← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§42.11-43.9

蛇类与软骨鱼类的骨骼运动及软骨骨髓

米海尔注解了亚里士多德《动物部分论》655a20–655a34,讨论了蛇类与软骨鱼类骨骼结构(刺状与软骨质)与其柔韧运动方式的关联,并阐释了陆生动物与软骨鱼类的软骨中骨髓存在形式的差异(分离型与调和型)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.37

Μετὰ ταῦτα λέγει ὅτι τοῖς ὄφεσιν ἀκανθώδης ἐστὶν ἡ τῶν ὀστῶν φύσις, πλὴν τοῖς λίαν μεγάλοις. πλὴν τῶν λίαν μεγάλων ὄφεων ὀστώδης ἡ τοιαύτη φύσις· πρὸς γὰρ τὴν ἰσχὺν ἰσχυροτέρων δεῖται τῶν στερεωμάτων. τὰ δὲ καλούμενα σελάχη τὰς ἀκάνθας ἔχει οἷον χόνδρους· χόνδρος δ’ ἐστὶ σαρκὸς μὲν σκληρότερος, ὀστοῦ δὲ μαλακώτερος. ἔχουσι δὲ τὰς ἀκάνθας χονδρώδεις, ἐπειδὴ πλατέα ὄντα οἷον θυρεοί, ἀνάγκη τὴν κίνησιν αὐτῶν ὑγροτέραν εἶναι· ὑγροτέρα δὲ ἡ κίνησις λέγεται λυγιζομένων καὶ καμπτομένων, ὥσπερ λύγος ἢ κάλαμος, τῶν χόνδρων, δι’ ὧν κινοῦνται.1 τὰ γὰρ σελάχη τὴν κίνησιν ποιεῖται διπλούμενα· ἀπερειδόμενα γὰρ τῇ περιφερείᾳ τοῦ σώματος αὐτῶν καὶ κυρτούμενα οὕτω κινεῖται· εἰ δὲ ἦσαν κραῦροι αἱ ἄκανθαι, οὐκ ἂν ἠδύναντο διπλοῦσθαι καὶ κάμπτεσθαι ἢ ὅλως κυρτοῦσθαι. ἄλλως τε καὶ τὸ γεῶδες πᾶν εἰς τὸ δέρμα καταναλώσασα ἡ φύσις (σκληρόδερμα γὰρ τὰ σελάχη) οὐκ ἠδυνήθη χορηγῆσαι καὶ ταῖς ἀκάνθαις ἐκ τοῦ γεώδους καὶ σκληροῦ. εἰσὶ δέ, φησί, καὶ ἐν τοῖς ζῳοτόκοις χονδρώδη τινὰ τὴν φύσιν, οἷον ῥῖνες καὶ ὦτα, εὐλόγως δέ· εἰ γὰρ μὴ τοιαῦτα ἦσαν ἀλλὰ κραῦρα, ἐπειδὴ ὑπερανεστηκότα εἰσὶ καὶ δυνάμενα μᾶλλον τῶν ἄλλων μορίων προσπταίειν, ἐθραύοντο ἄν.

在此之后他说,蛇类的骨骼本性是刺状的,但极大的除外。不过,极大的蛇类的这样一种本性是骨性的;因为[大蛇]为了其力量需要更强固的支撑物。而所谓的软骨鱼类拥有类似软骨的棘刺;软骨比肉更硬,但比骨更软。它们拥有软骨质的棘刺,是因为它们扁平如长盾,其运动必然更加柔韧。所谓运动更加柔韧,是因为它们赖以运动的软骨如柳枝或芦苇一般屈曲弯折。因为软骨鱼类通过自身折叠来进行运动;即借由自身身体的边缘支撑并弓起背部,以此方式运动。但如果棘刺是脆弱易碎的,它们就不能折叠、弯曲或整体弓起。此外,自然将所有的土性物质消耗在皮肤上(因为软骨鱼类是硬皮的),未能从土性且坚硬之物中同样供给棘刺。他又说,在胎生动物中也有某些部位在自然本性上是软骨质的,例如鼻子和耳朵,而这合乎情理;因为如果它们不是这样而是脆弱易碎的,由于它们向外突出且比其他部位更容易发生碰撞,它们就会被折断。

