- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:48.21-49.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解《动物部分论》658b27及以下内容,阐明了鸟类与四足动物嗅觉器官的分化程度、象鼻的功能及其因体型庞大对水生环境的适应、倒退吃草之牛其角的力学解释、鸟类缺乏明显鼻孔的形态学原因,以及蛇的分叉舌和鱼类舌头分化退化的原因。
Ταῦτα εἰπὼν ἐπάγει ὅτι οὐ πόρρω διέστηκεν ἀλλήλων τὸ τῆς ὀσφρήσεως αἰσθητήριον, τῷ διέστηκε χρησάμενος ἀντὶ τοῦ μὴ ἔχειν μέγεθος. ἀλλὰ τὸ μὲν τῶν πτηνῶν καὶ τετραπόδων οὔτε μῆκος ἔχει οὐδὲ ὅλως ἐπανέστηκεν, ἀλλὰ καὶ πάντῃ ἀδιάρθρωτον τὸ τῶν πτηνῶν, τῶν δὲ τετραπόδων μᾶλλον διηρθρωμένον. ὁ δὲ ἐλέφας, φησίν, ἰδιώτατον ἔχει τοῦτο τὸ μόριον. σαφῆ δὲ ἃ λέγει περὶ τῆς ῥινὸς τοῦ ἐλέφαντος· τινὰ δὲ δεόμενα μικρᾶς ἐπιστασίας τεύξεται αὐτῆς. αὐτίκα τὸ τὸ γὰρ μέγεθος ὂν ὑπερβάλλον ἀναγκαῖον ὁμοίως ἦν χρῆσθαι τῷ ὑγρῷ ὥσπερ τῇ γῇ1 ἴσον ἐστὶ τῷ μέγιστος γὰρ ὢν ὁ ἐλέφας καὶ διὰ τοῦτο δυσκίνητος, ἀναγκαῖόν ἐστιν ὅσον ἂν χρόνον ἐν τῇ γῇ διατρίβῃ, τοσοῦτον εἶναι καὶ ἐν τῷ ὕδατι. τὸ δὲ λεγόμενον περὶ τῶν ὀπισθονόμων βοῶν τοιοῦτόν ἐστι· φασὶ γὰρ κινεῖσθαι τὰ κέρατα τούτων, καὶ ἐπειδὰν κύψωσιν εἰς τὴν νομήν, πήγνυνται ἐν τῇ γῇ καὶ οὐκ ἐῶσιν αὐτοὺς πρόσω προβῆναι· καὶ διὰ τοῦτο ὑποχωροῦσιν ὀπίσω. οὕτω δὲ ἑλκόμενα τὰ κέρατα ὑπ’ αὐτῶν, ἀλλ’ οὐκ ὠθούμενα οὐ πήγνυνται· ἐν γὰρ τῇ ὠθήσει, ἀλλ’ οὐ τῇ ἕλξει πήγνυται πᾶν εὐθύ. τὸν δὲ ἐλέφαντά φησι χρῆσθαι τῷ μυκτῆρι ἀντὶ τῆς τῶν ἐμπροσθίων ποδῶν χρείας· ὡς γὰρ τὰ τετράποδα χρῶνται τοῖς ἐμπροσθίοις ποσὶν ἀντὶ χειρῶν, οὕτω καὶ οὗτος τῷ μυκτῆρι. ὅτι δὲ χρῶνται τοῖς τοιούτοις ποσὶν ἀντὶ χειρῶν, δῆλον μὲν καὶ ἐξ ἄλλων, ἀλλὰ καὶ ἐκ τῶν κυνῶν· οὗτοι γὰρ τοὺς ὀδόντας αὑτῶν διὰ τούτων καθαίρουσι τούς τε κυνορραϊστὰς κἄν ἄλλο τι δάκνῃ, διὰ τούτων μάλιστα ἀπορρίπτουσι, καὶ ἄλλα πολλὰ μετὰ τούτων ἐργάζονται· οἱ κατοικίδιοί τε αἴλουροι τοὺς μῦς μετὰ τούτων τύπτουσί τε καὶ κατέχουσιν. Οἱ δὲ ὄρνιθες καὶ οἱ ὄφεις καὶ ὅσα ἄλλα ἔναιμα, ἔχουσι τοὺς μυκτῆρας πρὸ τοῦ στόματος· ἐν τῷ πέρατι γὰρ σχεδὸν τοῦ ἄνωθεν χείλους, οἱ δὲ ὄρνιθες ἐν τῷ ῥύγχει. ἔχουσι δὲ οἱ ὄρνιθες τοὺς μυκτῆρας, ὥστε μὲν εἰπεῖν μυκτῆρας διὰ τὸ ἔργον ὃ ποιοῦσιν, οὐκ εἰσι δὲ διὰ τὸ μὴ εἶναι φανερῶς διηρθρωμένοι.2 αἰτία δὲ τούτου ἡ τῶν ὀρνίθων φύσις, δίπους οὖσα καὶ πτερυγωτή· διὰ μὲν οὖν τὸ πτέρυγας ἔχειν οὐκ ἔχει μυκτῆρας, ὅτι καταναλισκομένη ἡ ὕλη εἰς τὴν τῶν πτερῶν φύσιν οὐκ ἀρκεῖ καὶ εἰς γένεσιν μυκτήρων· δίπους δὲ οὖσα καὶ οὐκ ἐν τῷ μέσῳ τοῦ σώματος ἔχουσα τοὺς πόδας, ἀλλὰ πρὸς τῷ τέλει, εἴπερ εἶχε μυκτῆρας, εἶχεν ἂν καὶ μεγάλην κεφαλήν, ἔχουσα δὲ ταύτην μεγάλην ἔπιπτεν ἂν εἰς τὸ ἔμπροσθεν, ὥσπερ ἐπὶ τῆς τρυτάνης συμβαίνει. ἐν ἐκείνῃ γὰρ εἰ δύο τινὰ βάρη ἐν ἑκάστῃ τῶν πλαστίγγων θήσεις, βρίθει ἐπὶ τὴν ἔχουσαν τὸ μεῖζον βάρος. σαφῆ δὲ τὰ ἑξῆς. Μετρικοὺς δὲ λέγει τοὺς ποιητὰς τοὺς ἔμμετρα γράψαντας, ὥσπερ Ὅμηρος καὶ οἱ λοιποί. τὸ δὲ τραυλίζειν, φησίν, ἐστὶ καὶ μὴ ἐν τῷ ἔχειν πλατεῖαν ἢ στενὴν τὴν γλῶτταν· ὁ γὰρ πλατεῖαν ἔχων τὴν γλῶτταν καὶ συμμέτρως ἀπολελυμένην οὐ τραυλίζει. ἰστέον δὲ ὅτι ὁ ἔχων πλατεῖαν ἔχει καὶ στενήν, ὥσπερ καὶ ὁ μέγα ἔχων ἔχει καὶ μικρόν (δύναται γὰρ στενοῦν αὐτήν), ἀλλ’ οὐχ ὁ στενὴν ἤδη καὶ πλατεῖαν. τὴν δὲ γλῶτταν ἔχουσιν οἱ ὄφεις δικρόαν καὶ ἐσχισμένην διὰ τὴν λιχνότητα· λίχνοι γὰρ ὄντες ἔλαβον αὐτὴν ἐσχισμένην καὶ οἱονεὶ διπλῆν, ἵνα ἔχωσι διπλῆν καὶ τὴν ἡδονήν. οἱ δὲ ἰχθύες ἔχουσι βραχεῖαν τὴν τῆς γλώττης διάρθρωσιν καὶ δι’ ἃς μὲν εἶπε σαφῶς αἰτίας καὶ διὰ ταύτην, ἣν καὶ αὐτὸς ἐνταῦθα μετὰ τῶν προειρημένων τίθησιν· ἐν ὕδατι, φησί, διατρίβοντες καὶ ταχέως διαβιβάζοντες τὴν τροφὴν εἰς τὴν κοιλίαν, ἵνα μὴ λεαίνοντες αὐτὴν διὰ τῶν ὀδόντων εἴσεισι τὸ ὕδωρ εἰς τὴν κοιλίαν αὐτῶν καὶ ἀποπνίγωνται,3 οὐ δέδοται αὐτοῖς γλῶττα. ἐπεὶ γάρ, ὡς εἴρηται, ἅμα τῷ ἅψασθαι τῆς τροφῆς εἰς τὴν κοιλίαν αὐτὴν παραπέμπουσιν, ἐκ τούτου δὲ αἴσθησιν οὐκ ἔχουσι τῶν χυμῶν, ἀφῄρηνται καὶ τὸ τῶν χυμῶν αἰσθητήριον, καὶ τοσοῦτον ὥστε, εἰ μή τις αὐτῶν τὸ στόμα ἐπικλίνει καὶ οἱονεὶ κυρτώσει ἢ κοιλανεῖ, οὐ φαίνεται ἡ τοιαύτη διάρθρωσις.
