← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§6.39-7.39

自然学探究的灵魂范围与实体的先后关系

米海尔注解了亚里士多德关于自然学所当探讨的灵魂范围的讨论,阐明自然学研究引起运动的灵魂部分而非理智或数学对象,并解释了完满形式(实体/目的)相对于种子的优先性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

εἰ γὰρ περὶ πάσης,1 δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ· ὁ δὲ νοῦς τῶν πρός τι (ὁ γὰρ νοῦς νοητῶν ἐστι νοῦς), ἐν δὲ τοῖς πρός τι ὁ θάτερον εἰδὼς καὶ θάτερον οἶδεν· ὥστε εἰ περὶ τοῦ νοῦ λέγει ὁ φυσικός, ἐρεῖ καὶ περὶ τῶν νοητῶν. εἰ οὖν ἡ φυσικὴ λέγει καὶ περὶ τῶν αἰσθητῶν καὶ περὶ τῶν νοητῶν, οὐδεμία ἔσται ἄλλη ἐπιστήμη παρὰ τὴν φυσικήν· οἰχήσεται ἄρα ἡ θεολογία. εἰπὼν δὲ ὅτι τῆς αὐτῆς ἐστιν ἐπιστήμης λέγειν περὶ νοῦ καὶ τῶν νοητῶν, ἐπήγαγεν εἴπερ ἄλλα, τουτέστιν εἴπερ ἕτερον ὁ νοῦς καὶ τὰ νοητά, ἀλλὰ μὴ ταὐτά· εἴρηκε γὰρ ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς ὅτι πᾶς νοῦς νοητὸς καὶ πᾶν κυρίως νοητὸν νοῦς. ἀπορήσας οὖν λύει λέγων οὐκ ἔστι πᾶσα ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια πάντα τῆς ψυχῆς, ἀλλ’ αὐξήσεως μὲν αἴτιον τὸ θρεπτικὸν μόριον, ἀλλοιώσεως δὲ τῆς μετὰ συναισθήσεως γινομένης καὶ μὴ ἄνευ αἰσθήσεως τὸ αἰσθητικόν, φορᾶς δὲ τὸ ὀρεκτικὸν καὶ οὐ τὸ νοητικόν. ἐπεὶ οὖν ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας, τὸ δὲ νοητικὸν αἴτιον κινήσεως οὐκ ἔστι, δῆλον ὅτι περὶ τῶν κινητικῶν μορίων τῆς ψυχῆς ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ νοητικοῦ. τὸ δὲ ἢ καὶ πλείω εἶπεν ὡς εἰ ἔλεγε ‘τὰ δὲ κινητικὰ τῆς ψυχῆς μόρια εἴτε ἕν ἐστιν εἴτε καὶ πλείω ἑνός, περὶ τῶν τοιούτων ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ νοητικοῦ’. δείκνυσι δὲ ὅτι οὐδὲ περὶ τῶν μαθηματικῶν ὁ φυσικὸς ἐρεῖ, διότι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, τὰ δὲ ἐξ ἀφαιρέσεως, ἅπερ ἐστὶ τὰ μαθηματικά, οὐχ ἕνεκά του εἰσί. καὶ ὥσπερ, φησίν, ἐν τοῖς τεχναστοῖς ἐστιν ἀρχὴ κινήσεως ἡ τέχνη, οὕτως ἐν ἡμῖν ἄλλη τις ἀρχὴ καὶ αἰτία, εἴτε ψυχὴν εἴτε φύσιν αὐτὴν καλεῖν δεῖ. αὐτὸς γὰρ καὶ τὴν ψυχὴν φύσιν ἐνταῦθα εἴρηκεν, ὥστε καθολικώτερον ἡ φύσις τῆς ψυχῆς. ταύτην δέ, φησί, τὴν ἀρχὴν καὶ αἰτίαν τὴν ἀνάλογον οὖσαν τῇ τέχνῃ, ἔχομεν ἐκ τοῦ σύμπαντος κόσμου ὥσπερ καὶ τὸ ψυχρὸν καὶ τὸ θερμόν· ἐκ τοῦ κόσμου γὰρ καὶ αὐτὰ σύνεισιν ἡμῖν. σαφῆ δὲ τὰ λοιπά. Τὸ δὲ ἀλλὰ μὴν τούτου πρότερον τὸ οὗ2 τὸ σπέρμα3 εἴρηκεν ἀντὶ τοῦ τὸ δὲ σπέρμα ὕστερόν ἐστι τοῦ οὗ ἐστι σπέρμα. τὸ γὰρ ποιῆσαν τὸν Σωκράτην σπέρμα εἰ καὶ πρότερόν ἐστι Σωκράτους τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει καὶ τῷ τιμίῳ καὶ ὅλως τῷ τελείῳ ὕστερόν ἐστι τοῦ Σωκράτους. ὃ καὶ κατασκευάζων ἐπήγαγε τὸ γένεσις μὲν γὰρ τὸ σπέρμα, οὐσία δὲ τὸ τέλος, ἴσον λέγων τῷ τὸ μὲν σπέρμα γένεσίς ἐστι, πᾶσα δὲ γένεσις ἀτελής, τὸ δὲ ἐκ τοῦ σπέρματος γεγονὸς τέλος καὶ οὐσία· τὸ δὲ τέλος καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ ἀτελοῦς. ἀλλ’ ὁ μὲν Σωκράτης πρότερος τῇ φύσει τοῦ ἐξ οὗ γέγονε σπέρματος, ὁ δὲ Σωφρονίσκος ἀμφοτέρων τῷ χρόνῳ καὶ Σωκράτους καὶ τοῦ ἐξ οὗ ὁ Σωκράτης σπέρματος. λέγεται δὲ τὸ σπέρμα διχῶς· τὸ γὰρ σπέρμα ἐξ οὗ ὁ Σωκράτης λέγεται καὶ Σωκράτους σπέρμα, λέγεται καὶ Σωφρονίσκου, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸν εἰρημένον· τοῦ μὲν γὰρ Σωφρονίσκου ὡς ἐξ οὗ· ἐξ αὐτοῦ γὰρ ἐξῆλθε· τοῦ δὲ Σωκράτους ὡς οὗ· αὐτοῦ γὰρ ἕνεκα, ἢ τούτου γάρ ἐστι ποιητικόν.

