- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:51.2-52.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了《论动物部分》第三卷的开端,讨论了自然根据性别和能力分配牙齿、獠牙和角的原理,并在662a16解释了嘴的各项功能(进食、呼吸、言语)、形态多样性及相关术语。
Μετὰ τὰ εἰρημένα, φησί, περὶ κεφαλῆς ἡ τῶν ὀδόντων ἐστὶ φύσις, καὶ τὸ στόμα τὸ περιεχόμενον ὑπὸ ὀδόντων καὶ ἐξ ὀδόντων συνεστηκός. λέγει δὲ καὶ ὅτι οὐ μόνον πρὸς τὴν τῆς τροφῆς ἐργασίαν ἔχει τὰ ζῷα τοὺς ὀδόντας, ἀλλὰ καὶ χάριν ἀλκῆς. διαιρεῖ δὲ τὴν ἀλκὴν εἴς τε τὸ ποιεῖν καὶ ἐπιτίθεσθαι ἀλλήλοις καὶ εἰς τὸ μὴ πάσχειν καὶ ἀμύνεσθαι τὰ ἐπιτιθέμενα. τῶν γὰρ ζῴων τὰ μὲν ἐπιτίθενται ἄλλοις, οἷον λέων, ἀετός, καὶ κατεσθίουσι τὰ οἷς ἐπιτίθενται,1 τὰ δὲ οὔτε ἐπιτίθεται οὔτε ἐπιβουλεύει, οἷον λαγώς, ἀηδών, ἀλλ’ ἀμύνεται καὶ μάχεται, ὡς δύναται, τοῖς ἐπιτιθεμένοις καὶ ἀναιρεῖν αὐτὰ σπουδάζουσιν. ὁ δὲ ἄνθρωπος ἔχει τοὺς κυνόδοντας καὶ τοὺς ἄλλους ἅπαντας τοσούτους πρὸς τὴν διάλεκτον· ἢν γάρ τις λείπῃ, ψελλίζεται ὁ ἄνθρωπος. χαυλιόδοντας δὲ λέγει τοὺς ἐοικότας τοῖς τῶν βουβάλων κέρασιν, οἷοί εἰσιν οἱ τῶν κάπρων. οὐδὲν δὲ τῶν ζῴων ἔστιν ἅμα καρχαρόδουν καὶ χαυλιόδουν· ἐπεὶ γὰρ τὸ καρχαρόδουν ἕνεκα τοῦ δάκνειν ἐστί, τὸ δὲ χαυλιόδουν τοῦ πλήττειν καὶ τιτρώσκειν, οὐδὲν δὲ μάτην ἡ φύσις ποιεῖ, διὰ τοῦτο οὐδέν ἐστιν ἅμα καρχαρόδουν καὶ χαυλιόδουν. ἐπεὶ δὲ ὅ τε κάπρος καὶ ἡ θήλεια ὗς ἐκ τοῦ αὐτοῦ εἰσι γένους (λέγων γένος τὸ εἶδος), ὅ τε ἄρρην ἔλαφος καὶ ἡ θήλεια (ὁμοειδῆ γὰρ καὶ ταῦτα) καὶ ὁ μὲν κάπρος ἔχει χαυλιόδοντας, ἡ δὲ ὗς οὐκ ἔχει, ὁμοίως ὁ ἄρρην ἔλαφος ἔχει κέρατα, ἡ θήλεια δὲ οὔ, ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, καὶ ἦν εἰκὸς τὸν μὴ ἀργὸν τὴν διάνοιαν ζητεῖν, διὰ τί ὁμοειδῆ ὄντα ὅ τε κάπρος καὶ ἡ ὗς ὁ μὲν ἔχει χαυλιόδοντας, ἡ δὲ οὐκ ἔχει, ὁμοίως καὶ ἐπὶ τῶν ἐλάφων ὁ μὲν κέρατα, ἡ δὲ οὔ, μέλλων τὴν αἰτίαν τούτων εἰπεῖν λέγει2 ὅτι δεῖ καθόλου περὶ τούτων εἰπεῖν, ὃ χρήσιμον ἔσται καὶ περὶ τούτων καὶ τῶν ἄλλων τῶν ὕστερον λεχθησομένων· καὶ ἐπάγει ὅτι ἐπειδὴ χάριν ἀλκῆς καὶ βοηθείας ὑπὸ τῆς φύσεως δίδοται οἷς δίδοται κέρατα, κέντρα, πλῆκτρα, ἐκείνοις ταῦτα δίδωσιν ἡ φύσις τοῖς δυναμένοις χρῆσθαι. ὥσπερ γὰρ στρατηγὸς οὐκ ἂν δώσει τῷ βρέφει σπάθην ἢ κόντον, ἀλλ’ ἀνδρί, καὶ ἀνδρὶ τῷ δυναμένῳ χρῆσθαι, οὕτω καὶ ἡ φύσις τοῖς μὲν ἄρρεσι τῶν ζῴων ἰσχυροτέροις οὖσι καὶ δυναμένοις χρῆσθαι δέδωκε κέρατα, κέντρα, χαυλιόδοντας, τοῖς δὲ θήλεσι διὰ τὴν ἀσθένειαν οὐ δέδωκε, καὶ τῶν ἀρρένων πάλιν τὰ μείζω κέρατα καὶ πλῆκτρα καὶ τὰ λοιπὰ δέδωκε τοῖς ἰσχυροτέροις, τὰ δ’ ἐλάττω τοῖς ἀσθενεστέροις. εἰ δέ που συμβαίη τὰ αὐτὰ ἔχειν τὸ θῆλυ, ἅπερ καὶ τὸ ἄρρεν, οἷά εἰσι τὰ πρὸς τὴν τροφὴν χρησιμεύοντα, ἥττονά εἰσι τὰ τῶν θηλειῶν, μείζω δὲ τὰ τῶν ἀρρένων. λέγει δὲ τοὺς ἰχθύας ἔχειν τοὺς ὀδόντας γαμψοὺς καὶ κεκαμμένους, ὥσπερ τὸ τῶν ἱεράκων ῥύγχος, διὰ τὸ πᾶσαν τὴν ἰσχὺν αὐτῶν ἐν τούτοις εἶναι· ἐπιτηδειότερα δὲ τὰ γαμψὰ πρὸς τὸ σπαράττειν καὶ διατέμνειν.
在关于头部所说的诸事之后,他[亚里士多德]说,便是牙齿的本性,以及由牙齿所包围且由牙齿构成的嘴。他还说,动物拥有牙齿不仅是为了食物的加工,也是为了防御。他将防御区分为对彼此施加作用与攻击,以及不受伤害与击退来犯者。因为在动物之中,有些攻击其他动物,例如狮子和鹰,并且吞食它们所攻击的对象,而另一些则既不攻击也不图谋危害,例如野兔和夜莺,而是尽可能地击退并对抗那些发动攻击并企图消灭它们者。而人拥有犬齿和所有其他牙齿如此之多,是为了言语活动;因为如果缺失任何一颗,人便会口齿不清。他所说的獠牙是指类似水牛角的那些牙齿,就像公野猪的牙齿一样。没有任何动物同时拥有锯齿和獠牙;因为既然锯齿是为了咬,而獠牙是为了击打和创伤,并且自然不做徒劳之事,由于这个缘故,没有任何动物同时拥有锯齿和獠牙。既然公野猪和母猪属于同一个属(他将种称为属),雄鹿和雌鹿也是如此(因为它们也是同种的),公野猪拥有獠牙而母猪没有,同样雄鹿拥有角而雌鹿没有——那么,既然这些情况如此,而且心智不迟钝者理当探究,为什么同种的公野猪和母猪,前者有獠牙而后者没有,同样在鹿之中前者有角而后者没有,他将要说明这些的原因,便说应当普遍地讨论这些事情,这对于这些以及随后要谈论的其他事物都是有用的;他又接着说,既然自然将角、刺、距赐予被赐予者是为了防御和救助,自然便将这些赐予那些能够使用它们者。因为正如将军不会把大剑或长矛赐予婴儿,而是赐予成年男子,并且赐予能够使用的男子,同样自然也将角、刺、獠牙赐予动物中的雄性,因其更为强壮且能使用,但对于雌性由于其软弱而未赐予,并且在雄性之中又把更大的角、距及其他部件赐予更强者,把较小的赐予较弱者。而如果在某些地方碰巧雌性拥有与雄性相同的器官,例如那些有助于食物的器官,雌性的也较小,而雄性的较大。他还说,鱼类拥有弯曲且呈钩状的牙齿,如同鹰的喙一样,因为它们的全部力量都在于此;而钩状之物更适于撕裂和切断。
