- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:56.20-57.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德关于鱼类中心脏前方位置的论述以及心脏作为筋的始基的原因,并解释了依动物体型大小而定之心脏腔室数目(一腔、两腔或三腔)的目的因。
ἐν δὲ τοῖς ἀνθρώποις γέγονε τὰ πρανῆ * * διὰ τὴν αὐτὴν αἰτίαν, ἔχει δὲ τὸ στῆθος τὸ θερμὸν διὰ τὴν ἀπὸ τῶν χειρῶν φυλακήν. ἐπεὶ δὲ τὸ ὀξὺ τῆς καρδίας ἐν μὲν τοῖς ἄλλοις ζῴοις πρὸς τῷ στήθει κεῖται (τοῦτο γάρ ἐστι τὸ ἔμπροσθεν, ὥσπερ ἡ κεφαλὴ τὸ ἄνω) ἐν δὲ τοῖς ἰχθύσιν οὐχ οὕτω κεῖται, ἀλλὰ πρὸς τῇ κεφαλῇ, ἐπήγαγε τὸ ὅτι δὲ καὶ ἐν τοῖς ἰχθύσιν ἡ καρδία ὁμοίως κεῖται, τουτέστιν ἔμπροσθεν, κἂν πρὸς τῇ κεφαλῇ κειμένη οὐ φαίνεται εἰς τὸ ἔμπροσθεν κεῖσθαι, ἀλλ’ εἰς τὸ ἄνω, δῆλον·1 ἐν γὰρ τοῖς ἰχθύσι τὸ ἔμπροσθεν ἡ κεφαλή ἐστι. πῶς δὲ ἐν τοῖς ἰχθύσιν ἡ κεφαλή ἐστι τὸ ἔμπροσθεν, κατασκευάζων ἐπήγαγεν ἐπὶ ταύτην γὰρ ἡ κίνησις· ἐφ’ ὃ δὲ ἡ κίνησις, τοῦτό ἐστι τὸ ἔμπροσθεν. ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινήσεις πᾶσαι2 περαίνονται. πῶς δὲ ἀπὸ ταύτης περαίνονται, ἐπήγαγε τὸ διὰ τοῦ ἕλκειν καὶ ἀνιέναι· ἕλκουσα γὰρ ἡ καρδία διὰ τῶν ἐξ αὐτῆς νεύρων τὰ τῆς πορείας ὄργανα καὶ πάλιν ἀνιεῖσα, κινεῖ τὸ ζῷον. ἐπεὶ οὖν διὰ τῶν νεύρων κινεῖ τὸ ζῷον, δεῖ αὐτῇ τῆς ἀπὸ τῶν νεύρων ὑπηρεσίας καὶ ἰσχύος.3 διὰ ταύτην ἄρα τὴν αἰτίαν ἐστὶ καὶ τῶν νεύρων ἀρχὴ ἡ καρδία. λέγει δὲ καὶ διὰ τί αἱ τῶν μεγάλων ζῴων καρδίαι ἀνὰ τρεῖς ἔχουσι κοιλίας, ἄλλαι δὲ ἀνὰ δύο, πρὸς δὲ τούτοις καὶ διὰ τί οὐδεμία καρδία ἀκοίλιός ἐστιν, ἀλλὰ τοὐλάχιστον τέως μίαν ἔχει· τὸ γὰρ μίαν δὲ πᾶσαι, ἴσον ἐστὶ τῷ ‘οὐκ ἔστι δέ τις καρδία, ἵνα τέως μίαν μὴ ἔχῃ· τρεῖς μὲν γὰρ μὴ ἔχειν μηδὲ δύο εὕρηνται πολλαί, μηδεμίαν δὲ οὐδεμία ὦπται’. καὶ ἡ αἰτία τοῦ τίνος χάριν ἔχει μίαν εἴρηται· ἀνάγκη γὰρ ἀρχὴν οὖσαν τοῦ αἵματος τὴν καρδίαν ἔχειν ἀγγεῖον τὸ ὑποδεξόμενον τὸ αἷμα· ἐπεὶ δὲ αἱ ἀρχηγοὶ καὶ πρῶται καὶ ῥίζαι τῶν ἄλλων φλεβῶν δύο εἰσίν, ἥ τε μεγάλη καὶ ἡ καλουμένη ἀορτή, βέλτιον καὶ τὰς ἀρχὰς αὐτῶν κεχωρίσθαι, ἀρχαὶ δὲ τῶν τοιούτων δύο φλεβῶν τὸ ἐν τῇ καρδίᾳ αἷμα. βέλτιον οὖν τὸ καὶ τὸ ἐν τῇ καρδίᾳ αἷμα κεχωρισμένον εἶναι καὶ διάφορον τὸ ἐξ οὗ γέγονεν ἡ μεγάλη πρὸς τὸ ἀφ’ οὗ ἡ ἀορτή· διάφορον δὲ οὐκ ἂν ἦν, εἰ μὴ δύο ἦσαν αἱ ἐν τῇ καρδίᾳ κοιλίαι, καὶ ἐν θατέρᾳ μὲν ἦν τὸ ἀφ’ οὗ ἡ μεγάλη φλὲψ γέγονεν αἷμα, ἐν δὲ τῇ λοιπῇ τὸ ἀφ’ οὗ ἡ ἀορτή. δι’ ἣν μὲν οὖν αἰτίαν ἀνάγκη πρὸς τῇ μιᾷ καὶ ἄλλην εἶναι κοιλίαν ἐν τῇ καρδίᾳ εἴρηται· δι’ ἣν δὲ καὶ τρίτη προσευρίσκεται, ἐπάγει λέγων ‘ἀνάγκη καὶ τρίτην εἶναι ἐν τοῖς μεγάλοις, ὅπως ᾖ ἀρχὴ τῶν λοιπῶν δύο· δύο γὰρ οὐσῶν τῶν κοιλιῶν τίνος ἂν ἕνεκα ἡ ἐν τῷ δεξιῷ μέρει φέρε εἰπεῖν ἀρχὴ ἦν τῆς ἐν τῷ ἀριστερῷ, καὶ οὐχ αὕτη ἐκείνης; διὰ τοῦτο καὶ μέσου τινὸς ἐδέησεν, ἵν’ ᾖ τὸ περισσὸν καὶ τρίτον ἀρχὴ τῶν λοιπῶν δύο’. τὸ δὲ ὥστε μεγέθους δεῖ μείζονος αὐταῖς ἀεὶ ἴσον ἐστὶ τῷ ‘ὥστε ταῖς μελλούσαις ἔχειν καρδίαις τρεῖς κοιλίας ἀνάγκη μέγεθος ἔχειν· εἰ γὰρ μὴ ὦσι μεγάλαι, πῶς ἂν χωρήσωσι τὰς τρεῖς κοιλίας; σαφῆ δὲ τὰ ἑξῆς.
