← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§3.10-5.1

条件必然性与形式对生成的优先性

米海尔注解了亚里士多德《论动物部分》639b16–640a10,阐释了由感觉进行的界定、早期自然哲学家偏重质料因的局限、自然学与技术产物在条件必然性与证明方式上的差异,以及形式与本质优先于生成的过程(包括对恩培多克勒学说的驳斥)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

" Ἢ τῇ αἰσθήσει ὁρισάμενος." Ὁρίζεται τὴν ὑγείαν τῇ αἰσθήσει ὁ ἰατρός, ὅταν λαβὼν ὑγιᾶ χεῖρα φάσκῃ ‘ἐπειδὰν ἡ νοσοῦσα χεὶρ ἐνεργῇ ὡς αὕτη, τότε ὑγιανεῖ’. ὁμοίως καὶ ἐπὶ οἰκίας, ὅταν ἀφορῶν ὁ οἰκοδόμος πρὸς τὴν ἤδη οὖσαν ἑτέραν ὁμοίαν ἐκείνῃ ποιῇ.

“或者由感觉界定。” 当医者取来一只健康的手并断言“当患病的手如这只手般运作时,届时它便将痊愈”时,他便是在由感觉来界定健康。在房屋的情形中同样如此,当建造者注视着已然存在的房屋而建造与那一座相似的另一座时,便是如此。

§1.2

"Εἰς ὃ πειρῶνται πάντες σχεδόν." Οἱ γὰρ πρεσβύτεροι τούτου φιλόσοφοι τὸ ὑλικὸν ἅπαντες ἐζήτουν αἴτιον καὶ περὶ ἐκεῖνο διέτριβον ἧττον φροντίσαντες τῶν ἄλλων αἰτίων, κἂν ἐπὶ μικρὸν καὶ ἐκείνων, ὅσον ὀνειρώξασθαι, ἥψαντο.

“几乎所有人都尝试趋向这一点。” 因为比他更古老的哲学家们全都探求质料因,并且全神贯注于那一原因,较少顾及其他原因,纵使他们对其他原因也有极微小的触及,如同做梦一般。

§1.3

"Ἀλλ’ ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἕτερος." Ἕτερος, φησίν, ἐστὶν ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἤγουν τῆς ὕλης ἐπί τε τῆς φυσικῆς καὶ τῶν θεωρητικῶν ἐπιστημῶν καὶ ἐπὶ τῶν τεχναστῶν· τοῦτο γὰρ δεῖ προσυπακούειν. τῆς μὲν γὰρ φυσικῆς ἀρχὴ τὸ ὄν·1 ὡς ἤδη γὰρ ὄντα λαβοῦσα τὸν ἄνθρωπον, κἂν μήπω ἐστί, λέγει ‘ἐπειδὴ τοιονδί ἐστιν ὁ ἄνθρωπος, δεῖ τοιᾶσδε ὕλης’, καὶ οὔ φησιν ὡς ἐπειδὴ τοιαύτη ἐστὶν ἡ ὕλη, δεῖ ἄνθρωπον εἶναι. καὶ ἡ ἰατρικὴ ὁμοίως τὴν ὑγίειαν ὡς οὖσαν, κἂν μὴ ἔστι, καὶ ὁ γεωμέτρης τὸ τρίγωνον ὡς ὂν λαβὼν ζητεῖ, εἰ ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ἐπὶ δὲ τῶν τεχναστῶν οὐχ οὕτως, ἀλλ’ ὡς μὴ ὂν καὶ δυνάμενον γενέσθαι· φαμὲν γὰρ ‘εἰ ἔσται πρίων, δεῖ τοιᾶσδε ὕλης’, καὶ ἐπὶ τῆς οἰκίας ὁμοίως.

“但证明和必然性的方式是不同的。” 他说,在自然学及理论诸学科中,与在技术产物中,证明的方式以及必然性(亦即质料)的方式是不同的;因为必须补充理解这一点。因为自然学的始点是存在者;事实上,自然学把人当作已然存在者来把握,即使他尚未存在,并说“既然人是这样一种事物,便需要这样的质料”,而不说“既然质料是这样的,人便必然存在”。医术同样把健康当作存在之物[来把握],即使它并不存在;几何学家也将三角形当作存在之物来把握,进而探求它是否具有三内角等于两直角。但在技术产物的情形中却并非如此,而是将其作为不存在但能够生成之物来把握;因为我们说“如果将要有一把锯子,便需要这样的质料”,在房屋的情形中亦同样如此。

§1.4

"Οὐδ’ ἔστιν εἰς ἀΐδιον συναρτῆσαι." Οὐ δυνατόν ἐστι, φησίν, εἰς ἀΐδιον συναρτῆσαι τῆς τοιαύτης ἀποδείξεως ἤγουν τῆς ἀντιστρεφούσης τὴν ἀνάγκην2 ἐπὶ τῶν τεχναστῶν, ὥστε λέγειν ‘ἐπειδὴ ἡ οἰκία τοδί ἐστι, δεῖ τοιαύτης ὕλης, καὶ ἐπεὶ τοιαύτη ὕλη ἐστίν, ἔσται οἰκία’. ἐπὶ δὲ τῶν ἀιδίων δυνατὸν λέγειν ‘ἐπεὶ ὁ ἥλιος ἐν κριῷ ἐστιν, ἦν ἐν τοξότῃ, καὶ ἐπεὶ ἐν τοξότῃ ἐστίν, ἔσται ἐν κριῷ’. ἀλλὰ περὶ μὲν τούτων εἴρηκε καὶ ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς καὶ ἐν τῷ τέλει τῆς Περὶ γενέσεως καὶ φθορᾶς, καὶ ἐν τῇ Μετὰ τὰ φυσικά.

