- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:52.26-54.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔·以弗所注疏亚里士多德《论动物身体部件》662b23–664a23,讨论了自然赐予动物角或作为替代的敏捷之原因、蹄的形态与角数量的对应关系、鹿蜕角的成因,以及食道与气管在食物摄入中的配置与必然性。
Σαφῆ δὲ ἃ περὶ κεράτων λέγει· κατὰ δὲ τὴν λέξιν τὴν ὅσοις δὲ μή, δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος λείπει τὸ ‘κέρατα δέδωκεν’, ἵν’ ᾖ τὸ πλῆρες τοιοῦτον ‘ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις κέρατα, δέδωκεν αὐτοῖς ἄλλην ἀλκὴν πρὸς σωτηρίαν’. καὶ τίς ἡ τοιαύτη ἀλκή, ἐπάγει λέγων ‘οἷον τοῖς μὲν ἵπποις βεβοήθηκε, τουτέστιν εἰς βοήθειαν δέδωκε ταχυτῆτα σώματος, ταῖς δὲ καμήλοις μέγεθος. ἡ γὰρ ὑπερβολὴ τοῦ μεγέθους ἱκανὴ ὑπάρχει βοηθεῖν αὐταῖς’. ταῦτα μὲν οὕτω βεβοήθηκεν, ἄλλα δέ, ὥσπερ εἴρηται, πεποίηκε χαυλιόδοντα. ἐπεὶ δέ τινα, ὥσπερ οἱ ἔλαφοι, κέρατα μὲν ἔχουσιν, οὐδὲν δὲ πρὸς βοήθειαν αὐτοῖς συντελεῖ, διά τε τὸ μέγιστα εἶναι καὶ πολυσχιδῆ (κατεσχισμένα γὰρ τὰ τῶν ἐλάφων κέρατα καὶ πολλαῖς παραφυάσι καταπεπύκνωται, ὥσπερ καὶ τὰ δένδρα τοῖς κλάδοις), δέδωκεν αὐτοῖς ταχυτῆτα. οἱ δὲ βόνασοι, φησίν, ἐπειδὰν διώκωνται, ἀπορρίπτουσιν ἐκ τοῦ ἐν τῇ κοιλίᾳ αὐτῶν ἐνόντος περιττώματος· τοῦτο δὲ λίαν δυσωδέστατον ὂν ἀποπνίγει ἢ φεύγειν παρασκευάζει τὸ διῶκον· ὥστε διὰ τῆς τοιαύτης τοῦ περιττώματος προσθήκης ἐφεῦρεν ἡ φύσις σωτηρίαν τοῖς ζῴοις. ἐπεὶ δέ εἰσι μονόκερα καὶ διχηλὰ καὶ μώνυχα, εὐλογώτερόν ἐστι, φησί, τὸ τὰ μώνυχα μονόκερα εἶναι ἤπερ τὰ διχηλά· τῷ μωνύχῳ γὰρ διὰ τὸ ἓν ἁρμόζει καὶ τὸ μονόκερων, τῷ δὲ διχήλῳ διὰ τὴν δυάδα τὸ δίκερων. ἔτι ἐπεὶ ἡ σχίσις κατ’ ἔλλειψιν ὕλης ἐστί· μὴ γὰρ εὐποροῦσα ἡ φύσις ὕλης ὁλόκληρον ὥσπερ τὸ τῶν μωνύχων ἀπεργάσασθαι, πεποίηκεν αὐτὸ διχηλόν. ἀποβάλλει δὲ μόνος ὁ ἔλαφος τὰ κέρατα διὰ τὴν εἰδικὴν αἰτίαν καὶ διὰ τὴν ὑλικήν· διὰ μὲν τὴν εἰδικήν, ὅπως τῇ ἀποθέσει ἐλαφριζόμενα ὠφελοῖντο, ἐξ ἀνάγκης δέ, τουτέστι διὰ τὴν ὕλην, ὅτι βαρύτατα ὄντα καὶ διὰ τοῦτο διηνεκῶς κινούμενα σάττεταί τε καὶ ἐκριζοῦται. οὐ πέφυκε δὲ τὰ κέρατα ἐκ τοῦ δέρματος, ἀλλ’ ἐν τῷ δέρματι ἐνήρμοσται στερεὸν ἐκ τῶν ὀστῶν, τουτέστιν ἐκ τοῦ κρανίου διὰ τοῦ δέρματος δίεισιν ὀστοῦν τι, καὶ εἰσέρχεται εἰς τὸ τοῦ κέρατος κοῖλον.
