← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§46.5-47.23

鼻与耳的配置及动物眼睑与瞬膜的功能

米海尔遵照亚里士多德,解释了鼻与耳等感觉器官配置的必然性及其在不同动物间的差异(如鸟类、卵生四足类及海豹缺乏外耳),随后探讨了眼睑眨眼的机制与目的、皮肤作为组织的特性,以及鸟类下眼睑与瞬膜的功能及其配置的优越性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.40

Μετὰ ταῦτα λέγει, διὰ τί οὕτω τέτακται τὰ αἰσθητήρια. σαφῶς δὲ καταλέγει τὰ περὶ ὀφθαλμῶν καὶ ὤτων. περὶ δὲ τῶν ῥινῶν δι’ ἣν αἰτίαν οὕτω κεῖνται μέλλων εἰπεῖν, πρῶτον λέγει ὅτι ἕκαστον τῶν αἰσθητηρίων διπλοῦν ἐστιν, εἰ καὶ ἐπὶ τῆς ἁφῆς ἄδηλον ὂν τοῦτο διὰ τὸ μὴ εἶναι πρῶτον αἰσθητήριον τὴν σάρκα. ἀλλ’ οὖν ἐπὶ τῆς γεύσεως μᾶλλόν ἐστι δῆλον· φαίνεται γὰρ ἡ γλῶττα κεχαραγμένη καὶ οἷον ἐσχισμένη. εἰπὼν οὖν ὅτι ἕκαστον τῶν αἰσθητηρίων διπλοῦν ἐστι, λέγει ὅτι εἰ μὴ ἔκειτο ἡ ῥὶς ὥσπερ κεῖται, ἀλλ’ ἦν διεσπασμένη ὥσπερ τὰ ὦτα, ἐπειδὴ οἱ πόροι αὐτῆς κατὰ στάθμην καὶ ἐπ’ εὐθείας πρὸς τὴν τραχεῖαν ἀρτηρίαν εἰσβάλλουσιν, οὐκ ἂν ἐποίει τὸ αὐτῆς ἔργον· οὐ γὰρ ἠδύνατο τὸ πνεῦμα πρὸς τὴν τραχεῖαν ἀρτηρίαν εἰσέρχεσθαι τῶν μυκτήρων, τοῦ μὲν ἐν τῇ κεφαλῇ φέρε εἰπεῖν κειμένου, τοῦ δὲ ἐν ἄλλῳ μέρει τοῦ σώματος.1 λέγει καὶ διὰ τί ποτε οὕτω καὶ τὰ ἄλλα ζῷα ἔχει τὰ ὦτα· διότι, φησί, τὰ τετράποδα κυπτάζει καὶ οὕτω κινεῖται, ἀλλ’ οὐκ ὀρθιά ἐστιν· εἰ γὰρ οὕτω κινούμενα [εἰ] μὴ μετέωρα εἶχον τὰ ὦτα καὶ κινούμενα, ἀλλὰ κάτω που καὶ ἀκίνητα, οὐκ ἂν ἐδέχετο πάντοθεν τοὺς ψόφους. οἱ δὲ ὄρνιθες σκληρόδερμοι ὄντες καὶ πτερωτοί, πρῶτον μὲν διὰ τὴν τοῦ δέρματος σκληρότητα ὦτα ποιῆσαι ἐν αὐτοῖς ἡ φύσις οὐκ ἠδυνήθη, ἔπειτα πάσης τῆς ὕλης εἰς τὴν τῶν πτερῶν φύσιν καταναλωθείσης οὐκ εὐπόρησε καὶ ἄλλης εἰς ὤτων γένεσιν. διὰ ταύτας δὲ τὰς αἰτίας οὐδὲ τὰ τετράποδα καὶ ᾠοτόκα ἔχει ὦτα. ἡ δὲ φώκη τετράπους μέν ἐστιν, ἀλλὰ διὰ τὸ λίαν ἔχειν βραχυτάτους καὶ δακτυλιαίους τοὺς πόδας, καὶ οἷον πεπηρωμένη διὰ τοῦτο οὖσα, οὐκ ἔχει ὦτα.

