- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:54.6-55.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解《动物部分论》664b14及以下,阐述了饮品首先进入胃而非膀胱的证明、会厌与喉部防止食物误入气管的收缩机制,以及支配气管与食道位置的前后、上下等尊贵方位的目的论原理。
Τὸ δὲ δῆλον δὲ ὅτι οὐκ εὐθέως εἰς τὴν κύστιν συλλέγεται τὸ ὑγρὸν λύσις ἐστὶν ἐνστάσεως ὑπὸ τῶν ἀντιδοξούντων λεγομένης. ἔφασκον γὰρ ὅτι μὴ γὰρ εἰς τὴν κοιλίαν ἀπέρχεται τὸ ποτόν, ἵν’ ὦσιν ἐκ τοῦ πνεύμονος πόροι πρὸς αὐτήν, ἀλλ’ εἰς τὴν κύστιν.1 πρὸς δὴ ταύτην τὴν ἔνστασιν ἐπῆκται τὸ ‘δῆλόν ἐστιν ὅτι οὐκ εὐθέως εἰς τὴν κύστιν συλλέγεται τὸ ὑγρόν, ἀλλ’ εἰς τὴν κοιλίαν πρότερον’. πίστις δὲ τούτου ὅτι μελαίνεται τὰ τῆς κοιλίας περιττώματα ὑπὸ τοῦ ἐρυθροῦ οἴνου· ὥστε, εἰ μὴ ἀπήρχετο ὁ οἶνος πρότερον εἰς τὴν κοιλίαν, οὐκ ἂν ἐμελαίνετο ὑπ’ αὐτοῦ τὰ περιττώματα. ἀλλὰ καὶ κοιλίας πολλάκις ὑπὸ βέλους τρωθείσης ὡράθη ἐξ αὐτῆς ἐξερχόμενον τὸ ποτόν. ἀλλὰ περὶ μὲν τούτων, φησί, εὔηθες ἀντιλέγειν. ἡ δὲ φύσις πεποίηκε τὴν ἐπιγλωττίδα, ἥτις περίκειται τὴν τραχεῖαν ἀρτηρίαν, ὅπως μὴ ἐᾷ εἰς αὐτὴν εἰσέρχεσθαι ὑγρὸν ἢ ξηρόν. ὅσα δὲ μὴ ἔχουσιν ἐπιγλωττίδα, τούτων συνάγεται καὶ συστέλλεται ὁ φάρυγξ εἰσιούσης τῆς τροφῆς καὶ οὐκ ἐᾷ εἰσέρχεσθαί τι τῆς τροφῆς εἰς αὐτήν. μεμηχάνηται δὲ θαυμαστῶς καὶ ἡ ταύτης καὶ ἡ τῆς ἐπιγλωττίδος κίνησις· τῆς γλώττης γὰρ κινουμένης ἡνίκα ἡ τροφὴ ὑπὸ τῶν ὀδόντων λεαίνεται, οὐδαμῶς αὕτη δήκεται ὑπὸ τούτων, εἰ μὴ σπανίως· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὥστε τῆς τροφῆς ἐν μὲν τῷ στόματι λεαινομένης, παρ’ αὐτὴν δὲ διιούσης καὶ τὰ ἑξῆς. τὸ δὲ ἀλλ’ αὐτῆς τῆς ἀρτηρίας τῶν ἐσχάτων θᾶσσον ἂν ἐγίνετο ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος2 τοιοῦτόν ἐστιν ‘ἀλλ’ ἀπὸ τῶν ἐσχάτων μορίων τῆς τραχείας ἀρτηρίας θᾶσσον γίνεται ἡ συναγωγὴ τῆς ἐπιγλωττίδος, ἤ τις ἂν ἐγίνετο ἐκ τῆς οἰκείας σαρκός’. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘θᾶσσον συνάγεται καὶ συστέλλεται τὰ ἔσχατα μέρη τῆς τραχείας ἀρτηρίας’, ἔσχατα λέγων τὰ ἐγγὺς τοῦ στόματος· ‘εἰ δὲ εἶχεν ἀπὸ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδα, ἐπειδὴ ξηρά ἐστιν ἡ σάρξ, βραδέως ἂν συνήγετο’. κεῖται δ’ ἔμπροσθεν ὁ φάρυγξ τοῦ οἰσοφάγου ἐξ ἀνάγκης· ἐπεὶ γὰρ ἡ καρδία ἔμπροσθεν κεῖται δι’ ἃς αὐτὸς σαφῶς λέγει αἰτίας, ὁ δὲ πνεύμων περὶ τὴν καρδίαν, ἵνα καταψύχῃ αὐτήν, ἡ δὲ ἀρτηρία, ἣν φάρυγγα εἶπε, κομίζει περὶ τὸν πνεύμονα τὸ πνεῦμα, ἀνάγκη τὴν ἀρτηρίαν ἔμπροσθεν κεῖσθαι τοῦ οἰσοφάγου. τὸ μὲν οὖν λεγόμενον τοιοῦτον· τὸ δὲ αὐτῷ γὰρ τῷ λόγῳ τούτῳ διώρισται τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἴσον ἐστὶ τῷ ‘οὕτω γὰρ ὁριζόμεθα τὸ ἔμπροσθεν· ἔμπροσθέν ἐστιν ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως καὶ τῆς αἰσθήσεως’. τὸ δὲ τὰ μὲν γὰρ πρὸς τὸν πνεύμονα τείνει,3 τὰ μὲν εἶπε φάρυγγα καὶ τὴν ἀρτηρίαν· ὁ δὲ πνεύμων εἰς τὴν κοιλίαν. σημειωτέον δὲ ὅτι πρότερον μὲν φάρυγγα καὶ ἀρτηρίαν τὸ αὐτὸ ἔλεγε, νῦν δὲ φάρυγγα λέγει τὴν ἀρχὴν τῆς ἀρτηρίας τὴν εὐθὺ μετὰ τὸ στόμα, ἀρτηρίαν δὲ τὸ λοιπὸν ἅπαν· καὶ διὰ τοῦτο ἀντὶ τοῦ εἰπεῖν ‘ὁ μὲν γὰρ’ ἢ ‘ἡ μὲν γὰρ’ ἑνικῶς, εἶπεν ὅτι τὰ μὲν γάρ. ὅλως δέ, φησίν, ἀεὶ τὸ βέλτιον καὶ τιμιώτερον ἐν τῷ βελτίονι τίθησιν ἡ φύσις τόπῳ, κἂν μὲν εἴη τὸ βέλτιον ἄνω, ἐν τῷ ἄνω, εἰ δὲ τὸ ἔμπροσθεν, ἐν τῷ ἔμπροσθεν, εἰ δὲ τὸ δεξιόν, ἐν τούτῳ· ταῦτα γὰρ ἐδήλωσε διὰ τοῦ τοῦ μὲν ἄνω καὶ κάτω ἐν τοῖς μᾶλλον ἐστιν ἄνω καὶ ἑξῆς. ἐλλιπῶς δὲ καὶ ἀσαφῶς ἀπήγγελται τὸ τοῖς μάλιστά ἐστιν ἄνω· εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον ‘ἐν τοῖς ἔχουσι τὸ ἄνω μᾶλλον, ἤτοι τιμιώτερον, ἐν ἐκείνοις τὸ τιμιώτερον ἄνω κεῖται’.
