← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§55.13-56.20

内脏的血液特质与心脏的位置缘由

米海尔注解了亚里士多德《动物之构造》第三卷第四章(665b2起),阐释了内脏的大小与含血特征、“必然身体”的定义,以及心脏位于身体中央与前方的目的论和解剖学原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6#1

Ἃ δὲ λέγει περὶ τῶν σπλάγχνων σαφῆ. τὸ δὲ ὥσπερ τῶν ἐκτὸς μορίων οὐ πᾶσι τῶν αὐτῶν χρῆσις ἴσον ἐστὶ τῷ ‘οὐ πᾶσι τοῖς ἐκτὸς μορίοις πρὸς τὰ αὐτὰ χρώμεθα’. οὐ γὰρ οἷς χρώμεθα μορίοις πρὸς βάδισιν, τούτοις καὶ πρὸς τὸ τὴν τροφὴν λεαίνειν, ἀλλ’ ἑτέροις. τὸ δὲ αἱματωδέστερα γὰρ καὶ μέγιστα κατὰ λόγον, μέγιστα μὲν εἶπε, διότι αἱματικά εἰσι, πάμπολυ δὲ ἐν τοῖς νεογνοῖς τὸ αἷμα. τούτου γάρ ἐστι δηλωτικὸν τὸ διὰ τὸ εἶναι τὸ εἶδος τῆς ὕλης καὶ τὸ πλῆθος ἐμφανέστατον, εἶδος καὶ πλῆθος ἐκ παραλλήλου θείς, ἐμφανέστατον δὲ ἀντὶ τοῦ πολύ· πολὺ γὰρ ἐν αὐτοῖς τὸ αἷμα, ὅπερ ἐστὶν ὕλη τῶν σπλάγχνων. τὸ δὲ κατὰ λόγον πρόσκειται, ὅτι ὑπερβαίνει τὴν ἀναλογίαν τοῦ ὅλου σώματος. ἀναγκαῖον δὲ λέγει σῶμα τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι τοῦ ἀφ’ οὗ ἐξέρχεται τὰ περιττώματα.1 κεῖται οὖν ἡ καρδία ἐν τῷ μέσῳ τοῦ ἀναγκαίου σώματος· ὥσπερ δὲ ἀρχὴ τοῦ ἀναγκαίου σώματος ἡ κεφαλή, οὕτω πέρας ᾗ τὰ περιττώματα ἐκκρίνεται. ἀναγκαῖον δὲ καλεῖ τὸ τοιοῦτον σῶμα διὰ τὸ μὴ δύνασθαι χωρὶς τούτου εἶναι τὸ ζῷον· χωρὶς μὲν γὰρ χειρῶν ἢ ποδῶν ἢ ὤτων ἢ ῥινῶν εἶναι δύναται, ἄνευ δ’ ἐκείνου ἀδύνατον. τὸ δὲ δῆλον δ’ ὡς οὐδὲ προστιθέμενα φθείρει εἴρηκε διὰ τὸ γίνεσθαί τινας ἀνθρώπους ἑξαδακτύλους, ὅμως μὴ φθείρεσθαι τὸν ἄνθρωπον ὑπὸ τῆς τοιαύτης προσθέσεως. δύσριγον δὲ εἶπε τὸν ἐγκέφαλον ἀντὶ τοῦ ταχέως ῥιγοῦντα. καὶ ἐπεὶ ψυχρὸς ὁ ἐγκέφαλος, αἱ δὲ φλέβες θερμαί, ἐπεὶ καὶ τὸ ἐν αὐταῖς αἷμα, οὐκ ἂν εἶεν αἱ φλέβες ἐκ τοῦ ἐγκεφάλου· ψυχραὶ γὰρ ἂν ἦσαν καὶ αὗται. τῷ δὲ αὕτη γάρ ἐστιν ἀρχὴ καὶ πηγὴ αἵματος προστέθεικε τὸ ἢ ὑποδοχὴ πρώτη, ὥσπερ εἰ ἔλεγεν ‘εἰ δέ τις ἀρχὴν αἵματος μὴ λέγοι τὴν καρδίαν, ἀλλὰ τὴν ἐν αὐτῇ ψυχήν, λεγέτω τὴν καρδίαν πρώτην ὑποδοχὴν τοῦ αἵματος’. τὸ δὲ καὶ ἐπὶ πᾶν ἐφικτὸν ὁμοίως ἢ παραπλησίως.2 δυνάμει τοιοῦτόν ἐστι ‘τὸ κείμενον μέσον μᾶλλον δύναται μεταδιδόναι ὁμοίως δυνάμεώς τινος τοῖς κύκλῳ αὐτοῦ· ἡ δὲ καρδία μέση κεῖται· αὕτη ἄρα δυνήσεται ὁμοίως καὶ τοῖς πρὸς τῇ κεφαλῇ καὶ τοῖς πρὸς τοῖς ποσὶ μέρεσι χορηγεῖν ζωτικήν τινα δύναμιν, ἤπερ ὁ ἐγκέφαλος ἄνω κείμενος’. τὸ δὲ ἢ παραπλησίως εἴρηται ἀντὶ τοῦ ἧττον ὁμοίως· ἢ γὰρ ὁμοίως πᾶσι χορηγεῖ ἢ ὀλίγον τι νεύει πρὸς τὸ ἀνομοίως χορηγεῖν. τὸ δὲ αἷμα ἔχει ἡ καρδία ὥσπερ τὸ ἀγγεῖον τὸν οἶνον. τὸν δὲ σπλῆνα εἶπεν ἀντίζυγον ἀντὶ τοῦ ὁμόζυγον· ὡς γὰρ ὁ δεξιὸς ὀφθαλμὸς ὁμόζυγον ἔχει τὸν ἀριστερόν, οὕτως καὶ τὸ ἧπαρ τὸν σπλῆνα. λέγει δὲ τὴν καρδίαν κεῖσθαι ἐν τοῖς ἔμπροσθεν τοῦ σώματος, ὅπως μὴ καταψύχηται, καὶ τὴν αἰτίαν ἐπήγαγε διὰ τοῦ πᾶσι γὰρ ἀσαρκότερον τὸ στῆθος, τὰ δὲ πρανῆ σαρκωδέστερα· ἐπεὶ γὰρ τὰ ἄλογα κυπτάζει καὶ διὰ τοῦτο δέχεται ἐν τοῖς πρανέσι τούς τε ὄμβρους τά τε ψύχη, ἐν δὲ τοῖς ὑπτίοις διὰ τὴν κάμψιν οὐδαμῶς, ὥστε καὶ θερμότερα, διὰ τοῦτο κἂν ἀσαρκωδέστερα τυγχάνῃ, τέθεικεν ἡ φύσις τὴν καρδίαν πρὸς τῷ στήθει.3 εἰ γὰρ ἔκειτο πρὸς τοῖς πρανέσιν, ἐπειδήπερ, ὡς εἴρηται, ἐν τούτοις δέχεται τοὺς ὄμβρους καὶ τὰ ψύχη, ἐψύχετο ἄν. διὰ τοῦτο καὶ σαρκωδέστερα γέγονε ταῦτα, ἵνα μὴ ταχέως διέρχηται διὰ τούτων εἰς τὴν καρδίαν τὸ ψῦχος.

