← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§58.32-60.6

大血管的起源与分支及出汗的机理

米海尔基于灵魂的单一性与身体的二分性,解释了大静脉与主动脉两条大血管源于心脏这一单一始基的原因,并注解了血管分支、出汗与血汗的机理、两种过度(数量与质量)以及血管的交错排列。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8

Λέγει δὲ καὶ διὰ τί δύο εἰσὶν αἱ μεγάλαι φλέβες, καὶ ἀπὸ μιᾶς ἀρχῆς τῆς καρδίας. ἀπὸ μὲν οὖν μιᾶς ἀρχῆς λέγει εἶναι αὐτὰς διὰ τὸ καὶ τὴν αἰσθητικὴν ψυχὴν μίαν εἶναι. μιᾶς δὲ οὔσης ταύτης τῆς ψυχῆς εὔλογον καὶ τὸ ταύτην ἔχον μόριον ἓν εἶναι· ἀμερὴς γὰρ οὖσα καὶ ἀσώματος, πῶς ἐνδέχεται ἐν πλείοσι μέρεσι τὴν οὐσίαν αὐτῆς εὑρίσκεσθαι; ἀλλ’ ἐν μὲν τοῖς ἐναίμοις καὶ πᾶσι τοῖς γεννῶσιν ὅμοια ἑαυτοῖς ἐστιν ἡ αἰσθητικὴ ψυχὴ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ἐνεργείᾳ μέν, καθὸ ἔχουσι τὴν τοιαύτην ψυχὴν ἐνεργείᾳ, δυνάμει δέ, καθὸ δύνανται μεταδοῦναι τοιαύτης ψυχῆς καὶ τοῖς ἐξ αὐτῶν γινομένοις· ἐν δὲ τοῖς μὴ γεννῶσιν ὅμοια ἑαυτοῖς, οἷά ἐστι τὰ ἐκ σήψεως γινόμενα, ἐνεργείᾳ μόνον, καθὸ ἤδη ἔχουσιν αὐτήν, οὐδαμῶς δὲ δυνάμει, διότι οὐ γεννῶσιν ὅμοια ἑαυτοῖς, ἵνα ἐκ τούτου ἔχωσι δύναμιν τοῦ καὶ ἄλλοις διδόναι. ὅτε οὖν ἔστιν ἡ τοιαύτη ψυχὴ ἐνεργείᾳ ἐν τῇ καρδίᾳ, ἀνάγκη τότε ἐν αὐτῇ εἶναι καὶ τὴν τοῦ αἵματος ἀρχήν· αὕτη γὰρ ἡ ψυχὴ ἐστὶν αἰτία καὶ τοῦ εἶναι τὸ αἷμα ὑγρὸν καὶ θερμόν. διότι μὲν οὖν ἐστιν ἡ αἰσθητικὴ ψυχὴ ἐν τῇ καρδίᾳ, διὰ τοῦτο καὶ τὸ αἷμά ἐστιν ἐν αὐτῇ, διὰ δὲ τὴν τοῦ αἵματος ἑνότητα, ἤτοι διὰ δὲ τὸ αἷμα ἐν αὐτῇ ἠθροῖσθαι, διὰ τοῦτο καὶ αἱ φλέβες εἰσὶν ἀπ’ αὐτῆς. δύο δὲ τυγχάνουσιν οὖσαι, ὅπερ προὔκειτο ζητῆσαι, διὰ τὸ καὶ τὰ τῶν ζῴων σώματα διμερῆ εἶναι. εὐθὺ γὰρ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν δύο καὶ οὐχ ἕν, καὶ τὸ ἄνω δὲ καὶ τὸ κάτω δύο, ὁμοίως δὲ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. λέγει δὲ καὶ τὴν μεγάλην φλέβα πάντα ἔχειν τὰ ἔναιμα, ἔνια δὲ τὴν ἀορτὴν ἀφανῶς. σαφῆ δὲ τὰ ἑξῆς· ἐν δὲ τῇ λέξει τῇ καὶ ἄλλους αἰεὶ πρὸς τὸ πάντῃ μεταδιδόναι, λείπει ἡ εἰς πρόθεσις,1 ἵν’ ᾖ τὸ πλῆρες ‘εἰς πολλοὺς ὀχετοὺς καὶ ἐκ τούτων εἰς ἄλλους πρὸς τὸ πάντῃ μεταδιδόναι’. τὰ δὲ περὶ τῶν τάφρων, ἃς ὁ πολὺς ἄνθρωπος τράφους καλεῖ, δῆλον ὅτι αἱ μὴ εἰς βάθος, ἀλλ’ ἐπιπολαίως ὀρωρυγμέναι ταχέως ἀφανίζονται ὑπὸ τῆς ἰλύος, ἣν κατάγει τὸ ὕδωρ, αἱ δὲ μὴ τοιαῦται βραδέως. δῆλον δὲ καὶ ὅτι καθαιρομένης πάλιν τῆς ἰλύος φαίνονται αἱ τάφροι. λέγει δὲ καὶ ὅτι ἐπειδὰν ἐλάσσους αἱ φλέβες γένωνται, δίοδος αἵματος ἐν αὐταῖς οὐ γίνεται δι’ ἣν ἔχει παχύτητα. καὶ αἵματος μὲν δίοδος οὐ γίνεται ἐν αὐταῖς, γίνεται δὲ τοῦ περιττώματος, ὃ καλοῦμεν ἱδρῶτα· λεπτότατον γὰρ τοῦτο. λέγει δὲ καὶ ὅπως συνέβη τισὶ διὰ καχεξίαν ἱδρῶσαι αἷμα, καί φησι ‘γενομένου γὰρ τοῦ σώματος αὐτῶν ῥυάδος’, καὶ σαφηνίζων, τί δηλοῖ ἡ ῥυάς, ἐπήγαγε τὸ καὶ μανοῦ. ῥυάδος γὰρ καὶ μανοῦ γενομένου τοῦ σώματος, ὑγροῦ δὲ τοῦ αἵματος διὰ τὴν ἀπεψίαν, καὶ μὴ δυναμένου τοῦ σώματος δι’ ἣν πέπονθε μανότητα καὶ ἀραιότητα τὴν τοιαύτην κατέχειν ὑγρότητα, συμβαίνει αἱματώδεις ἱδρῶτας ἐκκρίνεσθαι ἀπ’ αὐτοῦ. λέγει δὲ καὶ τὴν ὑπερβολὴν δισσὴν εἶναι ἢ τῷ ποσῷ ἢ τῷ ποιῷ. τῷ μὲν ποιῷ φέρε εἰπεῖν τῆς δυσπεψίας ὑπερβάλλει ὁ τυρός· ὁ γὰρ καρυαῖος τυρὸς δυσπεπτότερός ἐστιν, εἰ τύχοι, ἀλεκτορίδος· ὑπερβάλλει οὖν ὁ τοιοῦτος τυρὸς καὶ νικᾷ τὴν ἀλεκτορίδα οὐ τῷ ποσῷ (σμικρότατος γάρ), ἀλλὰ τῷ ποιῷ. αἱ δὲ πέντε ἀλεκτορίδες ὑπερβάλλουσι τὴν μίαν οὐ τῷ ποιῷ (εὐχυμόταται γὰρ πᾶσαι), ἀλλὰ τῷ ποσῷ. τὰς δὲ αἱμορροίας λέγει γίνεσθαι ἐκ τῆς τραχείας ἀρτηρίας μετὰ βίας· μετὰ γὰρ βηχῶν καὶ ὀδυνῶν ἀποπτύονται. διεστῶσαι δὲ ἄνωθεν (λέγων ἄνωθεν τὴν καρδίαν) ἄνωθεν οὖν ἐκ τῆς καρδίας διεστῶσαι καὶ εὐθὺ χωριζόμεναι αἱ δύο φλέβες, ἥ τε μεγάλη καὶ ἡ ἀορτή, κάτω δὲ πρὸς τοὺς μηροὺς καὶ ἄνω ὁμοίως πρὸς τῇ κεφαλῇ ἐναλλάσσουσαι αὐταί τε καὶ αἱ ἀπ’ αὐτῶν φυόμεναι φλέβες, καὶ αἱ μὲν πρὸς τὰ δεξιὰ κείμεναι γινόμεναι πρὸς τὰ ἀριστερά, ἐκεῖναι δὲ πρὸς τὰ δεξιά, συνέχουσι τὸ σῶμα.2 σαφῆ δὲ τὰ ἑξῆς.

