐτῆς μακρὸν καὶ φλεβῶδες. τὸν δὲ ἀφρὸν λέγει ἐκ μεγάλου μικρὸν γίνεσθαι διὰ τὸ ἐξέρχεσθαι τὸν ἐν αὐτῷ ἀέρα· τοῦ γὰρ τοιούτου ἀέρος ἐξερχομένου συστέλλεται ὁ ἀφρὸς εἰς ἐλάττονα ὄγκον. ἄδιψοι δὲ καὶ ὀλιγόποτοί εἰσιν οἱ ὄρνιθες διὰ τὸ τὸν πνεύμονα αὐτῶν ὀλίγαιμον εἶναι καὶ διὰ τοῦτο ψυχρόν. τοῦτο δὲ αἴτιον τοῦ καὶ τοὺς ὄρνιθας πολὺν χρόνον ὑπὸ τὸ ὕδωρ εἶναι· ξηρὸς γὰρ ὢν διὰ τὴν ὀλιγαιμίαν καὶ σομφὸς ὁ πνεύμων αὐτῶν, καὶ διὰ μὲν τὴν ὀλιγαιμίαν, ὡς εἴρηται, ψυχρός, διὰ δὲ τὴν σομφότητα πολὺν ἔχων ἀέρα, ἱκανῶς ἐμψύχονται ὑπ’ αὐτοῦ, καὶ διὰ τοῦτο οὐ δεῖται τοῦ θύραθεν ἀέρος· τούτου δὲ μὴ δεόμενα οὐδὲ σπεύδει2 γενέσθαι ἐκτὸς τοῦ ὕδατος. λέγει δὲ καὶ ὅτι οὐδὲν τῶν ζῳοτόκων τρωγλοδυτεῖ· θερμὰ γὰρ ὄντα ὀρθιά ἐστι, τὸ δὲ ὄρθιον οὐ δύναται ὑπὸ τὴν τρώγλην εἰσέρχεσθαι, ὥσπερ οἱ σαῦροι· οὗτοι γάρ, καίπερ ὑπόποδες ὄντες, ὅμως διὰ τὴν τῶν σκελῶν βραχύτητα καὶ μᾶλλον διὰ τὸ μὴ ὄρθιοι εἶναι, οὐκ ἐμποδίζονται εἰσέρχεσθαι, καθάπερ οὐδὲ οἱ ὄφεις. ὅλως μὲν οὖν ὁ πνεύμων ἐστὶ χάριν τοῦ ἀναπνεῖν. τὸ δὲ γένους τινός πρόσκειται, διότι οὐ πάντα ἀναπνεῖ. ἔστι δὲ ὁ πνεύμων καὶ ἄναιμος καὶ τοιοῦτος, τουτέστι καὶ ἔχων αἷμα· τινῶν μὲν γὰρ ὁ πνεύμων ἔχει αἷμα, τινῶν δὲ ἔχει μέν, ἀλλὰ πάμπαν ὀλίγον, ὥσπερ ὁ τῶν ὀρνίθων· τοὺς γὰρ ὀλιγαίμους πνεύμονας εἶπε καὶ ἀναίμους.
在“以致它们生命的终结在于其呼吸”这一词句中,这相当于“只要它呼吸,它在这期间也就活着”。而呼吸的器官是肺;肺由心脏获得膨胀和再次收缩的始基。然而,柏拉图说“心脏由于跳跃而位于肺之下”(他说,因为心脏跳跃,自然便将它置于肺之上,以便它碰撞在海绵状且柔软的肺上而不受伤害;因为若自然没有将这一器官置于其上,它就会碰撞在某些坚硬之物上而受伤害),在柏拉图如此说的情况下,[亚里士多德]接着指出:“但是,说肺的生成是由于心脏的跳跃,以便心脏碰撞在它上面而不是碰撞在坚硬之物上,这说得并不好;因为在许多动物中,心脏与肺相距甚远,以致即使剧烈跳跃也不接近它,而在某些动物中心脏甚至不位于肺之下,反倒位于它之上”。 必须知道,在鸟类中显现为血红色的器官不是肺,而是肝脏;它们的肺是位于脊柱内并与之相连的狭长且多血管的器官。他还说,泡沫由大变小是由于其中的空气外泄;因为当这样的空气排出时,泡沫便收缩成较小的体积。鸟类不觉干渴且饮水很少,是由于它们的肺少血,并因此而寒凉。这也是鸟类能长时间潜于水下的原因;因为由于少血它们的肺干燥且呈海绵状,一方面如前所述因少血而寒凉,另一方面因呈海绵状而容纳大量空气,它们由此[空气]得到充分的冷却,并因此不需要外部空气;而由于不需要外部空气,它们也不急于离开水体。他还说,胎生动物无一是穴居的;因为它们既然温热,便是直立的,而直立的动物无法像蜥蜴那样钻入洞穴;因为蜥蜴虽然有足,但由于腿短,更由于不直立,因而像蛇一样在钻入上不受妨碍。 总之,肺是为了呼吸而存在的。加上“某一类[动物]的”这一限定,是因为并非所有动物都呼吸。肺既是“无血的,也是具有如此特性的”,即也含有血液;因为某些动物的肺含有血液,而某些动物的肺虽含有血液但极少,如鸟类的肺;因为他把少血的肺也称为“无血的”。
- 3.9τοῦ Πλάτωνος δὲ λέγοντος ... ταῦτα τοῦ Πλάτωνος λέγοντος ἐπάγει
属格绝对结构 τοῦ Πλάτωνος λέγοντος 在插入了一长段括号内的解释(柏拉图学说的理由及反事实条件句)之后,借助复指代词 ταῦτα 以 ταῦτα τοῦ Πλάτωνος λέγοντος 的形式再次重叙。主句的主语为被省略的亚里士多德,支配主句动词 ἐπάγει(“[亚里士多德]接着引述/添加”)。
- 3.9ἱκανῶς ἐμψύχονται ὑπ’ αὐτοῦ, καὶ διὰ τοῦτο οὐ δεῖται τοῦ θύραθεν ἀέρος· τούτου δὲ μὴ δεόμενα οὐδὲ σπεύδει
语法数与性的转换(破格语法/依意相符):在紧随“鸟类”(οἱ ὄρνιθες,阳性复数)而使用第三人称复数动词 ἱκανῶς ἐμψύχονται 之后,单数动词 οὐ δεῖται 以肺(ὁ πνεύμων)或统称单数的鸟为主语。紧随其后的分词 τούτου δὲ μὴ δεόμενα 则按意义相符转为中性复数主格(指涉中性名词如 τὰ ὄρνεα),并顺理成章地支配以中性复数为名义主语的单数动词 σπεύδει。
