- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:5.33-6.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解亚里士多德(640b29),批判了德谟克利特等人将动物本质归结为形状与颜色并仅关注质料因的做法,论证了灵魂才是动物的形式与实体,自然学家应当探究形式与灵魂而非质料。
" Εἰ μὲν οὖν τῷ σχήματι καὶ τῷ χρώματι ἕκαστον τῶν ζῴων." Δημόκριτος τὴν ἅπασαν ζήτησιν περὶ τῆς ὑλικῆς αἰτίας ποιούμενος ἀπεκρίνατο, τὸ δὲ τίνος ἕνεκα ἤτοι τὴν εἰδικὴν εἴα1 λέγων ‘ἅπαντι δῆλόν ἐστιν ὁποῖόν τι κατὰ τὴν μορφὴν καὶ τὸ χρῶμα ὑπάρχει ὁ ἄνθρωπος καὶ ἕκαστον τῶν ζῴων, κατὰ δὲ τὴν ὕλην ἄδηλον· εἰ δὲ τοῦτο, περὶ τοῦ ἀδήλου τὴν ζήτησιν ποιητέον, καὶ οὐ περὶ τοῦ φανερωτάτου’. πρὸς ταῦτα ἐνίσταται ὁ Ἀριστοτέλης λέγων ‘εἰ μὲν οὖν κατὰ τοιονδὶ σχῆμα καὶ χρῶμα ὁ ἄνθρωπος οὐσίωται καὶ ἕκαστον τῶν ζῴων καὶ τῶν μορίων, ὀρθῶς ἂν ὁ Δημόκριτος λέγοι· εἰ δὲ μὴ κατὰ ταῦτα, ἀλλὰ κατὰ τὸν ὁριστικὸν λόγον, οὐκ ὀρθῶς. εἰ γὰρ ἦν τῷ ἀνθρώπῳ τὸ ἀνθρώπῳ εἶναι κατὰ τοιονδὶ σχῆμα, ἦν ἂν καὶ ὁ τεθνεὼς ἄνθρωπος· σῴζει γὰρ καὶ οὗτος τὸ τῶν ζώντων σχῆμα· ἀλλ’ ἄνθρωπος οὐκ ἔστιν. λίαν οὖν περὶ τούτων ἁπλῶς καὶ ἀνεπισκέπτως εἴρηκε, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ τέκτων λέγοι περὶ χειρὸς ξυλίνης ὅτι χείρ ἐστι ξύλον οὑτωσὶ λεανθὲν τε καὶ σχισθέν. οὕτω γὰρ καὶ οἱ φυσιολόγοι τὰς τῶν σχημάτων αἰτίας λέγουσιν· ἐπεὶ τὸ ὕδωρ κάτω ῥεῖ, γέγονεν ἡ κοιλία, καὶ οἱ μυκτῆρες, ὅτι ὁ ἀὴρ ἄνω· ἀπὸ γὰρ τῆς ὕλης καὶ τῶν δυνάμεων, κουφότητος βαρύτητος, τὰς αἰτίας τοῦ σχήματος ἀποδιδόασι. καὶ ἴσως ὁ μὲν τέκτων αἴτια τοῦ σχήματος εἶπεν ἂν τὰ ὄργανα, τρύπανον καὶ σκέπαρνον, ὁ δὲ Δημόκριτος ἀέρα καὶ γῆν, ἀλλὰ βέλτιον ὁ τέκτων τὰς αἰτίας ἐρεῖ λέγων * * καταλέγει οὖν αὐτὰς οὗτος λίαν σαφῶς. δῆλον οὖν ὅτι οὐκ ὀρθῶς λέγουσιν, ἀλλὰ λεκτέον τὸ εἶδος τοῦ ζῴου, κἂν ἄνθρωπος κἂν ἄλλο ὁτιοῦν ἐστιν, ὅτι τοιοῦτον, καὶ περὶ ἐκείνου τοῦ εἴδους ζητητέον καὶ τί ἐστι καὶ ποῖόν τι, καὶ τῶν μορίων ἕκαστον. καὶ εἰ ἔστι τὸ εἶδος τοῦ ἀνθρώπου ἢ πᾶσα ψυχή, ἡ λογική τε καὶ ἄλογος, ἢ μέρος ψυχῆς, τουτέστι μόνη ἡ ἄλογος, ἢ ἂν ἀδύνατον χωρὶς ψυχῆς εἶναι τὸ τοῦ ἀνθρώπου εἶδος (ἀπελθούσης γὰρ τῆς ψυχῆς οὐκέτι ζῷόν ἐστιν ὁ ἄνθρωπος οὐδὲ τῶν μορίων οὐδὲν πλὴν τῷ σχήματι μόνον, καθάπερ καὶ τὴν μυθευομένην Νιόβην ἀπολιθωθεῖσαν ἄνθρωπον μὲν μηκέτι εἶναι, σῴζειν δὲ τὸ σχῆμα * *) εἰ δὴ εἶδος ἀνθρώπου ψυχὴ ἢ μέρος ψυχῆς, τοῦ φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν,2 καὶ εἰ μὴ περὶ πάσης, τῆς τε λογικῆς καὶ ἀλόγου, ἀλλὰ τέως περὶ τῆς ἀλόγου, καθ’ ἣν τὰ ζῷα τὸ ζῷα εἶναι ἔσχηκεν. ἄλλως τε καὶ τῆς φύσεως τῆς μὲν ὡς ὕλης λεγομένης, τῆς δὲ ὡς εἴδους (καὶ ἔστιν ἡ εἰδικὴ φύσις καὶ ὡς κινοῦσα καὶ ὡς τέλος· αὕτη γὰρ ὡς ἐφετὸν καὶ κοσμοῦν κινεῖ τὴν ὕλην· ἀλλὰ καὶ τὸ τέλος αὕτη· πάντα γὰρ τὰ πρὸ τοῦ εἴδους γινόμενα ἕνεκα τούτου γίνεται) διχῶς οὖν τῆς φύσεως λεγομένης, ὧν ἡ μέν ἐστιν ὡς οὐσία καὶ ἔστιν αὕτη ἤτοι ἡ πᾶσα ψυχή, ἡ λογικὴ καὶ ἄλογος, ἢ μέρος τι αὐτῆς οἷον ἡ ἄλογος, καὶ διὰ τοῦτο ῥητέον ἂν εἴη τῷ φυσικῷ περὶ ψυχῆς καὶ τοῦ εἴδους μᾶλλον ἢ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλη ὥσπερ φύσις ἐστὶ διὰ τὸ εἶδος ἢ τοῦτο δι’ ἐκείνην.3 Ταῦτα εἰπὼν ζητεῖ, πότερον περὶ πάσης ψυχῆς ἐστι τῆς φυσικῆς εἰπεῖν ἢ περί τινος.