Ἔχει δέ, φησί, τὰ ζῷα τὸ στόμα ἕνεκεν τῶν ἔργων τούτων, λέγων ἔργα τὸ ἐσθίειν, τὸ ἔχειν ὀδόντας ἐν αὐτῷ, καὶ πρὸς τούτοις χάριν τοῦ ἀναπνεῖν· ἀναπνεῖ γὰρ καὶ ἐκ τοῦ στόματος. ἔχει δὲ τῶν ζῴων τινὰ μὲν τὸ στόμα χάριν τοῦ ἐσθίειν μόνον, τὰ δὲ καὶ πρὸς τὸ ἀμύνασθαι, τὰ δὲ πρὸς τούτοις καὶ πρὸς τὸ διαλέγεσθαι, ὥσπερ ὁ ἄνθρωπος· καὶ διὰ τοῦτο γέγονε τὰ στόματα τῶν ζῴων διάφορα, ὅτι καὶ αἱ ἐργασίαι αὐτῶν διάφοροί εἰσι. μύουρον δὲ εἶπε τὸ τῶν μὴ σαρκοφάγων ἰχθύων στόμα, ὅτι ἐκ παχέος ἢ πλατέος εἰς λεπτὸν λήγει· τοιαύτη γάρ ἐστι καὶ ἡ τῶν μυῶν οὐρά. γλαφυρὸν δὲ εἶπε τὸ τῶν μικρῶν ὀρνίθων ῥύγχος ἀντὶ τοῦ περιφερὲς καὶ κυρτόν. στεγανόποδα δὲ λέγει τὰ μὴ ἐσχισμένους ἔχοντα τοὺς δακτύλους, οἷοί εἰσιν οἱ τῶν χηνῶν καὶ νηττῶν. τὸ δὲ πρόσωπον, φησίν, ἢ ἐκ τοῦ πρόσθεν ὀπωπέναι καλεῖται πρόσωπον ἢ ἐκ τοῦ πρόσω τὴν φωνὴν διαπέμπειν.3
他[亚里士多德]说,动物拥有嘴是为了这些功能,他所说的功能是指进食、在其中拥有牙齿,此外还有为了呼吸;因为也从嘴呼吸。动物中有的仅为了进食而有嘴,有的也为了自卫,有的除这些之外还为了交谈,如同人一样;由于这个缘故,动物的嘴变得各异,因为它们的操作也是各异的。他将非肉食性鱼类的嘴称为“鼠尾状的”,是因为它从粗或宽终止于细;因为鼠的尾巴也是如此。他将小鸟的喙称为“雕琢的”,意思是圆且弯曲。他所说的“蹼足动物”是指拥有如同鹅和鸭的〔脚趾〕那样未裂开的脚趾者。他又说,“面部”之所以被称为面部(prosopon),要么是因为朝前看(prosthen opopenai),要么是因为把声音传向前方(proso ten phonen diapempein)。
- 3.0κατεσθίουσι τὰ οἷς ἐπιτίθενται
关系代名词 οἷς 因动词 ἐπιτίθενται 支配与格而作与格,但其先行词由中性复数宾格冠词 τά 充当,作为及物动词 κατεσθίουσι 的直接宾语(“吞食它们所攻击的那些对象”)。
- 3.0ἐπεὶ δὲ ὅ τε κάπρος καὶ ἡ θήλεια ὗς ... ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει ... μέλλων τὴν αἰτίαν τούτων εἰπεῖν λέγει
长篇复合句结构。最初由 ἐπεὶ δέ 引导的原因从句因插入句和举例而延长,随后通过 ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει 进行语脉复归(resumptive),最终导向带有分词短语 μέλλων...εἰπεῖν 的主句 λέγει ὅτι...。句子的骨干为:“既然这些情况如此,他将要说明原因便说……”。
- 3.1τὸ δὲ πρόσωπον, φησίν, ἢ ἐκ τοῦ πρόσθεν ὀπωπέναι καλεῖται πρόσωπον ἢ ἐκ τοῦ πρόσω τὴν φωνὴν διαπέμπειν
介词短语 ἐκ τοῦ + 不定词(完成时 ὀπωπέναι 及现在时 διαπέμπειν)构成并列,表示词源学解释的根据(“源自于……”)。相对于主要动词 καλεῖται,τὸ πρόσωπον 为主语,表语位置的 πρόσωπον 为名称补足语(“被称为面部”)。
