- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:47.24-48.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德《动物构件》657b34–658a21,解释了硬眼类动物与鱼类为何没有眼睑而前者眼睛能活动,并探讨了毛发分布以及人类头发、眉毛和睫毛的生成原因。
Τὸ δὲ οἷον βλέποντα διὰ τοῦ βλεφάρου προσπεφυκότος σαφὲς ἔσται, εἰ οὕτω πως εἴποιμεν· νενοήσθω ὅτι συμπεφυκότα καὶ συνεχῆ γεγονότα τὸ ἄνω καὶ κάτω βλέφαρον δύναται ὁρᾶν οὕτω τὸ ζῷον·1 τοιοῦτόν τί εἰσι τὰ σκληρόφθαλμα, οἱονεὶ βλέποντα συμπεφυκότων τῶν βλεφάρων. ὥσπερ οὖν εἰ ἑώρων ἐγώ τε καὶ σὺ καὶ πάντες συμπεφυκότων τῶν βλεφάρων, οὐδ’ ἂν ἦν ἡμῖν ἄλλων χρεία βλεφάρων πρὸς φυλακὴν τῶν ὀφθαλμῶν διὰ τὸ ἅμα τὰ προσπεφυκότα βλέφαρα καὶ φυλάττειν αὐτοὺς καὶ μὴ κωλύειν πρὸς τὸ ὁρᾶν, οὕτως οὐδὲ τοῖς σκληροφθάλμοις ἐστὶ χρεία βλεφάρων. ἀλλ’ ἐπεὶ διὰ τὴν τῶν ὀφθαλμῶν σκληρότητα ἀναγκαῖον ἦν ἀμβλύτερον βλέπειν, ὥσπερ τὰ ὦτα τῶν τετραπόδων κινούμενα γέγονεν, ἵνα διὰ τὴν κίνησιν πάντοθεν δέχηται τοὺς ψόφους, οὕτω καὶ τοὺς ὀφθαλμοὺς τούτων κινεῖσθαι παρασκευάζει, ἵνα πάντοθεν δέχωνται τὰς αὐγάς. Εἶτα λέγει διὰ τί βλέφαρα τοῖς ἰχθύσιν οὐ δέδωκεν ἡ φύσις, καί φησιν ὅτι ἐπειδὴ ἐν τῷ ὕδατι ζῶσιν, ἐμποδιστικὸν δὲ τὸ ὕδωρ πρὸς τὸ ὁρᾶν διὰ τὸ μήτε διαφανέστερον εἶναι τοῦ ἀέρος, μήτε εὐδιαιρετώτερον, ἔχουσιν ὑγροτέρους τοὺς ὀφθαλμοὺς καὶ πλέον τῶν ἄλλων τὸ κρυσταλλοειδές, ἵνα νικῴη τὸ τοῦ ὕδατος πρὸς τὸ ὁρᾶν ἐμπόδιον. ἐπεὶ οὖν πολὺ τούτοις τὸ κρυσταλλοειδές, ἀνάγκη ἦν ἔχειν βλέφαρα, ἀλλ’ ἐπεὶ ἐν τῷ ὕδατι οὐκ εἰσὶ κονιορτώδη τινὰ καὶ προσκρούσματα τῶν ὄψεων, οὐ δέδωκεν αὐτοῖς ἡ φύσις βλέφαρα εἰς φυλακὴν τῶν ὀμμάτων, διὰ τὸ μηθὲν μάτην ἢ περίεργον ποιεῖν.