在此之后,他说明了为何感觉器官被如此排列。他清楚地列举了关于眼和耳的各点。而在将要说明鼻为何如此安置的缘由时,他首先说每个感觉器官都是双重的,即便在触觉上这一点是不明显的,因为肉并非第一感觉器官。然而在味觉上这一点更为清楚;因为舌头显得被刻画出凹痕且仿佛被分剖开来。因此,在说每个感觉器官都是双重的之后,他说如果鼻没有像现在这样安置,而是像双耳那样被分隔开,由于它的通道按铅垂线直接通向气管,它就无法履行自身的功能;因为若鼻孔之一例如位于头部,而另一个位于身体的其他部位,气息就无法进入气管。他还说明了究竟为何其他动物也有这样的耳朵:他说,因为四足动物俯身并以此种方式行动,而并非直立的;因为若以这种方式行动的动物没有将耳朵高高举起且能活动,而是置于下方的某处且无法活动,它们就无法接纳来自四面八方的声响。另一方面,鸟类由于是硬皮且有羽毛的,首先由于皮肤的坚硬,自然无法在它们身上造成耳朵,其次由于所有的质料都被消耗于羽毛的生成,自然也没有富余其他质料用于耳朵的生成。由于这些缘由,卵生的四足动物也没有耳朵。海豹虽是四足动物,但由于具有极短、仅有一指长的脚,且由于这一缘故仿佛残废,所以没有耳朵。

§2.41

Μετὰ ταῦτα λέγει διὰ τί οἱ ὀφθαλμοὶ ἔχουσι φυλακὴν τὰ καλούμενα βλέφαρα, ὑφ’ ὧν καὶ σκαρδαμύττουσι. σκαρδαμύττειν δὲ λέγεται τὸ συνεχῶς καὶ πυκνῶς μύειν. καὶ τὰ μὲν ἄλλα σκαρδαμύττει ταῖς βλεφαρίσιν, οἱ δὲ ὄρνιθες δι’ ὑμένος ἐξερχομένου ἀπὸ τῶν κανθῶν τῶν πρὸς τοῖς μυκτῆρσι. σαφῶς δὲ λέγει, διὰ τί τὰ βλέφαρα ἔχει ὅσα βλέφαρα ἔχει. λέγει δὲ καὶ ὅτι σκαρδαμύττουσιν ὅσα σκαρδαμύττει οὐκ ἐκ προαιρέσεως, ἀλλ’ ἀπροαιρέτως καὶ μηδὲ συναισθανόμενα ὅτι τοῦτο πάσχει. μᾶλλον δὲ τῶν ἄλλων σκαρδαμύττει ὁ ἄνθρωπος, ὅτι λεπτόδερμός ἐστιν, εὐκινητότερον δὲ τὸ λεπτόν. τὸ δὲ ἡ δὲ βλεφαρίς ἐστι δέρματι περιειλημμένη ἴσον ἐστὶ τῷ ἡ δὲ βλεφαρὶς δέρμα ἐστί, διὰ δὲ τὸ εἶναι δέρμα τμηθεῖσα οὐ συμφύεται· τοῦτο γὰρ φύσις δέρματος. οὔτε δὲ αὕτη συμφύεται οὔτε ἡ ἀκροποσθία· ἔστι δὲ ἡ ἀκροποσθία τὸ περιέχον δέρμα τὴν βάλανον τοῦ αἰδοίου, ὃ καὶ τέμνουσιν Ἰουδαῖοι καὶ Αἰγύπτιοι, καὶ λέγουσι τὴν τοιαύτην τομὴν περιτομήν. λέγει δὲ καὶ διὰ τί οἱ ὄρνιθες τῷ κάτω, ἀλλ’ οὐ τῷ ἄνω βλεφάρῳ σκαρδαμύττουσι καὶ ὅλως μύουσι, καί φησιν ὅτι διὰ τὴν τοῦ δέρματος τοῦ περὶ τὴν κεφαλὴν σκληρότητα· σκληρὸν γὰρ ὂν δυσκίνητόν ἐστι. καὶ διὰ τί σκληρὸν λέγει, ὅτι οἱ βαρεῖς τῶν ὀρνίθων πτητικοὶ μὴ ὄντες, ἀλλὰ δυσκίνητοι διὰ τὴν τῶν πτερῶν ὀλιγότητα, ὥπλισεν αὐτοὺς ἡ φύσις σκληρῷ δέρματι, ἵνα τυπτόμενοι ὑπὸ τῶν θηρευόντων ἀντέχωσι διὰ τὴν σκληρότητα, καὶ μὴ ταχέως ἀποθνήσκωσιν. ᾧπερ οὖν ἔμελλε χρήσασθαι ἡ φύσις πρὸς αὔξησιν τῶν πτερῶν, ἐχρήσατο πρὸς τὴν τοῦ δέρματος σκληρότητα. λέγει δὲ καὶ περὶ τῶν τετραπόδων τῶν ᾠοτοκούντων ὅτι φολιδωτά ἐστιν· καὶ ἔστιν ἡ φολὶς σκληροτέρα τῶν τριχῶν, ὥστε καὶ τὸ δέρμα τὸ τὰς φολίδας ἔχον σκληρότερον τοῦ δέρματος τοῦ τὰς τρίχας ἔχοντός ἐστιν. λέγει δὲ καὶ διὰ τί σκαρδαμύττουσιν οἱ ὄρνιθες τῷ ὑμένι τῷ ὄντι ἐν τοῖς πρὸς τοὺς μυκτῆρας κανθοῖς, καὶ οὐ διὰ τοῦ ὄντος πρὸς τοὺς ἐν τοῖς κροτάφοις κανθούς· καί φησιν ὅτι βέλτιον ἀπὸ μιᾶς ἀρχῆς εἶναι τὴν φύσιν αὐτῶν, δύνανται δὲ ἀπὸ τῶν πρὸς τοὺς μυκτῆρας κανθῶν διὰ τὸ σύνεγγυς εἶναι ἀλλήλων ἀπὸ μιᾶς εἶναι ἀρχῆς, ἐκ δὲ τῶν ὄντων πρὸς τοῖς ὠσὶν οὐ δύνανται, ἀπωκισμένοις οὖσιν ἀπ’ ἀλλήλων,2 ἄλλως τε τῶν ὤτων πρὸς τὰ πλάγια κειμένων, τῶν δὲ μυκτήρων ἔμπροσθεν. βέλτιον δὲ τὸ ἔμπροσθεν διὰ τὸ καὶ τὴν καρδίαν τὴν ἀρχὴν τῶν ζῴων ἔμπροσθεν κεῖσθαι, καὶ διὰ ταύτην τὴν αἰτίαν βέλτιον ἐκ τῶν ἔμπροσθεν, ὃ ταὐτόν ἐστι τῷ ἐκ τῆς ἀρχῆς πάσης κινήσεως καὶ ζωῆς, σκαρδαμύττειν ἢ ἐκ τῶν πλαγίων. σαφῆ δὲ τὰ ἑξῆς.

