- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:43.10-44.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在概述完全动物的三个必要部分(口、排泄部、心)及非同质部分之后,注解者批判了关于头部为何少肉的旧说,根据脑的冷却功能确立其真正原因,并阐明感觉器官置于头部的缘由。
Ταῦτα εἰπὼν οἷον πάλιν ἀπ’ ἄλλης ἀρχῆς ἀρξάμενος λέγει ὅτι πᾶσι τοῖς τελείοις ζῴοις δύο τὰ ἀναγκαιότατα ὑπάρχει μόρια, ἓν μὲν ἐν ᾧ δέχεται τὴν τροφήν, τοῦτο δ’ ἐστὶ τὸ καλούμενον στόμα, ἄλλο δὲ δι’ οὗ ἀφιᾶσι τὸ περίττωμα. τοῦτο δὲ τὸ μόριον τὸ ἀφ’ οὗ τὸ περίττωμα ἐξέρχεται τὰ φυτὰ οὐκ ἔχει καίπερ ζωὴν ἔχοντα, ἀλλ’ ἀντὶ τοῦ περιττώματος προεῖται τὰ σπέρματα καὶ τοὺς καρπούς. πρὸς δὲ τοῖς εἰρημένοις μορίοις ὑπάρχει καὶ τρίτον τι, ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς ζωῆς· τοῦτο δ’ ἐστὶν ἡ καρδία. ἀλλ’ ἐπειδὴ ἔχει καὶ τὰ φυτὰ ἀνομοιομερῆ μέρη, οὐκ ἔστι δὲ τῶν τοιούτων ἀνομοιομερῶν μερῶν ἡ φύσις πολυειδής (ὀλίγων γὰρ πράξεων ὄντα πρακτικὰ ὀλίγων καὶ τῶν ὀργάνων χρήζει), θεωρητέον περὶ τούτων ἰδίᾳ· περὶ δὲ τῶν ἀνομοιομερῶν μερῶν τῶν ζῴων, ἐπειδὴ τὰ ζῷα πολυμορφοτέραν ἔχει τὴν ἰδέαν, καὶ τούτων ἄλλα ἄλλων πρότερα ἔχει [δὲ] ταύτην τὴν ἰδέαν,1 καὶ πολυχουστέραν ἤτοι πολυειδεστέραν, θεωρητέον περὶ τούτων, καὶ ἀρκτέον ἀπὸ τῆς κεφαλῆς. τὸ μὲν οὖν ἔχειν τὴν κεφαλὴν ἄσαρκον δῆλον ἐκ τῶν περὶ τὸν ἐγκέφαλον εἰρημένων, ἀλλὰ καὶ νῦν ῥηθήσεται. οὐχ ὥσπερ φασί τινες, ἐστὶν ἄσαρκος· ῥητέον γὰρ οἷά ἐστι τὰ ὑπ’ ἐκείνων λεγόμενα. λέγουσι δὴ ὡς, εἰ σαρκώδης ἦν, μακροβιώτερον ἂν ἦν τὸ γένος, ὅμως οὐ πεποίηκεν αὐτὴν σαρκώδη (οὐ γὰρ μέλει τῇ φύσει τῆς μακροβιότητος) πεποίηκε δὲ αὐτὴν ἄσαρκον χάριν εὐαισθησίας· τοῦτο γὰρ ἀναγκαιότατόν ἐστι τοῖς ζῴοις, εἴπερ αὐτοῖς ἐν τῷ αἰσθάνεσθαι τὸ εἶναί ἔστιν. οὐδέτερον δὲ τῶν λεχθέντων ἀληθές· καὶ γὰρ ὅτι τῷ ἐγκεφάλῳ αἰσθάνεται τὰ ζῷα