“显而易见,液体并非立刻汇集到膀胱中”这一句,是对持相反意见者所提出的异议的消解。因为他们声称,饮品并不走向胃(即使有管道从肺通向胃),而是走向膀胱。正是针对这一异议,才引出了“显而易见,液体并非立刻汇集到膀胱中,而是先进入胃”这句话。其证据在于,胃中的排泄物会被红葡萄酒染黑;因此,如果葡萄酒没有先进入胃,排泄物就不会被它染黑。而且,多次在胃被箭射伤时,人们也观察到饮品从其中流出。但是他说,就这些事情进行争辩是愚蠢的。 另一方面,自然制造了会厌,它围绕着气管,以便不让液体或干燥之物进入其中。至于那些没有会厌的动物,当食物进入时,其喉部闭合且收缩,不让任何食物进入其中。而无论是它的运动还是会厌的运动,其构造都令人叹为观止;因为当食物被牙齿研磨、舌头活动之时,除了极少数情况,舌头绝不会被牙齿咬到;因为“因此,当食物一方面在嘴里被研磨,另一方面沿其旁边经过等等”这句文句正是表明了这一点。 “但是气管本身末端的收缩,要快于由其自身肌肉构成的会厌的收缩”这句话的意思是:“然而,比起任何由其自身肌肉所产生的收缩,来自气管末端部分的会厌闭合发生得更为迅速”。这等同于说“气管的末端部分更快地聚拢并收缩” ——所说的末端是指靠近嘴的部分——“但如果它拥有由其自身肌肉构成的会厌,因为肌肉是干燥的,收缩就会很慢”。 喉部出于必然性而位于食道之前;因为既然心脏出于他自己明晰陈述的原因而位于前方,肺围绕在心脏周围以便冷却它,而他称为喉部的气管将气息输送至肺周围,那么气管就必然位于食道之前。因此所说的话就是这个意思。 “因为正是根据这个道理,前方与后方才被规定”等同于“因为我们是这样规定前方的:运动与感觉的始基所在之处就是前方”。 至于“因为一部分伸向肺”,他以中性复数的“一部分”指喉部与气管;而肺则伸向胃。应当指出的是,早先他将喉部与气管称为同一事物,而现在他将紧接在嘴后面的气管始端称为喉部,将其余整个部分称为气管;正因如此,他没有用单数的阳性或阴性说“它”,而是用中性复数说了“它们”。 总的来说,他说,自然总是将更好的、更尊贵的东西安置在更好的位置;如果更好的位置是上方,就安置在上方;如果是前方,就安置在前方;如果是右侧,就安置在右侧;因为他通过“在上下之中,在那些较处于上方的事物中是处于上方等等”指明了这些。而“在那些最处于上方的事物中”这句话的表述是有残缺且不清楚的;其完整的表达应当是这样的:“在那些更拥有上方、即更尊贵的事物中,在那些事物里更尊贵的部分位于上方”。
- 3.5μὴ γὰρ εἰς τὴν κοιλίαν ἀπέρχεται τὸ ποτόν, ἵν’ ὦσιν ἐκ τοῦ πνεύμονος πόροι πρὸς αὐτήν, ἀλλ’ εἰς τὴν κύστιν
间接引语中的 μὴ γὰρ ... ἀλλʼ ... 引出反对者的质疑(“难道饮品不是走向膀胱而非走向胃吗?”)。其中的目的从句 ἵνʼ ὦσιν 表达了反对者假设性让步的内容(“哪怕从肺有管道通向胃”)。
- 3.5ἀλλ’ αὐτῆς τῆς ἀρτηρίας τῶν ἐσχάτων θᾶσσον ἂν ἐγίνετο ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος
引用亚里士多德原文中的比较句结构。属格短语 τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος 作为比较属格由比较级副词 θᾶσσον 所管辖(“比由其自身肌肉构成的会厌[的收缩]更快”),注疏者通过补充连词 ἤ(ἤ τις ἂν ἐγίνετο...)对其进行了解释性转述。
- 3.5τὰ μὲν γὰρ πρὸς τὸν πνεύμονα τείνει
关于中性复数主语 τὰ μέν,注疏者解释道,之所以使用复数中性形式而非单数阳性或阴性(ὁ μέν / ἡ μέν),是因为亚里士多德统指了“喉部”与“气管”这两个解剖部位。