他关于角所说的事情是明晰的。但在“对于那些没有[被赐予角]的动物,自然赐予了用于生存的另一种防御,例如身躯的敏捷”这一文句中,缺少了“赐予了角”,以便完整的句子成为:“对于那些自然没有赐予角的动物,自然赐予了它们用于生存的另一种防御”。至于这样的防御是什么,他接着说:“例如,对马提供了援助,也就是为了援助赐予了身躯的敏捷,而对骆驼赐予了庞大;因为庞大的卓越足以帮助它们”。自然以此方式援助了这些动物,而对于另一些动物,正如已经说过的,使之长有獠牙。但既然某些动物,例如鹿,虽然拥有角,却因其极大且多叉而丝毫无助于防御(因为鹿的角是分叉的,并且被许多侧枝所密布,正如树木被树枝密布一样),自然便也赐予了它们敏捷。他说,野牛在被追赶时,便从其腹内所存的排泄物中喷出;而这排泄物极具恶臭,会使追赶者窒息或迫使其逃离;因此,通过这种排泄物的添附,自然为动物们找到了生存之道。既然有独角的、偶蹄的与奇蹄的动物,他说,奇蹄动物为独角比偶蹄动物为独角更为合乎情理;因为由于“一”,独角适合于奇蹄动物,而由于“二”,双角适合于偶蹄动物。此外,蹄的分裂是因为质料的缺乏;因为自然缺乏质料去制造如同奇蹄动物那样完整之物,便使之成为偶蹄的。只有鹿因形式因和质料因而脱落角:依形式因而言,是为了通过脱落减轻负担而获益;由于必然性,亦即依质料而言,是因为角极其沉重,并由此不断运动而松动并被拔除。角并不是从皮肤自然生长出来的,而是一个由骨骼构成的坚硬之物嵌入在皮肤中,也就是有一块骨头从头骨穿过皮肤,进入角内部的空洞。
Ταῦτα εἰπὼν λέγει ὅτι ῥητέον πῶς ἔχουσα ἡ ἀναγκαία καὶ ὑλικὴ φύσις λαμβάνει αὐτὴν τὸ εἶδος καὶ καταχρῆται ἕνεκά του. καὶ λέγει ὅτι τῷ σωματώδει καὶ γεώδει, ὅπερ ἐστὶν ἡ φύσις τῶν ὀστῶν, καταχρῆται ἡ φύσις ἐπὶ βοήθειαν καὶ τὸ συμφέρον. τὰς δὲ θηλείας τῶν ἐλάφων, τὰς αὐτὰς τὴν φύσιν οὔσας τοῖς ἄρρεσι καὶ μηδὲ ὀδόντας ἄνωθεν ἐχούσας ὅσον ἐπὶ τούτῳ ἔδει κέρατα ἔχειν·1 οὐκ ἔχει δὲ διὰ τὸ μηδὲ τοῖς ἄρρεσιν, ὥσπερ εἴρηται, χρήσιμα εἶναι· ἔχουσι δὲ ταῦτα οἱ ἄρρενες, ὅτι ἰσχυρότεροι τῶν θηλειῶν ὄντες, ἧττον βλάπτονται.