在此之后,他说明了为何眼睛拥有被称为眼睑的防卫,眼睛也借此眨眼。眨眼被说成是连续且频繁地闭眼。其他动物是用眼睑眨眼,鸟类则是通过从靠近鼻孔的眼角生出的膜来眨眼。他清楚地说明了凡具有眼睑的动物为何具有眼睑。他还说,凡眨眼的动物眨眼并非出于意图,而是非意图的,甚至未曾觉察到自身正承受这一动作。人比其他动物更常眨眼,是因为人是薄皮的,而薄者更容易活动。至于“眼睑为皮所裹”这一句,等同于“眼睑是皮”,且由于是皮,一旦被切开便无法愈合;因为这乃是皮的本性。此物无法愈合,包皮也无法愈合;包皮是指包围阴茎龟头的皮肤,犹太人和埃及人也切割包皮,并将此类切割称为割礼。他还说明了为何鸟类是用下眼睑而非上眼睑眨眼并整体闭眼,并说这是由于头部周围皮肤的坚硬;因为坚硬之物难以活动。至于为何坚硬,他说因为沉重的鸟类不善飞行,由于翼羽稀少而难以活动,自然便以坚硬的皮肤将它们武装起来,以便在被捕猎者击打时因坚硬而得以承受,不致迅速死亡。因此,自然本要用于翼羽生长的东西,却被用于皮肤的坚硬。他还谈及卵生的四足动物,说它们生有鳞板;鳞板比毛发更硬,以致具有鳞板的皮肤也比具有毛发的皮肤更硬。他还说明了为何鸟类是用靠近鼻孔的眼角处的膜来眨眼,而不是通过靠近太阳穴眼角处的膜;他说,它们的本性源于单一始原更为优越,而从靠近鼻孔的眼角由于彼此接近,能够源于单一始原,但从靠近双耳的眼角却不能,因为它们彼此相距甚远,况且双耳位于侧面,鼻孔则在前方。前方更为优越,是因为作为动物始原的心也位于前方,且由于这一缘由,从前方——这等同于从一切运动和生命的始原——眨眼,比从侧面眨眼更为优越。接下来的文句是明晰的。

语法注2 条
  1. 2.40τῶν μυκτήρων, τοῦ μὲν ἐν τῇ κεφαλῇ φέρε εἰπεῖν κειμένου, τοῦ δὲ ἐν ἄλλῳ μέρει τοῦ σώματος

    这是一个展示“部分与整体同位”(partitive apposition)的属格绝对结构:表示整体的属格 τῶν μυκτήρων 之后紧跟表示各部分的 τοῦ μέν 与 τοῦ δέ 以及分词 κειμένου。此句具体承接前句的假想条件,说明若两个鼻孔分别位于不同部位的不可能情况。

  2. 2.41ἀπωκισμένοις οὖσιν ἀπ’ ἀλλήλων

    与格分词短语 ἀπωκισμένοις οὖσιν 在语法上受到紧邻的与格 τοῖς ὠσίν 的同化吸引,或者作为介词短语 ἐκ δὲ τῶν ὄντων πρὸς τοῖς ὠσίν 所隐含之逻辑主体的与格修饰语(发生句法交替),在意义上充当原因分词(“因为它们彼此相距甚远”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:46.5-47.23