- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:5.1-5.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏阐述了亚里士多德的论证,指出生成的必然性源于本质(形式),而非如恩培多克勒所主张的那样归于偶然或质料的运动。
διὸ οὐ τὴν τύχην καὶ τὸ κατὰ συμβεβηκὸς αἰτιατέον, ἀλλὰ λεκτέον ‘ἐπεὶ τοῦτό ἐστι τὸ ἀνθρώπῳ εἶναι, διὰ τοῦτο ταῦτα τὰ μόρια ἔχει’. οὐ γὰρ ἐνδέχεται εἶναι ἄνευ τῶν μορίων τούτων ἢ πάντων ἢ τῶν γε κυριωτάτων καὶ ὧν ἄνευ ἀδύνατον εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ δὲ μή, ἀλλ’ ὅτι ἐγγυτάτω τούτοις,1 καὶ ἢ ὅλως ἐχέτω τὰ μόρια, ἤτοι καὶ ἢ τὰ κυριώτατα ἐχέτω μόρια, καρδίαν, ἧπαρ, τὰ ὅμοια, ὅτι χωρὶς τούτων ἀδύνατον εἶναι, ἢ καλῶς γε οὕτως, τουτέστιν ἢ πάντα ἐχέτω· τὸ γὰρ κάλλιον τοῦτό ἐστι τὸ μηδὲν ἐλλείπειν τῶν ἐν αὐτῷ μορίων. τὸ δὲ ταῦτα δὲ ἕπεται ἴσον ἐστὶ τῷ εἰ καλῶς ἔχοι ὁ ἄνθρωπος, ἕπεται ταῦτα πάντα μόρια αὐτοῦ· τῷ γὰρ καλῶς ἔχοντι τοῦτ’ ἀκολουθεῖ, τὸ μηδὲν ἐλλείπειν μήτε τῶν κυριωτάτων μήτε τῶν ἀκύρων. Εἰπὼν δὲ ἀνωτέρω ὅτι πρῶτον τὰ φαινόμενα καὶ ὄντα ληπτέον περὶ ἕκαστον γένος, εἶθ’ οὕτω τὰς αἰτίας τούτων λεκτέον, καὶ μεταξὺ πολλὰ παρενείρας ἐπάγει ἐπεὶ δὲ ἔστι τοιοῦτον, τὴν γένεσιν ὡδί, δυνάμει λέγων ‘δεῖ δὴ τὸ πρᾶγμα ὡς ὂν λαμβάνειν, εἶτα λέγειν, ἐπειδὴ τοιοῦτόν ἐστι καὶ φύσιν εἴληφε τοιαύτην, δεῖ τὴν γένεσιν ὡδὶ γενέσθαι, πρότερον μὲν καρδίαν, εἶτα ἄλλο καὶ οὕτως ἕτερον’. ἀλλ’ οὗτος μὲν οὕτω δαιμονίως περὶ τούτου διορίζει· Ἐμπεδοκλῆς δὲ τὴν ὕλην αἰτιᾶται τῆς γενέσεως λέγων ‘ἐπεὶ καὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἄνω πεφύκασι φέρεσθαι, γῆ δὲ καὶ ὕδωρ κάτω, συναγούσης τῆς Φιλίας τὰ στοιχεῖα τὸ ἐν ἐμοὶ ὕδωρ κάτω πεφυκὸς φέρεσθαι ἐκοίλανε τὸν τόπον ὃν καλοῦμεν κοιλίαν, καὶ πεποίηκεν αὐτήν (ῥανὶς γὰρ ἐνδελεχείῃ καὶ πέτραν κοιλαίνει),2 ὁμοίως καὶ ὁ ἀὴρ ἐπὶ τὸ ἄνω φερόμενος διέρρηξε τὸν τόπον καθ’ ὃν οἱ μυκτῆρες, καὶ γεγόνασι μυκτῆρες. εἰ οὖν ἄτοπον ταῦτα λέγειν, ἔστι δὲ καὶ ὁ ἄνθρωπος καὶ τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν φύσει, λεκτέον ἂν εἴη περὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοίων· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι ἐκ πυρός εἰσι καὶ ἀέρος, ὥσπερ κἂν εἰ περὶ κλίνης ἐποιούμεθα τὸν λόγον, ἐπειρώμεθα μᾶλλον περὶ τοῦ εἴδους λέγειν ἢ περὶ τῆς ὕλης, εἰ δὲ μή, ἀλλ’ οὖν περὶ ἀμφοῖν καὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλ’ οὐ περί γε τῆς ὕλης μόνης. καὶ πῶς ἂν περὶ ἀμφοῖν ἐλέγομεν, ἐπήγαγε ‘κλίνη γάρ ἐστι τόδε ἐν ὑποκειμένῳ οὖσα τῳδί,3 ἢ τόδε τὸ ὑποκείμενόν ἐστι τοιονδί’.