他还说明了为什么大血管有两条,并且源于单一的始基即心脏。关于它们源于单一始基,他说这是因为感觉灵魂也是单一的。而既然这一灵魂是单一的,那么容纳它的部分也是单一的,这是合乎情理的;因为灵魂既然不可分且无形体,其实质又怎能在多个部分中被发现呢?但是,在有血动物以及所有产生与自身相似者的动物中,感觉灵魂既在潜能中也在现实中存在:在现实中,是由于它们在现实中拥有这样的灵魂;而在潜能中,是由于它们能够将这样的灵魂也传递给由它们所生的后代;而在不产生与自身相似者的动物中,例如那些由腐败而生成者,它仅在现实中存在,由于它们已经拥有它,而绝不在潜能中存在,因为它们不产生与自身相似者,以致由此拥有将它给予其他者的潜能。因此,当这样的灵魂在现实中存在于心脏中时,在那时血液的始基必然也在其中;因为这一灵魂本身也是血液为湿热的原因。因此,一方面,正由于感觉灵魂在心脏中,由此血液也在其中;另一方面,由于血液的单一性,即由于血液聚集在其中,由此血管也发源于它。然而,它们正好是两条——这正是先前所提出要探讨的问题——乃是因为动物的身体也是二分的。因为当下前与后是二而不是一,上与下也是二,右与左同样也是二。 他还说,所有有血动物都具有大静脉,但有些动物所具有的主动脉并不明显。接下来的内容是清楚的。而在“且总是其他[水渠]以便向各处分流”这一词句中,缺少介词“向(εἰς)”,以致完整的内容应为“向许多水渠,且从这些水渠向其他[水渠]以便向各处分流”。 至于关于沟渠(大众称之为traphoi)的论述,显而易见的是,那些并非向深处而是表浅挖成的沟渠,很快就会被水流冲下的淤泥所掩埋,而并非如此的沟渠则掩埋得缓慢。同样显而易见的是,当淤泥再次被清除时,沟渠便显现出来。 他还说,每当血管变小时,由于血液所具有的浓稠,血液在其中便不发生通行。虽然血液在其中不通行,但我们称之为汗的残余物则通行;因为这是极其稀薄的。他还说明了某些人如何因体质恶劣而流血汗,他说“因为他们的身体变得易流泄”,并且为了阐明“易流泄(ῥυάς)”表示什么,他添加了“且疏松”一词。因为当身体变得易流泄且疏松,而血液因未消化而呈水状,且身体因其所遭受的疏松与稀疏而无法保留这样的流动性时,便会发生血汗从身体中被排出的情况。 他还说,过度有两种,或在数量上,或在性质上。比方说,在性质上,奶酪在不易消化方面过度;因为一枚核桃大小的奶酪,如果真要比较的话,比一只母鸡更难消化;因此,这样的奶酪并非在数量上(因为它极小),而是在性质上超过并胜过母鸡。而五只母鸡在性质上并不超过一只母鸡(因为全都极有营养),而是在数量上超过。 他还说,大咯血是伴随着剧烈的力量从气管中产生的;因为它们是伴随咳嗽与疼痛被吐出的。 两条血管(即大静脉和主动脉)从上方(以“上方”指心脏)分开——因此从上方自心脏分开并立刻分歧,它们自身以及从它们生出的血管在下方朝向大腿处、在上方同样朝向头部处相互交错,位于右侧的走向左侧,位于左侧的走向右侧,从而将身体维系在一起。接下来的内容是清楚的。

语法注2 条
  1. 3.8ἐν δὲ τῇ λέξει τῇ καὶ ἄλλους αἰεὶ πρὸς τὸ πάντῃ μεταδιδόναι, λείπει ἡ εἰς πρόθεσις

    阴性与格冠词 τῇ 置于名词 λέξει 之前,并修饰接下来的引文短语。米海尔指出此处存在语法省略,即在 ἄλλους 前面缺少了表示方向与目的地的介词 εἰς(类似于前文的 ὀχετούς)。

  2. 3.8διεστῶσαι δὲ ἄνωθεν ... συνέχουσι τὸ σῶμα

    包含长距离倒置(hyperbaton)的复杂句式。主句的主语为 αἱ δύο φλέβες, ἥ τε μεγάλη καὶ ἡ ἀορτή,主要谓语动词为位于末尾的 συνέχουσι。其间嵌套了表示源发与分歧的分词(διεστῶσαι, χωριζόμεναι)以及表示在身体上下交错排列的分词(ἐναλλάσσουσαι, γινόμεναι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:58.32-60.6