← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§57.22-58.31

心室血液的纯净度与心脏结构特征

米海尔基于亚里士多德《论动物部分》667a4,解释了心脏中间腔室中血液的纯净性、心脏缝线(关节化)与感觉敏锐度的关系、拥有大心脏或大血管的动物因寒冷而胆怯且不肥胖的原因,以及心脏与其相连血管无法承受严重病患的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7

Διὰ τί δὲ καθαρώτατον τὸ ἐν τῇ μέσῃ τῆς καρδίας κοιλίᾳ αἷμά ἐστι, σαφῶς ἐκτίθεται λέγων δεῖ γὰρ τὴν ἀρχήν, λέγων ἀρχὴν τὴν αἰσθητικὴν ψυχὴν καὶ ὅλως πᾶσαν ψυχὴν τὴν ἐν τῇ καρδίᾳ καθιδρυμένην, δεῖ οὖν, φησί, τὴν ἀρχὴν ἠρεμεῖν· ἠρεμήσειε δ’ ἂν καθαροῦ τοῦ αἵματος ὄντος καὶ μέσου τῷ τε πλήθει καὶ τῇ θερμότητι. εἰ γὰρ ὑπερβάλλῃ ἢ τῷ πλήθει ἢ τῇ θερμότητι, ταραχὴν παρέξει τῇ ἀρχῇ. λέγει δὲ τὴν καρδίαν ἔχειν διαίρεσιν καὶ οἱονεὶ ῥαφήν, οἷα τυγχάνει ὄντα τὰ χαράγματα τὰ ἐν τῷ μέρει τῆς χειρός, ὃ καλεῖται θέναρ. τοιαύτην δή τινα διαίρεσιν ἔχειν λέγει τὴν καρδίαν· οὐκ εἰσὶ δὲ συναφεῖς καὶ συνεχεῖς ὑπὸ τῶν τοιούτων διαιρέσεων αἱ καρδίαι ὥσπερ τὰ ἐκ διαφόρων τινῶν καὶ ἀνομοίων μερῶν συγκείμενα. τὰ γὰρ ἀνομοιομερῆ, ὥσπερ αἱ ἐπιφάνειαι φέρε εἰπεῖν, ὑπὸ τῶν γραμμῶν συνεχίζονται, καὶ ταῦτα ὑπὸ τῶν τοιούτων ῥαφῶν· αἱ δὲ καρδίαι ὁμοιομερεῖς οὖσαι ἑαυταῖς ἔχουσι τὰς ῥαφὰς οἱονεὶ διαρθρώσεις καὶ ῥαφάς, οἷαί εἰσι καὶ αἱ ἐν τοῖς δακτύλοις ᾗ κάμπτονται ῥαφαί· φανερῶς γὰρ φαίνονται, καὶ μάλιστα ἐν ταῖς περιφερείαις, καθ’ ἃς κάμπτονται οἱ τῶν χειρῶν δάκτυλοι, ῥαφαί τινες, ἃς ῥαφὰς καὶ ἄρθρα ὀνομάζει πολλάκις, διὰ τὸ ἐν τοῖς ἄρθροις εὑρίσκεσθαι περικειμένας. ἀλλ’ αἱ μὲν τῶν αἰσθητικῶν καρδίαι, φησίν, εἰσὶν ἀρθρωδέστεραι, τουτέστιν ἔχουσιν εἰς βάθος ἐνσεσημασμένας καὶ διὰ τοῦτο διαδηλοτέρας τὰς τοιαύτας ῥαφάς, τῶν δὲ νωθροτέρων ἀναρθρότεροι ἤγουν ἐπιπόλαιοι αἱ ῥαφαὶ τούτων εἰσί,1 καὶ οὐ διάδηλοι, ἀλλ’ ἀμαυραί. λέγει δὲ καὶ διὰ τί τὰ μεγάλας ἔχοντα τὰς καρδίας δειλά ἐστι, καί φησιν ὅτι ἐπεὶ ὁ φόβος γίνεται ψυχρανθέντος τοῦ αἵματος, ἐν δὲ τῇ μεγάλῃ καρδίᾳ μικρὸν ὂν τὸ αἷμα (λέγει μικρὸν τὸ ὀλίγον) ὀλίγον οὖν ἐν ταύτῃ ὂν τὸ αἷμα ψύχεται διὰ τὸ μὴ ἀνάλογον ἔχειν τῷ μεγέθει αὐτῆς τὸ θερμόν, δῆλον τὸ διὰ τί δειλά ἐστι τὰ μεγάλας ἔχοντα τὰς καρδίας. παραπλήσιον δὲ ταύτῃ2 εἰσὶ ψυχραὶ καὶ αἱ μεγάλαι κοιλίαι, ὁμοίως δὲ καὶ αἱ μεγάλαι φλέβες. ὡς γὰρ τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ πῦρ ἐν μὲν μεγάλῃ οἰκίᾳ τεθὲν ἧσσον θερμαίνει, ἐν δὲ βραχυτάτῃ μᾶλλον, οὕτως καὶ ἐν ταῖς μικραῖς καρδίαις ἢ φλεψὶ τὸ αὐτὸ θερμὸν μᾶλλον θερμαίνει, ἧττον δὲ ἐν ταῖς μεγάλαις. ἄλλως τε ἐπειδὴ αἱ ἀλλότριαι κινήσεις, οἷον ἀνέμων καὶ ἀέρος, καταψύχουσιν ἕκαστον τῶν θερμῶν (εἰ γάρ τι θερμὸν ὂν ἐν ἀνέμῳ ἢ ἀέρι ὑπ’ ἀνέμου κινουμένῳ τεθείη, ψυχρὸν γίνεται), ἐν δὲ ταῖς εὐρυχωροτέραις καρδίαις ἢ φλεψὶν ἢ κοιλίαις ἔνεστι πολὺ πνεῦμα, ἀνάγκη ὑπὸ τούτου ψύχεσθαι τὸ ἐν αὐταῖς αἷμα· καὶ διὰ τοῦτο οὐδὲ πίονά ἐστι τὰ μεγαλόφλεβα καὶ μεγαλοκοίλια, ὅτι ὀλίγον τὸ ἐν αὐταῖς θερμόν, τὸ δὲ πῖον πέψις ἐστὶν αἵματος διὰ θερμοῦ. λέγει δὲ καὶ τίνος ἕνεκα τὰ μὲν ἄλλα σπλάγχνα ὑπομένει χαλεπὰ πάθη, ἡ καρδία δὲ οὐδαμῶς, ἀλλ’ ἄν τι τοιοῦτον περὶ αὐτὴν συμβῇ, εὐθὺς φθείρεται τὸ ζῷον. οἱ δοθιῆνες δὲ εἶδός ἐστι φυμάτων. περὶ δὲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ ἐν τῷ ἥπατι περὶ τὸ μέρος ἐκεῖνο, καθ’ ὃ συνάπτει ἐν αὐτῷ ἡ μεγάλη φλέψ, λέγει μηδ’ ὅλως γίνεσθαι ὑπομονὴν καὶ καρτερίαν χαλεποῦ πάθους. διὰ τί; ὅτι κατὰ ταῦτα τὰ μέρη κοινωνοῦσι τῇ καρδίᾳ, ὥστε τὸ γεγονὸς ἐν τούτοις πάθος εὐθὺς ὑπὸ τούτων διαδιδόμενον εἰς τὴν καρδίαν φθείρει τὸ ζῷον. καὶ διά τινα δὲ πάθη εἰ ἀποθάνοι ζῷον καὶ ἀνατμηθῇ, ὁρᾶταί τι πάθος περὶ τὴν καρδίαν αὐτοῦ· εἰ μὴ γὰρ εἰς αὐτὴν φθάσει τὸ πάθος, οὐκ ἀποθνήσκει τὸ ζῷον.