因为如果[自然学应当探讨]全部灵魂,显然它也应当探讨理智;但理智属于关系者(因为理智是可知解者的理智),而在关系者中,知晓其中一方的人也知晓另一方;因此,如果自然哲学家探讨理智,他也将探讨可知解者。那么,如果自然学既探讨可感知者又探讨可知解者,在自然学之外就不会有任何其他科学;于是神学将荡然无存。在说明了探讨理智与可知解者属于同一门科学之后,他补充道“如果它们确实不同”,也就是说,如果理智与可知解者是相异的而非相同的;因为他在《论灵魂》第三卷中说过,一切理智皆是可知解的,而一切严格意义上的可知解者皆是理智。在提出疑难之后,他便通过下述说法来予以解决:“并非所有的灵魂都是运动的始基,灵魂的各个部分也并不都是,营养部分是生长的原因,感觉部分是伴随意识且并非没有感觉而发生的质变的原因,欲望部分——而非理智部分——是位置移动的原因。”因此,既然自然是运动和静止的始基,而理智部分并非运动的原因,显然自然哲学家将讨论灵魂中引起运动的诸部分,而非讨论理智部分。他说“抑或甚至更多”,就犹如在说:“引起运动的灵魂部分无论是一个还是甚至多于一个,自然哲学家将讨论的都是这样的部分,而非理智部分。”他还指出,自然哲学家也不会讨论数学对象,因为自然所做的一切都是为了某种目的,而来自抽离的事物,即数学对象,并不是为了某种目的[而存在]。他说,正如在人工制品中技艺是运动的始基一样,在我们自身之中也存在着某种其他的始基和原因,无论应当称其为灵魂还是称其为自然。因为他自己在这里甚至把灵魂也称作自然,因此自然比灵魂更为普遍。他说,这种与技艺相类比的始基和原因,我们是像冷和热一样从整个宇宙中获得的;因为这些也是从宇宙中同我们共存的。其余的内容是显而易见的。他说“然而,那具有这种子者确实先于这种子”,这是用以替代“种子后于那具有它作为种子者”。因为生成苏格拉底的种子在时间上虽然先于苏格拉底,但在自然上、在尊贵性上以及总的来说在完满性上却后于苏格拉底。为了确立这一点,他又补充道“因为种子是生成,而终极目的则是实体”,这等同于说:“种子是生成,而一切生成都是不完满的,由种子所生成的事物则是终极目的和实体;而终极目的和实体在自然上先于不完满者。”但是,苏格拉底在自然上先于他由之生成的种子,而索弗罗尼斯科斯在时间上则先于二者——既先于苏格拉底,又先于苏格拉底由之生成的种子。而“种子”有两种说法:因为苏格拉底由之生成的种子既被称为“苏格拉底的种子”,也被称为“索弗罗尼斯科斯的种子”,但不是以同样的方式,而是以所说的方式:对于索弗罗尼斯科斯而言是作为“由之而出者”(因为它是从他那里出来的),而对于苏格拉底而言则是作为“其所属者”(因为它是为了他,或者说它是产生他的)。

语法注3 条
  1. 1.6εἰ γὰρ περὶ πάσης

    承接前一句(ζητεῖ, πότερον περὶ πάσης ψυχῆς ἐστι τῆς φυσικῆς εἰπεῖν ἢ περί τινος),省略了主语和动词谓语 ἐστι τῆς φυσικῆς εἰπεῖν(属于自然学当讨论的范围)。必须补足此省略以连接归结分句 δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ。

  2. 1.6τοῦ μὲν γὰρ Σωφρονίσκου ὡς ἐξ οὗ· ἐξ αὐτοῦ γὰρ ἐξῆλθε· τοῦ δὲ Σωκράτους ὡς οὗ

    该结构区分了修饰名词 σπέρμα(种子)的两种属格功能。τοῦ Σωφρονίσκου 是表示来源或起点的属格(ἐξ οὗ:“由之而出者”,即生父),而 τοῦ Σωκράτους 则是表示归宿或终极产物的属格(οὗ:“其所属者”/为了产生他)。在平行的对比结构中须补足省略的动词与名词(λέγεται σπέρμα)。

  3. 1.6ἀλλὰ μὴν τούτου πρότερον τὸ οὗ τὸ σπέρμα

    引自亚里士多德原文。τούτου 是比较属格,指前文提及的种子(σπέρμα);主语是由关系代词短语构成的名词化表达 τὸ οὗ τὸ σπέρμα [ἐστί](“具有其作为种子者”,即成熟个体/实体)。米海尔紧接着用 ἀντὶ τοῦ τὸ δὲ σπέρμα ὕστερόν ἐστι τοῦ οὗ ἐστι σπέρμα 进行了解释,表明种子在自然上后于它的终极目的/实体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:6.39-7.39