他关于内脏所说的话是清楚的。“正如对于外部各部分而言,并非所有部分都有相同的用途”这句话,等同于“我们并非把所有的外部部分都用于相同的目的”。因为我们用于行走的那些部分,并不把它们也用于研磨食物,而是用另一些部分。“因为它们含血更多,且按比例而言是最大的”,他说“最大的”,是因为它们富含血液,而在新生儿中血液极多。因为“由于质料的形式及其数量最为显著”这句话正表明了这一点,[亚里士多德]是将形式与数量并列提出,用“最为显著”代替“极多”;因为在它们之中血液极多,而这正是内脏的质料。加上“按比例”是因为它超过了整个身体的比例。 他所谓“必然的身体”,是指从头部直到排泄物排出之处的身体。因此,心脏位于必然的身体的中央;正如头部是必然身体的始基一样,排泄物排出的地方就是终点。他之所以把这样的身体称为“必然的”,是因为动物没有它就无法存在;因为动物没有手、脚、耳朵或鼻孔可以存在,但没有那个部分则是不可能的。他说“显然即便添加上去也不会毁灭”,是因为有些人出生时有六根手指,然而人并没有因这种添加而毁灭。 他说大脑“不耐寒”代替“容易受冻”。而且既然大脑是冷的,而静脉是热的(因为静脉中的血也是热的),静脉就不可能来自大脑;否则它们也会是冷的。在“因为这就是血液的始基和源泉”之后,他又加上了“或者是最先的容纳之所”,这就像是在说“如果有人不称心脏为血液的始基,而是称其中的灵魂为始基,那么就让他称心脏为血液的最先容纳之所”。 “并且同样地或相近地达到全部”在效力上相当于:“处于中央之物更能将某种能力均等地分予其周围的事物;而心脏处于中央;因此它将比处于上方的大脑更能均等地向靠近头部和靠近脚部的部分供给某种生命能力”。说“或相近地”是用来代替“不那么均等地”;因为它要么均等地供给所有部分,要么略微倾向于不均等地供给。心脏容纳血液,正如容器容纳葡萄酒一样。 他说脾脏是“对轭之物”代替“同轭之物”;因为正如右眼以左眼为同伴一样,肝脏也以脾脏为同伴。 他说心脏位于身体的前方,以免受冻,并通过“因为在所有动物中,胸部肉较少,而背部肉较多”引入了原因。因为无理性的动物身体前俯,并因此在背部承受雨水和寒冷,而在腹侧由于弯曲则完全不承受,因而腹侧也更温暖,正因如此,即使胸部肉较少,自然还是将心脏安置在胸部附近。因为如果它位于背侧,既然如前所述〔动物〕在这些地方承受雨水和寒冷,它就会受冻。也正因如此,这些部分才被造得肉更多,以便寒冷不至于迅速穿过它们进入心脏。

语法注3 条
  1. 3.6τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι τοῦ ἀφ’ οὗ ἐξέρχεται τὰ περιττώματα

    介词 μέχρι 所要求的属格冠词 τοῦ 将关系从句 ἀφ’ οὗ ἐξέρχεται τὰ περιττώματα(“排泄物从中排出的[地方]”)名词化,其先行词被省略并包含在内。

  2. 3.6καὶ ἐπὶ πᾶν ἐφικτὸν ὁμοίως ἢ παραπλησίως

    引自亚里士多德原文的语句,省略了系词或谓语动词(如 εἶναι)。正如注解者紧接着以 δυνάμει τοιοῦτόν ἐστι 所阐释的那样,它表达的是居中者能够将力量均等地送达整体。

  3. 3.6ἐπεὶ γὰρ τὰ ἄλογα κυπτάζει... διὰ τοῦτο κἂν ἀσαρκωδέστερα τυγχάνῃ, τέθεικεν ἡ φύσις τὴν καρδίαν πρὸς τῷ στήθει

    长句的主干是主节 διὰ τοῦτο... τέθεικεν ἡ φύσις τὴν καρδίαν πρὸς τῷ στήθει(“正因如此,自然将心脏安置在胸部附近”)。前面的 ἐπεὶ γὰρ τὰ ἄλογα κυπτάζει 直至 ὥστε καὶ θερμότερα 构成一系列原因从句,而 κἂν ἀσαρκωδέστερα τυγχάνῃ 则是插入的让步从句(“即使肉较少”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:55.13-56.20