“因此,如果每一种动物皆因形状和颜色而[是其所是]。” 德谟克利特将全部探讨都针对质料因而作出回答,却放弃了目的因即形式因,他说:“对所有人而言,人和每一种动物在形状和颜色上是怎样的,都是显而易见的,但在质料上却是不明了的;如果是这样,就应当探讨不明了的事物,而不是最显而易见的事物。”亚里士多德反对这些观点,说:“因此,如果人以及每一种动物及其各部分是因如此这般的形状和颜色而获得实体性存在的,德谟克利特的说法就对了;但如果不因这些,而是因定义的规定(逻各斯),他的说法就不对。因为如果对人而言,作为人存在就在于如此这般的形状,那么死人也会是人了;因为他也保留着活着者的形状;但他并不是人。因此他对这些事情的论述过于简单和草率,其方式就如同一位木匠在谈到木手时说手就是如此刨平且劈开的木头一样。因为自然哲学家们也是这样说明形状的原因的:既然水往下流,胃就生成了,而鼻孔则是因为气往上[流];因为他们正是从质料以及轻与重这些能力来指认形状的原因的。也许木匠会把钻子和手斧等工具说成是形状的原因,而德谟克利特则会说是气和土,但是木匠在说[……]时会更好地说明原因。”因此他[亚里士多德]极其清楚地列举了这些原因。显然,他们的说法是不对的,而是应当陈述动物的形式,无论它是人还是任何其他动物,说明它是如此这般的,并且应当探究那形式究竟是什么以及具有怎样的性质,对各个部分也是如此。如果人的形式要么是包含了理智部分和非理智部分的整个灵魂,要么是灵魂的一部分,即仅仅是非理智部分,抑或人的形式不可能脱离灵魂而存在(因为当灵魂离去之后,人就不再是动物,各部分除了仅仅在形状上之外也全都不再是原物,正如神话中的尼俄伯化为石头后不再是人,却依然保留着形状[……])——如果人的形式确实是灵魂或灵魂的一部分,那么探讨灵魂就属于自然学家的职责,即使不是探讨整个灵魂,即理智与非理智灵魂,至少目前也当探讨非理智灵魂,动物正是凭此才成其为动物的。况且自然一方面被称作质料,另一方面被称作形式(形式自然既是作为动力,又是作为目的;因为它作为所欲求者和秩序建立者来推动质料;但它也是目的;因为在形式之前生成的所有事物都是为了它而生成的)。因此,既然自然有两种称谓,其中一种是作为实体,而这要么是整个灵魂,即理智与非理智灵魂,要么是其某个部分,如非理智灵魂,正因如此,自然哲学家更应当谈论灵魂和形式,而非谈论质料,其程度正如质料之所以算作自然是因为形式,远胜于形式是因为质料。说了这些之后,他便探究自然学究竟应当讨论全部灵魂还是某些灵魂。
- 1.6τὸ δὲ τίνος ἕνεκα ἤτοι τὴν εἰδικὴν εἴα
εἴα 是动词 ἐάω(忽视、搁置、放弃)的未完成过去时第三人称单数。它与前面的分词短语 ποιούμενος 相对照,表明德谟克利特一味追求质料因,而将目的因(形式因)置之不理。
- 1.6καὶ εἰ ἔστι τὸ εἶδος τοῦ ἀνθρώπου ἢ πᾶσα ψυχή... εἰ δὴ εἶδος ἀνθρώπου ψυχὴ ἢ μέρος ψυχῆς, τοῦ φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν
以 καὶ εἰ ἔστι... 开始的条件从句前件被一段冗长的插入语(死者失去灵魂、尼俄伯化石的比喻)打断,随后通过 εἰ δή(“如果人的形式确实是……”)重新引出前件,并连接到带有表职责/属性的谓语属格的主句 τοῦ φυσικοῦ... ἂν εἴη λέγειν(“谈论……便属于自然学家的职责”),属于典型的结构复述(resumptive condition)。
- 1.6ὅσῳ μᾶλλον ἡ ὕλη ὥσπερ φύσις ἐστὶ διὰ τὸ εἶδος ἢ τοῦτο δι’ ἐκείνην
此处与前文的 μᾶλλον(μᾶλλον ἢ περὶ τῆς ὕλης)形成相关比较结构:ὅσῳ μᾶλλον... 引导按比例推进的从句(“质料因形式而是自然,远胜于形式因质料而为自然”)。在后半句的比较中,τοῦτο(= τὸ εἶδος)与 ἐκείνην(= τὴν ὕλην)省去了谓语 φύσις ἐστί。