至于为什么心脏中间腔室中的血液最为纯净,他清楚地阐明道,说“因为始基必须[……]”,以“始基”指感觉灵魂以及总体而言安居于心脏中的一切灵魂;因此他说,“始基必须保持静止”。如果血液纯净且在数量与热度上均处于中间,〔始基〕就会保持静止;因为如果它在数量上或热度上过度,就会给始基带来骚乱。 他还说心脏具有一种划分,犹如缝线,正如手被称为手掌的部分中的纹路一样。他说心脏具有这样某种划分;然而心脏并不是由这种划分连接并连续的,犹如那些由相异且不同类的部分所组成的事物一样。因为由不同类部分组成的事物,比方说就像表面由线所使其连续一样,这些事物也由这种缝线所[使其连续];但心脏自身作为同类部分,拥有这些缝线如同关节和缝线一样,正如手指弯曲处的缝线那样;因为明显可见的,特别是在双手的手指弯曲的外弯处,有某些缝线,他因其围绕关节被发现而经常将这些缝线也称为关节。他说,“然而感觉敏锐者的心脏更加关节化”,也就是说,它们拥有深深刻入因而更为显明的这种缝线,而较迟钝者的缝线则较欠缺关节化,即较为表浅,且不显明,而是暗淡的。 他还说明了为什么拥有大心脏的动物是胆怯的,并且说:既然恐惧是在血液冷却时产生的,而在大心脏中血液是小的(他以“小”指“少”),因此在其中血液既然稀少,便因没有与其〔心脏〕体积相称的热而冷却,那么拥有大心脏的动物为什么胆怯就是显而易见的了。与此相似,大腹腔也是寒冷的,大静脉同样如此。因为正如同一且数目为一个的火置于大屋中时发热较少,而在极小屋中发热较多,同样在小心脏或小静脉中相同的热发热较多,而在大者中发热较少。尤其是,既然外在的运动(如风和空气的运动)会使每一种热物冷却(因为如果有某种热物置于风中或被风吹动的空气中,它就会变冷),而在较宽敞的心脏、静脉或腹腔中存在许多气息,其中的血液必然被其冷却;正因如此,大静脉和大腹腔的动物也不会肥胖,因为它们之中的热是稀少的,而脂肪乃是通过热对血液的消化[成熟]。 他还说明了为什么其他内脏能承受严重的病患,而心脏则绝不能,只要其周围发生某种此类情况,动物便立刻死亡。疖乃是一种痈肿。而在气管周围以及肝脏中大静脉与之相连的那个部分周围,他说对严重病患的忍受与支撑完全不会发生。为什么呢?因为在这些部分它们与心脏相通,以致在它们之中产生的病患立刻经由它们传导至心脏,从而毁灭该动物。而且如果动物因某些病患而死亡并被解剖,在它的心脏周围便能看到某种病患;因为如果病患不传至心脏,动物就不会死亡。

语法注2 条
  1. 3.7τῶν δὲ νωθροτέρων ἀναρθρότεροι ἤγουν ἐπιπόλαιοι αἱ ῥαφαὶ τούτων εἰσί

    句首的属格 τῶν δὲ νωθροτέρων 是作为先置主题的悬空属格,由后随的 τούτων 重新接引。此外,比较级形容词 ἀναρθρότεροι 作为复合形容词,修饰阴性主语 αἱ ῥαφαί 时采用了两性通用的阳性形式词尾。

  2. 3.7παραπλήσιον δὲ ταύτῃ

    παραπλήσιον 是充当副词的中性单数宾格,支配与格补足语 ταύτῃ(指前文的“大心脏”或该状况),意为“与此相似地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:57.22-58.31