“也不能连接到永恒之中。” 他说,在技术产物的情形中,不可能把此类证明的必然性(亦即换位的必然性)连接到永恒之中,以至于说“既然房屋是这个,便需要这样的质料;既然存在这样的质料,便将会有房屋”。但在永恒之物的情形中,却可以说“既然太阳在白羊宫,它便曾在人马宫;既然它在人马宫,它便将在白羊宫”。不过关于这些,他在《后分析篇》第二卷、《论生成与消灭》末尾以及《形而上学》中都曾论及。

§1.5#1

"Δεῖ δὲ μὴ λεληθέναι καὶ πότερον προσήκει λέγειν." Καὶ τοῦτό φησι δεῖν γινώσκειν ἡμᾶς, ἆρ’ οὕτω ποιητέον τὴν παροῦσαν σκέψιν, ὥσπερ οἱ πρὸ ἡμῶν ἐποίουν. ἐκεῖνοι γὰρ ἔλεγον ὅτι τὴν τοῦ πράγματος γένεσιν, ὅπως γίνεται, πρότερον ζητεῖν ἄξιον· ταύτης γὰρ καταληφθείσης καὶ γνωρίμου γεγονυίας ἕπεται καὶ ἡ γνῶσις τῆς τοῦ πράγματος ὑπάρξεως καὶ τῆς οὐσίας αὐτοῦ. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· ὁ δὲ οὐκ ἀρέσκεται, ἀλλά φησιν ἔοικεν ἐντεῦθεν ἀρκτέον εἶναι, καθάπερ καὶ πρότερον εἴπομεν, καὶ ληπτέον τὰ ὑπάρχοντα ἑκάστῳ γένει ὡς ὑπάρχοντα, καὶ θεωρητέον τίνα τίσιν ὑπάρχει καὶ ἐστίν, οἷον τοῖς μὲν βουσὶν ἐχῖνος, σηπίᾳ δὲ τὸ σήπιον καὶ ἄλλοις ἄλλα. καὶ μετὰ τὴν γνῶσιν τῶν ὑπαρχόντων ἑκάστοις οὕτω ζητητέον τήν τε γένεσιν αὐτῶν καὶ τὰς αἰτίας, καθ’ ἃς ταῦτα αὐτοῖς ὑπάρχει. εἰ γὰρ μὴ γνῶμεν πρότερον ὅτι εἰσί, πῶς ἂν ὅπως γέγονεν εὕροιμεν; οὕτω γὰρ καὶ ἐπὶ οἰκοδομήσεως ποιοῦμεν· ὡς οὖσαν γὰρ τὴν οἰκίαν λαβόντες, οὕτω τὴν γένεσιν αὐτῆς ζητοῦμεν, ὅπως ἐγένετο. εἰ δὲ ἡ γένεσις ἕνεκα τῆς οὐσίας ἐστίν, οὐκ ὀρθῶς Ἐμπεδοκλῆς εἴρηκεν ὑπάρχειν πολλὰ τοῖς ζῴοις κατὰ συμβεβηκὸς καὶ ἀπὸ τύχης. ἔλεγε γὰρ τὴν ῥάχιν ἀπὸ τύχης καὶ κατὰ συμβεβηκὸς ἔχειν τοὺς σπονδύλους· μία γὰρ οὖσα, φησί, καὶ συνεχὴς ὥσπερ ἡ ῥάβδος ἢ κάλαμος, καὶ στραφέντος τοῦ ζῴου ἢ κύψαντος κατεάγη, ἀγνοήσας πρῶτον μὲν ὅτι τὸ σπέρμα, ἀφ’ οὗ τὰ μέρη τοῦ ζῴου συνέστη, δεῖ δυνάμει ταῦτα πάντα εἶναι, εἶθ’ ὅτι καὶ ὁ πατήρ, ἀφ’ οὗ τὸ σπέρμα, πρότερός ἐστι τοῦ υἱοῦ·3 ὥστε διὰ τὸ τὸν πατέρα τοιόνδε εἶναι καὶ τὸ σπέρμα δυνάμει τὰ μέρη, διὰ τοῦτο γέγονεν ἡ ῥάχις τοιαύτη καὶ τὰ λοιπὰ μόρια, ἀλλ’ οὐχ ὅτι ἐστράφη ἢ ἔκυψε κατεαγεῖσα ἔσχε τοὺς ἁρμούς. ἰστέον δὲ καὶ τόδε ὅτι ὥσπερ ἐπὶ τῶν ἀπὸ φύσεως καὶ τέχνης γινομένων προυπάρχοντος τοῦ ποιητικοῦ ὑπ’ αὐτοῦ γίνεται τὰ γινόμενα οἷά ἐστιν, οὕτω καὶ ἐπὶ τῶν αὐτομάτως δοκούντων γίνεσθαι ἔνια γίνεται οἷα ἂν ἐποίησε φύσις ἢ τέχνη. εἰπὼν δὲ ὅτι τῶν τεχναστῶν προυπάρχει τὸ ποιητικὸν ὅμοιον ὂν τῷ γινομένῳ ἐπήγαγεν ‘ἡ γὰρ τέχνη λόγος καὶ εἶδος τοῦ τεχναστοῦ ἐστιν ἄνευ τῆς ὕλης’. καὶ τοῦτο πανάληθες· ἡ γὰρ οἰκοδόμησις οὐδὲν ἄλλο τυγχάνει οὖσα ἢ τὸ εἶδος τῆς οἰκίας χωρὶς ξύλων καὶ λίθων.