而在人类中,背侧出于同样的原因而成为[……],而胸部则因双手的保护而保持温热。既然在其他动物中心脏的尖端位于胸部附近(因为这就是前方,正如头部是上方一样),但在鱼类中并非如此放置,而是位于头部附近,因此他补充道:“显然,在鱼类中,心脏同样也是这样放置的,即位于前方,即使它位于头部附近因而看起来不是向着前方放置,而是向着上方放置;因为在鱼类中头部就是前方”。为了证明在鱼类中头部如何是前方,他补充道:“因为运动是朝向它的;而运动朝向之处,这就是前方”。 心脏合理地拥有大量的筋;因为所有的运动都是从它出发而得以完成的。至于如何从它出发而得以完成,他补充了“通过牵拉与放松”;因为心脏通过由自身延伸出的筋牵拉运动器官并再次将其放松,从而推动动物。既然它通过筋来推动动物,它就需要来自筋的服务与力量。正因为这个原因,心脏也是筋的始基。 他还说明了为什么大型动物的心脏各有三个腔室,而其他动物的心脏各有两室,此外还说明了为什么没有任何心脏是没有腔室的,而是至少暂且拥有一室。因为“但所有心脏都拥有一室”等同于“没有任何心脏连一室也不拥有;因为人们发现许多心脏没有三室也没有两室,但从未见过没有任何腔室的心脏”。它为了什么目的而拥有一室的原因也已被说明;因为心脏作为血液的始基,必然拥有容纳血液的容器。既然其他静脉的首领、最初者和根基有两条,即大静脉和所谓的主动脉,那么它们的始基分立也是更好的,而这两条静脉的始基就是心脏中的血液。因此,心脏中的血液分立开来、且大静脉由之而生的血液与主动脉由之而生的血液有所不同,也是更好的;而如果心脏中不是有两个腔室,且大静脉由之而生的血液在其中一个腔室中,主动脉由之而生的血液在剩余的一个腔室中,它们就不会有所不同。因此,心脏中在这一腔室之外必然还有另一腔室的原因已经说明。 至于为什么还会额外发现第三个腔室,他接着说道:“在大型动物中必然也有第三个,以便成为其余两个的始基;因为既然有两个腔室,比方说,凭什么右部的腔室是左部的始基,而不是后者成为前者的始基呢?正因如此,也需要某个中间之物,以便这额外多出的第三者成为其余两个的始基”。“因此它们总是需要更大的体积”等同于“因此将要拥有三个腔室的心脏必然要拥有体积;因为如果它们不大,怎能容纳三个腔室呢?”随后的内容是清楚的。
- 3.6ἐπήγαγε τὸ ὅτι δὲ καὶ ἐν τοῖς ἰχθύσιν ἡ καρδία ὁμοίως κεῖται, τουτέστιν ἔμπροσθεν, κἂν πρὸς τῇ κεφαλῇ κειμένη οὐ φαίνεται εἰς τὸ ἔμπροσθεν κεῖσθαι, ἀλλ’ εἰς τὸ ἄνω, δῆλον
句法骨架为 ἐπήγαγε τὸ 'ὅτι δὲ ... δῆλον',被引用的命题(由 ὅτι 引导并以谓词 δῆλον 结句)作为带冠词的宾格短语充当动词 ἐπήγαγε 的直接宾语。句中的 κἂν ... οὐ φαίνεται 是插入的让步从句。
- 3.6τὸ μίαν δὲ πᾶσαι
此引语出自亚里士多德文本(666b21)极其省略的表述(承前省略了 ἔχουσι κοιλίαν)。中性冠词 τό 将这一句简短引语名词化充当语法主语,并通过谓词 ἴσον ἐστί 解释其补充省略后的完整逻辑含义。
- 3.6δεῖ αὐτῇ τῆς ἀπὸ τῶν νεύρων ὑπηρεσίας καὶ ἰσχύος
非人称动词 δεῖ 支配表示需求者的与格(αὐτῇ,指心脏)和表示所需事物的属格(τῆς ... ὑπηρεσίας καὶ ἰσχύος),符合古典希腊语常见的 δεῖ τινί τινος 结构。
