← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§8.1-8.29

假定必然性与早期自然学者的原因论

米海尔阐明了亚里士多德在自然学中所探讨的必然性属于《形而上学》中所区分的三种必然性中的“假定必然性”,并评述了前代自然哲学家恩培多克勒与德谟克利特如何在无意中触及了形式因,以及如何结合目的因来构建涉及必然性的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#1

" Ἴσως δ’ ἄν τις ἀπορήσειε ποίαν λέγουσιν ἀνάγκην." Εἰπὼν ὅτι πολλὰ γὰρ γίνεται καὶ διὰ τὴν ἀνάγκην, λέγει ‘ἀπορήσειε δ’ ἄν τις, ἐπειδὴ πολλαχῶς ἡ ἀνάγκη λέγεται’, ὡς ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικὰ εἴρηται’. ταῦτα γὰρ ᾐνίξατο διὰ τοῦ ὡς ἐν τοῖς κατὰ φιλοσοφίαν εἴρηται· εἶπε γὰρ ἐκεῖ ‘ἀναγκαῖον λέγεται καὶ τὸ βίᾳ ἀναγκαῖον, καὶ αἱ προτάσεις· εἰ γὰρ ἔσται τοιόνδε συμπέρασμα, ἀνάγκη τοιάσδε εἶναι προτάσεις. λέγεται ἀναγκαῖον καὶ οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι’. λέγει οὖν ὅτι ἡ ζητουμένη ἐνταῦθα ἀνάγκη κατ’ οὐδένα λέγεται τῶν πρότερον δύο τρόπων, οὔτε ὡς τὸ βίᾳ οὔτε ὡς αἱ προτάσεις, ἀλλὰ κατὰ τὸν τρίτον τὸν οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι· ἄνευ γὰρ τροφῆς οὐχ οἷόν τε ζῷον εἶναι. τοῦτο, δέ, φησί, τὸ τρίτον ἀναγκαῖον ὥσπερ ἐξ ὑποθέσεώς ἐστιν, ἤτοι τρόπον τινὰ ἐξ ὑποθέσεώς ἐστι· καὶ σαφηνίζει διὰ παραδείγματος, ὅπως ἐστὶν ὥσπερ ἐξ ὑποθέσεως. ὥσπερ γάρ, φησίν, ἐπειδὴ δεῖ σχίζειν τῷ πελέκει, ἀνάγκη σκληρὸν εἶναι, εἰ δὲ σκληρόν, χαλκοῦν, οὕτω καὶ ἐπειδὴ τὸ σῶμα ὄργανον, ἀνάγκη τάδε εἶναι. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν δύο τρόποι εἰσὶ τῆς αἰτίας, ὕλη καὶ εἶδος, καὶ δεῖ λέγοντας τυγχάνειν ἀμφοῖν, εἰ δὲ μή, δῆλόν γε πειρᾶσθαι ποιεῖν·1 τουτέστιν εἰ δὲ μή ἐστιν ὕλη, ὥσπερ ἐν τῷ οὐρανίῳ σώματι, δεῖ πειρᾶσθαι δηλοῦν καὶ φανερὸν ποιεῖν ὡς ἐνταῦθα ὑλικὸν αἴτιον οὐκ ἔστιν. ὅτι μὲν οὖν ταῦθ’ οὕτως ἔχει, δῆλον·2 λείπει γὰρ τὸ δῆλον. τὸ δὲ ἐνιαχοῦ δέ που αὐτῇ καὶ Ἐμπεδοκλῆς περιπίπτει εἴρηται ἀντὶ τοῦ ἄκων ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος ἅπτεται τῆς εἰδικῆς αἰτίας. ἥψατο δέ, φησίν, αὐτῆς καὶ Δημόκριτος, οὐχ ὡς ἀναγκαίας δὲ οὔσης τῷ περὶ φύσεως λέγοντι εἴρηκε περὶ αὐτῆς, ἀλλὰ καὶ οὗτος ἄκων ὑπὸ τῆς ἀληθείας παρασυρείς· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ ἐκφερόμενος ὑπ’ αὐτοῦ τοῦ πράγματος. Ταῦτα εἰπὼν λέγει καὶ πῶς δεῖ ποιεῖσθαι τὰς τοιαύτας ἀποδείξεις τῆς ἀνάγκης λέγων ‘ἔστιν ἡ ἀναπνοὴ χάριν τοῦ περιψύχεσθαι τὴν καρδίαν· τοῦτο δὲ γίνεται διὰ τάδε ἐξ ἀνάγκης’.

“或许有人会提出疑难,他们所说的是何种必然性。” 在说了“因为许多事物也是出于必然性而生成的”之后,他说“既然必然性有多重含义,或许有人会提出疑难”,正如在《形而上学》第五卷中所说的那样。因为他是通过“正如在论哲学的著作中所说”来暗示这些的;因为他在那里说过:“所谓必然的,既指出于强迫的必然,也指前提;因为如果将有如此的结论,必然有如此的前提。此外,那没有它此物便不可能存在者也被称为必然的。”因此他说,在此处所探求的必然性并不是按照前两种方式中的任何一种被言说的,既不是作为出于强迫者,也不是作为前提,而是按照第三种方式,即那没有它此物便不可能存在者;因为没有营养,动物就不可能存在。他说,这第三种必然之物可以说是出于假定的,或者在某种意义上是出于假定的;并且他通过范例阐明了它如何可以说是出于假定的。因为他说,正如由于必须用斧头砍削,[斧头]就必然是坚硬的,如果是坚硬的,就必然是青铜的,同样,由于身体是工具,它也必然是如此这般的。他进而得出结论说,因此原因有两种方式,即质料与形式,论述者必须把握这两者,如果不能,至少必须尝试使之明白;也就是说,如果没有质料,犹如在天体中那样,就必须尝试说明并使之显明:在此处并不存在质料因。那么,这些情况是如此的〔这一点〕,是明白的;因为[原文中]缺少了“明白”一词。而“然而在某些地方恩培多克勒大概也碰到了它”这句话,是用来替代“他在违背本愿的情况下受真理本身的强迫而触及了形式因”。他说,德谟克利特也触及了它,但他谈论它并不是因为认为它对于探讨自然的人是必需的,而是他也违背本愿地被真理所裹挟;因为“而是被事情本身所驱使”这句话正是指明了这一点。在说了这些之后,他也说明了应当如何做出对必然性的此类证明,他说:“呼吸是为了冷却心脏;而这出于必然性是通过如此这般的事物而发生的。”

语法注2 条
  1. 1.7εἰ δὲ μή, δῆλόν γε πειρᾶσθαι ποιεῖν

    关于亚里士多德原文中的条件短语 εἰ δὲ μή(“如果不”),相对于一般理解的“如果不能同时阐明两种原因”,米海尔结合语境将其补足解释为具体情境的省略:“如果没有质料(εἰ δὲ μή ἐστιν ὕλη)”,犹如在天体中那样。

  2. 1.7ὅτι μὲν οὖν ταῦθ’ οὕτως ἔχει, δῆλον· λείπει γὰρ τὸ δῆλον.

    针对亚里士多德原文(约642a13)开头的 ὅτι μὲν οὖν δύο τρόποι εἰσὶ τῆς αἰτίας ... 的句法注释。米海尔将整个 ὅτι 从句视为作主语的名词性从句,并判定原本应充当谓语的形容词 δῆλον 在句法上被省略了(λείπει)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:8.1-8.29