“且也不应忽视究竟适宜说哪一种。” 他说,我们也必须知晓这一点:究竟是否应当如同我们之前的学者所做的那样来进行当下的考察。因为他们曾说,事物的生成过程究竟如何生成,乃是值得首先探求的;因为一旦把握了这一过程并使之为人所知,对事物的存在及其本质的认识便随之而来。但那些人虽持此论,他却并不满意,而是说,正如我们之前所言,似乎应当从这里开始:必须将属于每一类的属性作为属有者来把握,并考察何者属于何者且存在于其中,例如牛有重胃,乌贼有乌贼骨,其他动物则有其他结构。而在认识了各物所属有的属性之后,才应当如此探求它们的生成以及这些属性因之而属于它们的原因。因为如果我们不预先知晓它们存在,又如何能发现它们是怎样生成的呢?因为我们在建造房屋时也是这样做的;事实上,我们是在把房屋当作存在之物来把握之后,才如此探求其生成是如何发生的。但如果生成是为了本质,恩培多克勒所说的许多事物由于偶性且出于偶然属于动物便是错误的。因为他曾说脊椎是出于偶然且由于偶性而具有椎骨的;他说,脊椎原本如木棒或芦苇一样是单一且连续的,却因动物转体或弯腰而被折断了。然而他首先忽视了,动物各部分由之构成的种子必须在潜能上是所有这些部分,其次忽视了,种子由之而来的父亲也先于儿子;因此,由于父亲是这样的,且种子在潜能上是这些部分,脊椎和其余部分才因此成为这样,而并不是因为转体或弯腰被折断才获得了关节。还必须知晓的是,正如在出于自然和技术生成的事物中,由于能动者的预先存在,生成之物便由其形成所是的样子,在看似自发生成的事物中,某些事物也同样生成为如同自然或技术所会造就的那样。在他指出在技术产物中预先存在着与生成之物相似的能动者之后,他又补充道:“因为技术乃是没有质料的技术产物的界说和形式。”而这是千真万确的;因为建造术碰巧不是别的,正是没有木材和石料的房屋形式。

语法注3 条
  1. 1.3τῆς μὲν γὰρ φυσικῆς ἀρχὴ τὸ ὄν

    τῆς φυσικῆς 省略了 ἐπιστήμης,为表示领域的属格。表语为 τὸ ὄν(“存在者”),指出自然科学探究的起点(或原理)在于已经成形并存在的实体,而非生成的过程。

  2. 1.4τῆς τοιαύτης ἀποδείξεως ἤγουν τῆς ἀντιστρεφούσης τὴν ἀνάγκην

    τῆς τοιαύτης ἀποδείξεως 为修饰后文宾语 τὴν ἀνάγκην 的所属属格,ἤγουν 引出的分词短语 τῆς ἀντιστρεφούσης 作为同位语修饰 ἀποδείξεως(或其所属的必然性概念)。全句核心结构为 εἰς ἀΐδιον συναρτῆσαι τὴν ἀνάγκην(“将此类证明的必然性,即换位的必然性,连接至永恒之中”)。

  3. 1.5ἀγνοήσας πρῶτον μὲν ὅτι τὸ σπέρμα, ἀφ’ οὗ τὰ μέρη τοῦ ζῴου συνέστη, δεῖ δυνάμει ταῦτα πάντα εἶναι, εἶθ’ ὅτι καὶ ὁ πατήρ, ἀφ’ οὗ τὸ σπέρμα, πρότερός ἐστι τοῦ υἱοῦ

    分词 ἀγνοήσας(主格阳性单数,主语指恩培多克勒)统领由 πρῶτον μὲν ὅτι... 与 εἶθ’ ὅτι... 引导的两个宾语从句。在第一个从句内部,插入了定语从句 ἀφ’ οὗ τὰ μέρη τοῦ ζῴου συνέστη,其骨架是由非人称动词 δεῖ 引导的带对格的不定式结构:τὸ σπέρμα 作主语,εἶναι 为动词不定式,ταῦτα πάντα δυνάμει 为表语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:3.10-5.1