说了这些之后,他说,应当说明必然的、质料的本性处于何种状态,形式摄取了它并为了某种目的而加以利用。他说,自然将骨骼的本性,即形体性的与土性的成分,利用于援助与益处。至于雌鹿,既然与雄鹿本性相同且上颚无齿,就这一点而言理应长角;但它们却没有长角,是因为正如已经说过的,角甚至对雄鹿而言也并无用处;雄鹿拥有角,是因为它们比雌鹿更为强壮,受到的伤害较少。
Λέγει δὲ καὶ περὶ τοῦ οἰσοφάγου ὅτι οὐκ ἀναγκαῖον ἔχειν αὐτὸν ἕνεκα τῆς τροφῆς. οὐθὲν γὰρ παρασκευάζει πρὸς αὐτήν, τουτέστι οὐθὲν συντελεῖ πρὸς αὐτήν· οὔτε γὰρ λεαίνει ταύτην ὥσπερ οἱ ὀδόντες οὔτε πέττει ὡς ἡ κοιλία οὔτ’ ἄλλο οὐδὲν ποιεῖ πρὸς αὐτήν. ἔτι ἐπεὶ ἐνδέχεται εὐθὺς μετὰ τὸ στόμα κεῖσθαι τὴν κοιλίαν, ἱκανόν ἐστι τὸ στόμα διακομίζειν τὴν τροφὴν πρὸς τὴν κοιλίαν, ὥστε οὐδεμία ἐστὶ τοῖς οὕτως ἔχουσι κειμένην τὴν κοιλίαν οἰσοφάγου χρεία. τὸν δὲ πνεύμονα ἐπεὶ οὐκ ἐνδέχεται εὐθὺς μετὰ τὸ στόμα κεῖσθαι,2 χρεία τῆς τραχείας ἀρτηρίας, δι’ ἧς μερισθήσεται τὸ πνεῦμα κατὰ τὰς ἀρτηρίας, αἵτινες περιέχονται ὑπὸ τῶν ἐν τῷ πνεύμονι συρίγγων· οἷον γὰρ σωλῆνες οὖσαι αἱ ἐν τῷ πνεύμονι σύριγγες ἔχουσιν ἐν ἑαυταῖς τὰς ἀρτηρίας. ἐπεὶ δὲ ἡ κοιλία πόρρω κεῖται τοῦ στόματος, ἀναγκαῖος γέγονε μεταξὺ τοῦ στόματος καὶ τῆς κοιλίας ὁ οἰσοφάγος, ἵνα δι’ αὐτοῦ ἀπὸ τοῦ στόματος πρὸς τὴν κοιλίαν κομίζηται τὰ βρώματα. ἡ δὲ τραχεῖα ἀρτηρία κεῖται ἔμπροσθεν τοῦ οἰσοφάγου, καίπερ ἐμποδίζουσα αὐτόν· πεφειδημένως γὰρ καὶ οἱονεὶ μετὰ ἐμποδισμοῦ ὁ οἰσοφάγος τὰς τροφὰς ἐκ τοῦ στόματος λαμβάνει διὰ τὸ ὥσπερ δεδιέναι μή τι ἐκδραμὸν εἰσέλθοι τῆς ξηρᾶς ἢ ὑγρᾶς τροφῆς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν. σαφῆ δὲ τὰ ἑξῆς.
他还谈到食道,说拥有食道并非为了食物的缘故而必然。因为它没有为食物做任何准备,也就是对食物毫无贡献;因为它既不像牙齿那样研磨食物,也不像胃那样消化食物,不对食物做任何其他事情。此外,既然胃有可能紧接在嘴之后,嘴便足以将食物运送至胃,因此对于胃如此安置的动物而言,根本不需要食道。但既然肺不可能紧接在嘴之后,就需要气管,气息将通过它分配给各细支气管,这些细支气管被肺内的管状结构所包纳;因为肺内的管状结构犹如管道,在其自身内部容纳着细支气管。但既然胃距嘴很远,在嘴与胃之间食道就成为必然的,以便通过它将食物从嘴运送到胃。然而气管位于食道之前,尽管它阻碍了食道;因为食道从嘴接收食物是小心翼翼的、可以说是伴随着阻碍的,因为这仿佛是害怕干的或湿的食物会有什么溢出并进入气管之中。接下来的事情是明晰的。
- 3.3τὰς δὲ θηλείας τῶν ἐλάφων, τὰς αὐτὰς τὴν φύσιν οὔσας τοῖς ἄρρεσι καὶ μηδὲ ὀδόντας ἄνωθεν ἐχούσας ὅσον ἐπὶ τούτῳ ἔδει κέρατα ἔχειν
宾格短语 τὰς δὲ θηλείας 是非人称动词 ἔδει 所支配的宾格不定式句(ἔδει τὰς θηλείας... κέρατα ἔχειν)的逻辑主语,为了突出主题而被前置(hyperbaton)到句首。随后的分词短语 τὰς αὐτὰς... οὔσας 与 καὶ μηδὲ... ἐχούσας 均与此宾格保持一致修饰。
- 3.4τὸν δὲ πνεύμονα ἐπεὶ οὐκ ἐνδέχεται εὐθὺς μετὰ τὸ στόμα κεῖσθαι
宾格 τὸν δὲ πνεύμονα 被置于连词 ἐπεὶ 之前,但句法上充当从句中非人称结构 οὐκ ἐνδέχεται 所支配的不定式 κεῖσθαι 的逻辑主语(宾格前置/prolepsis)。