至于“仿佛透过粘连的眼睑看物”这一句,如果我们作如下阐说便会是明晰的:请设想,上下眼睑愈合且成为连续的整体,动物得以如此看物;硬眼类动物便是这样一种东西,仿佛在眼睑愈合的状态下看物。因此,正如如果我、你以及所有人都在眼睑愈合的状态下看物,我们也就完全不需要其他眼睑来保护眼睛,因为粘连的眼睑既能保护它们,又不妨碍看物;同样,对于硬眼类而言也不需要眼睑。然而,由于眼睛的坚硬必然导致它们看物较为迟钝,正如四足动物的双耳变为能活动的,以便通过运动接纳来自四面八方的声响,同样[自然]也备置了这些动物的眼睛去活动,以便接纳来自四面八方的光线。接着,他说明了为何自然未曾赋予鱼类眼睑,并说由于它们生活在水中,而水由于既不比空气更透明,也不更容易被分开,从而对看物构成障碍,因而它们具有更湿润的眼睛,且比其他动物拥有更多的水晶体样物质,以便克服水对看物的阻碍。因此,既然这些动物体内的水晶体样物质很多,本来必然要拥有眼睑;但由于在水中没有任何尘埃似的东西以及对视觉器官的撞击物,自然便未曾赋予它们用于保护双眼的眼睑,因为自然不作任何徒劳或多余之事。
Σαφῆ δὲ τὰ περὶ τριχῶν. τὸ δὲ ἀλλ’ ἀλεάζει διὰ τὴν κάμψιν ἴσον ἐστὶ τῷ θερμαίνεται διὰ τὸ κυπτάζειν. πρὸ δὲ τούτου ὅταν λέγῃ ὅτι τὰ τετράποδα ἐν τοῖς ὑπτίοις οὐκ ἔχει τρίχας, ἢ τὸ μὴ ἔχειν εἴρηται ἀντὶ τοῦ ἥττονας ἔχουσιν2 ἐν τοῖς ὑπτίοις, πλείονας δὲ ἐν τοῖς πρανέσιν, ἢ τὰς ἐν τοῖς ὑπτίοις οὐ βούλεται λέγειν τρίχας διὰ τὸ διαφέρειν πρὸς τὰς ἐν τοῖς πρανέσι. λέγει δὲ καὶ πλείονας τρίχας ἔχειν τὸν ἄνθρωπον διά τε τὴν ὑγρότητα τοῦ ἐγκεφάλου καὶ διὰ τὰς ῥαφάς· ἀλλ’ ἡ μὲν ὑγρότης ὡς ὑλικὴ αἰτία, αἱ δὲ ῥαφαὶ ὡς μὴ ἐμποδίζουσαι ἐξέρχεσθαι τὴν ὑγρότητα. διὰ ταύτας δὲ τὰς αἰτίας ἔχει καὶ τὰς ὀφρύας· ἐπὶ συνθέσει γὰρ καὶ ἁρμογῇ ὀστῶν οὖσαι οὐκ ἐμποδίζουσι τὸ ὑγρὸν αἱ ἁρμογαὶ ἐξέρχεσθαι. τὰς δὲ βλεφαρίδας ἔχει ᾗ περατοῦνται τὰ φλεβία· ᾗ δὲ περατοῦνται, πόρους ἔχουσιν, ᾗ δὲ πόροι τυγχάνουσιν ὄντες, δίδοται διέξοδος τῷ ὑγρῷ, εἰ μή που ἔργον τι φύσεως ἐμποδίσει πρὸς ἄλλο ἔργον καὶ χρῆσιν.
关于毛发的事项是明晰的。“但是因弯曲而保暖”这一句等同于“因俯身而变温热”。在此之前,当他说四足动物在腹侧没有毛发时,所说的没有毛发,要么是用来替代“它们在腹侧有较少的毛发,在背侧有较多的毛发”,要么是因为腹侧的毛发不同于背侧的毛发而不愿称其为毛发。他还说,由于脑部的湿润以及由于骨缝,人拥有较多的毛发;然而湿润是作为质料因,骨缝则是作为不妨碍湿气散出者。由于这些缘由,人也拥有眉毛;因为眉毛位于骨骼的结合与接缝之上,接缝并不妨碍湿气散出。人拥有睫毛,则是在小静脉终结之处;在它们终结之处,它们具有孔隙,在孔隙所在之处,便给予湿气以出路,除非自然的某种功能为了另一种功能和用途而在某处加以阻碍。
- 2.42νενοήσθω ὅτι συμπεφυκότα καὶ συνεχῆ γεγονότα τὸ ἄνω καὶ κάτω βλέφαρον δύναται ὁρᾶν οὕτω τὸ ζῷον
在由 νενοήσθω(完成时被动态命令式第三人称单数)引导的 ὅτι 从句中,主语是 τὸ ζῷον,谓语动词是 δύναται。分词短语 συμπεφυκότα καὶ συνεχῆ γεγονότα τὸ ἄνω καὶ κάτω βλέφαρον(形式上中性主格与宾格相同)作状语/环境从属成分,意为“随着上下眼睑愈合并形成连续整体”。
- 2.43ἀντὶ τοῦ ἥττονας ἔχουσιν
此处按照古典语法本应出现加冠词不定式结构(ἀντὶ τοῦ + 不定式),但米海尔直接在属格冠词 τοῦ 之后接直陈式动词短语(ἥττονας ἔχουσιν),以准引用的方式提供具体的阐释性替换文句。