因此不应将偶然与偶性归为原因,而应当说“既然对人而言存在就是这个,因此他拥有这些部分”。因为若无这些部分,即全部部分,或者至少是最具主导性的、缺之便不可能存活的部分,[人]是不可能存在的。因为“如果不然,也是尽可能切近于此,并且或者全盘具有这些部分,即或者具有最具主导性的部分——心脏、肝脏及类似器官——因为缺了这些便不可能存活;或者确实完好地如此,也就是具有全部部分”这一语句所表明的正是这一点;因为更好的情况正是自身之中的部分一无所缺。而“这些便随之而来”这句话等同于“如果人处于完好状态,他的所有这些部分便都随之而来”;因为伴随着处于完好状态者的,正是最具主导性与非主导性的部分皆无缺失。他在上面说过,首先应当把握关于每个类所显现和存在的事物,然后再如此陈述它们的原因,在中间插入了许多内容之后,他又补充道“但既然它是这样的,其生成便是如此”,其潜在的意思是说:“确实应当将事物作为存在之物来把握,然后说,既然它是这样的并且获得了这样的本性,它的生成就必须如此发生——首先是心脏,然后是另一个部分,再接着是又一个部分”。然而,虽然他[亚里士多德]关于此事作出了如此精妙的界定,恩培多克勒却将生成的原因归咎于质料,说:“既然火与气生来向上运行,而土与水向下运行,当‘友爱’汇聚各元素时,我体内生来向下运行的水便冲凿出我们称为胃的部位,并造成了胃(因为滴水穿石),同样,向上运行的气也冲破了鼻孔所在的部位,从而形成了鼻孔”。因此,如果说这些话是荒谬的,而且人、动物及其各部分皆出于自然而存在,那么就应当探讨肉、骨骼及类似之物;因为仅仅说它们由火与气构成是不够的,正如如果我们探讨床,我们会更努力探讨形式而非质料,如果不然,至少也探讨质料与形式两者,但决不单单探讨质料。至于我们如何能够探讨两者,他补充道:“因为床乃是存在于某一底层基质之中的此物,或者说,这一底层基质是具有如此性质的”。
- 1.5τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ δὲ μή, ἀλλ’ ὅτι ἐγγυτάτω τούτοις
主语是由中性冠词 τὸ 引导的引文短语(浓缩了《动物各部分》640a35–b1 的文句),τούτου 是形容词 δηλωτικόν(“表明……”)所要求的属格补足语,指代前文所述的“若无主要部分便不可能存在”。
- 1.5ῥανὶς γὰρ ἐνδελεχείῃ καὶ πέτραν κοιλαίνει
注释者在阐释恩培多克勒观点时插入的格言诗句(“滴水穿石”)。伊奥尼亚方言与格单数 ἐνδελεχείῃ 表方式或手段,意为“通过持续不断”。
- 1.5τόδε ἐν ὑποκειμένῳ οὖσα τῳδί
阴性主格单数分词 οὖσα 与主语 κλίνη 保持性数一致。主格代词 τόδε 作表语表示特定的形式,介词短语 ἐν ὑποκειμένῳ τῳδί 则表示其所处于的底层质料基质。