§2.38

"Οἱ μὲν οὖν τοῖς πεζοῖς ἀμύελοι χόνδροι κεχωρισμένῳ μυελῷ.2" Τὸ ἑξῆς οὕτως ‘οἱ μὲν οὖν τοῖς πεζοῖς χόνδροι ἀμύελοι κεχωρισμένῳ μυελῷ’. τὸ δὲ λεγόμενον κατασκευαστικόν ἐστι τοῦ διὰ τί οἱ τῶν πεζῶν ζῴων χόνδροι σκληρότεροί εἰσι τῶν ἐν τοῖς σελάχεσι χόνδρων. λέγει οὖν ὅτι ἐν τοῖς πεζοῖς ζῴοις χόνδροι κεχωρισμένους ἔχουσι τοὺς ἐν αὐτοῖς μυελοὺς καὶ καθ’ αὑτούς, ὥσπερ καὶ τὰ ὀστᾶ, καὶ διὰ τοῦτό εἰσι σκληροί, ἐν δὲ τοῖς σελάχεσιν ὁ μυελὸς ἀνακεκραμένος ὢν μετὰ τῶν χόνδρων καὶ οἷον ἀνεζυμωμένος μαλακωτέραν ἀπεργάζεται τὴν φύσιν αὐτῶν, ὥσπερ ἔλαιον πίσσῃ μιχθέν· καὶ γὰρ καὶ τοῦτο μαλακωτέραν τὴν πίσσαν ἀποτελεῖ μιχθὲν μετ’ αὐτῆς. εἰπὼν δὲ ἀμυέλους τοὺς ἐν τοῖς πεζοῖς χόνδρους, καίτοι ἔχοντας μυελόν, σαφηνίζων ὅπως εἶπεν αὐτοὺς ἀμυέλους, ἐπήγαγε τὸ κεχωρισμένῳ μυελῷ, ὡς ἄν εἰ ἔλεγε ‘μὴ γὰρ πάμπαν ἀμύελοι τυγχάνουσιν· ἔνεστι γὰρ αὐτοῖς μυελός· ἀλλ’ ἐπειδὴ κεχωρισμένος ἐστὶ καὶ καθ’ ἑαυτόν, ὥσπερ καὶ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ, καὶ οὐκ ἀναμεμιγμένος οὐδ’ ἀνακεκραμένος μετ’ αὐτῶν, τρόπον τινὰ ἀμύελόν ἐστιν’. ἰστέον οὖν ὅτι τὸ χωριζόμενον καὶ καθ’ αὑτὸ εἶναι δυνάμενον ὥσπερ ὁ μυελὸς μαλακὴν εἰς ἅπαν ποιεῖ τοῦ χόνδρου τὴν σύστασιν καὶ ζυμώδη μιχθεὶς μετ’ αὐτοῦ.3

“因此在陆生动物中,软骨在具有分离骨髓的意义上是无髓的。” 语序如下:“因此在陆生动物中,软骨在具有分离骨髓的意义上是无髓的。”所说的话是用来确立为什么陆生动物的软骨比软骨鱼类体内的软骨更硬。因此他说,在陆生动物中,软骨内部的骨髓如同骨骼一样是分离且独立的,正因如此它们是硬的;而在软骨鱼类中,骨髓与软骨相调和且仿佛与之揉捏在一起,从而使它们的本性更为柔软,正如油与沥青混合一样;因为油与沥青混合后确实也使沥青更为柔软。在称陆生动物中的软骨为无髓时,尽管它们拥有骨髓,为了阐明他是以何种方式称它们为无髓的,他补充了“在具有分离骨髓的意义上”,仿佛他在说:“因为它们并非完全无髓;因为它们内部确实存在骨髓;但由于它是分离且独立的,正如双耳坛中的葡萄酒一样,既不与软骨混杂也不与之调和,因而在某种方式上是无髓的。”因此应当知道,能够被分离且独立存在之物,正如骨髓一样,一旦与软骨混合,便会使软骨的构成整体变得柔软且如揉和之物。

语法注3 条
  1. 2.37ὑγροτέρα δὲ ἡ κίνησις λέγεται λυγιζομένων καὶ καμπτομένων, ὥσπερ λύγος ἢ κάλαμος, τῶν χόνδρων, δι’ ὧν κινοῦνται.

    短语 λυγιζομένων καὶ καμπτομένων ... τῶν χόνδρων 为属格独立结构,附带比喻 ὥσπερ λύγος ἢ κάλαμος 与关系从句 δι’ ὧν κινοῦνται,用以说明其运动被“称为更加柔韧”的原因或方式。名词 τῶν χόνδρων 置于分词短语末尾,构成了倒装倒置结构。

  2. 2.38κεχωρισμένῳ μυελῷ

    在引文(lemma)中,κεχωρισμένῳ μυελῷ 作为视点或限制与格(dative of respect / specification)使用,米海尔将其阐释为并非绝对无髓,而是在“具有分离且独立存在的骨髓”这一视点上被称为无髓(σαφηνίζων ὅπως εἶπεν αὐτοὺς ἀμυέλους)。

  3. 2.38τὸ χωριζόμενον καὶ καθ’ αὑτὸ εἶναι δυνάμενον ὥσπερ ὁ μυελὸς μαλακὴν εἰς ἅπαν ποιεῖ τοῦ χόνδρου τὴν σύστασιν καὶ ζυμώδη μιχθεὶς μετ’ αὐτοῦ

    语法主语为中性分词短语 τὸ χωριζόμενον καὶ καθ’ αὑτὸ εἶναι δυνάμενον,但由于其后插入了阳性具象短语 ὥσπερ ὁ μυελός,随后的分词 μιχθείς 便依据意义一致原则(constructio ad sensum)采用了阳性单数主格,而非严格的中性(μιχθέν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:42.11-43.9