在说了这些之后,他补充说嗅觉器官彼此相距不远,用“相距”来代替“不具有大小”。然而,鸟类和四足动物的嗅觉器官既没有长度,也全然不凸起,只是鸟类的嗅觉器官完全未加分化,而四足动物的则更为分化。他说,大象具有最为独特的这部分器官。关于大象的鼻子他所说的都是明晰的;但某些需要稍加留意的地方将得到说明。首先,“因为其体积极为庞大,故而必然如同利用陆地一样利用流体[水]”这一句等同于“因为大象极其庞大并因此难以活动,所以在陆地上逗留多久,在水中也必然同样逗留多久”。至于关于倒退吃草之牛所说的事情则是如此的:因为据说这些牛的角是活动的,每当它们俯身吃草时,角就会刺入地面而不允许它们向前迈进;因此它们向后退却。然而,这样被它们拖拽而不是被推挤的角并不会刺入;因为一切挺直之物都是在被推挤时刺入,而不是在被拖拽时刺入。他说大象使用鼻子来代替前足的功用;因为正如四足动物使用前足来代替双手,这只动物也同样使用鼻子。它们使用这样的足来代替双手,从其他动物中也很清楚,但从狗身上同样清楚;因为它们用前足清理自己的牙齿,若有扁虱或别的什么东西叮咬,它们主要借助于前足将其甩掉,并且与前足一道做许多其他事情;家猫也用前足击打并按住老鼠。而鸟类、蛇以及所有其他有血动物,其鼻孔都在嘴的前面;因为几乎是在上唇的末端,而在鸟类则是在喙部。鸟类拥有鼻孔,因其所执行的功能而言固然可以称为鼻孔,但由于未曾明显分化,它们[严格说来]并不是鼻孔。造成这一现象的原因是鸟类的自然本性,它是双足且有翼的;一方面,因其具有翅膀,它没有鼻孔,因为质料消耗于翅膀的生成,便不足以再用于生成鼻孔;另一方面,因其是双足的,且足不在身体中部而在末端,如果它真有鼻孔,它就会有一颗大头,而若具有大头,它就会向前倾倒,正如在天平上所发生的那样。因为在天平上,如果你将某两个重物〔分别〕放置在各个秤盘中,它就会向具有较重分量的那一边沉降。接下来的事情是明晰的。所谓“韵律作者”,他指的是那些用韵律写作的诗人,如荷马及其他人。他说,口齿不清既在于舌头的宽窄,又不在于此;因为拥有宽舌且适度解脱[舌系带]的人并不口齿不清。但应当知晓的是,拥有宽舌的人也拥有窄舌,正如拥有大物的人也拥有小物一样(因为他能使其变窄),但拥有窄舌的人却绝非立刻就拥有宽舌。蛇之所以具有分叉且分裂的舌头,是由于贪馋;因为它们是贪馋的,所以得到了分裂的、仿佛是双重的舌头,以便它们也拥有双重的快感。鱼类具有微小的舌头分化,这不仅是由于他明确陈述的原因,也是由于他本人在这里与上述原因一同提出的这个原因:他说,由于它们生活在水中,并且迅速地将食物输送到胃里,以便它们在用牙齿磨碎食物时水不至于进入它们的胃中而使它们窒息,因此没有赋予它们舌头。因为正如所说的那样,它们一接触到食物就将其送入胃中,并因此对味道没有感觉,所以它们也被剥夺了味觉器官,其程度甚至达到了若非有人仰起它们的嘴并仿佛使其弯曲或凹陷,这种分化便显现不出来的地步。
- 2.44τὸ γὰρ μέγεθος ὂν ὑπερβάλλον ἀναγκαῖον ὁμοίως ἦν χρῆσθαι τῷ ὑγρῷ ὥσπερ τῇ γῇ
引用自亚里士多德正文(约658b34)。分词短语 τὸ μέγεθος ὂν ὑπερβάλλον 作为独立主格/原因性分词使用(“鉴于其体积极为庞大”),与主句非人称结构 ἀναγκαῖον ἦν χρῆσθαι 构成逻辑关联。正如米海尔随后的释义(μέγιστος γὰρ ὢν ὁ ἐλέφας ... ἀναγκαῖόν ἐστιν)所示,它充当说明大象体型特征的原因从句。
- 2.44ὥστε μὲν εἰπεῖν μυκτῆρας διὰ τὸ ἔργον ὃ ποιοῦσιν, οὐκ εἰσι δὲ διὰ τὸ μὴ εἶναι φανερῶς διηρθρωμένοι
结果不定词 ὥστε εἰπεῖν 被整合进 μὲν ... δὲ 的对比结构中,表示一种限定性让步:“一方面因其履行的功用固然可以称之为鼻孔,但另一方面由于缺乏明显的结构分化,严格说来并不是[鼻孔]”。
- 2.44ἵνα μὴ λεαίνοντες αὐτὴν διὰ τῶν ὀδόντων εἴσεισι τὸ ὕδωρ εἰς τὴν κοιλίαν αὐτῶν καὶ ἀποπνίγωνται
在 ἵνα μή 引导的目的从句中,分词 λεαίνοντες(阳性主格复数)在语法上与主语鱼类保持一致,但随后小句的主语转变成了 τὸ ὕδωρ,动词为 εἴσεισι,紧接着又接上以鱼类为主语的 καὶ ἀποπνίγωνται,构成了破格语法(anacoluthon)。理解时须理清分词的时间性伴随作用:“以免当它们用牙齿磨碎食物时,水进入胃中从而使它们窒息”。