ψεῦδος (δέδεικται γὰρ ὅτι οὐδεμιᾶς αἰσθήσεως αἴτιος), ἀλλὰ καὶ τὸ λέγειν ὅτι τὰ λίαν σαρκώδη μέρη αἴσθησιν οὐ προσίεται οὐκ ἀληθές· εἰ γὰρ ἡ σὰρξ καὶ αἰσθητήριον, τὰ ἔτι σαρκωδέστερα μᾶλλον αἰσθήσεται. οὐ δὴ οὖν δι’ ἃς αὐτοί φασιν αἰτίας ἄσαρκός ἐστιν ἡ κεφαλή,2 ἀλλ’ εἴπερ ἦν πολύσαρκος ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον, ἀλεαίνων, τουτέστι θερμαινόμενος ὁ ἐγκέφαλος ὑπὸ τῆς πολυσαρκίας οὐκ ἂν ἠδύνατο καταψύχειν τὴν καρδίαν. ἐπεὶ δέ τις ἔμελλε λέγειν ‘καὶ πῶς ἔνιαι τῶν αἰσθήσεων ἤτοι τῶν αἰσθητηρίων ἐν τῇ κεφαλῇ εἰσι, τοῦ ἐγκεφάλου, ὡς φῄς, οὐδεμιᾶς αἰσθήσεως ὄντος αἰτίου;’ λέγει ὅτι τὴν αἰτίαν, δι’ ἣν ἔνιαι τούτων ἐν τῇ κεφαλῇ εἰσι, μὴ δυνηθέντες εὑρεῖν οὕτως ἀπεφήναντο. ἔλεγον γὰρ ‘τίνος ἕνεκα ἐν τῇ κεφαλῇ τυγχάνουσιν ὄντες ὀφθαλμοί, ῥῖνες, ὦτα; ἆρά γε διὰ τὸ εἶναι ἐν αὐτῇ σάρκας, νεῦρα, φλέβας; καὶ μὴν ἔνεισι ταῦτα καὶ ἐν τῷ λοιπῷ σώματι· διὰ τί οὖν οὐκ ἐν ἄλλῳ μέρει, ἀλλ’ ἐν τῇ κεφαλῇ πεποίηκεν αὐτὰ ἡ φύσις; δῆλον οὖν ὅτι οὐ διὰ ταῦτα ἐν τῇ κεφαλῇ τυγχάνουσιν ὄντα, ἀλλ’ ἐπειδὴ ὁ ἐγκέφαλος φανερῶς ἕτερός ἐστι τὴν φύσιν τῶν ἄλλων μερῶν. ἔστι δὴ ἐν τῇ κεφαλῇ δι’ αὐτὸν καὶ τὰ αἰσθητήρια καὶ αἱ διὰ τούτων αἰσθήσεις ἐν αὐτῇ εἰσιν· εἰκὸς γὰρ διὰ τὸ διαφέρον τῶν ἄλλων ἁπάντων μορίων ἐν αὐτῇ ταύτας εἶναι ἤπερ διὰ τὰ μὴ διαφέροντα.’ καὶ ἡ μὲν αἰτία καὶ ὁ συλλογισμός, δι’ οὗ συνδυάζουσι τὰς αἰσθήσεις τῷ ἐγκεφάλῳ, αὕτη· τὰ δὲ κατὰ τὴν λέξιν τὴν τοῦτο δ’ ὁρῶντες ἰδιώτερον ὂν τῶν ἄλλων μορίων ἐκ συλλογισμοῦ πρὸς ἄλληλα συνδυάζουσι, τὰ δὴ κατὰ τὴν λέξιν τοιαῦτα·3 αὐτίκα τὸ τοῦτο δὲ (τοῦτο λέγων τὸν ἐγκέφαλον) τὸν ἐγκέφαλον δὴ ὁρῶντες ἰδιώτερον καὶ ἕτερον ὄντα τῶν ἄλλων μορίων καὶ ἐν τῇ κεφαλῇ κείμενον συνάπτουσιν αὐτῷ τὰς αἰσθήσεις· διάφορος γὰρ ὢν πρὸς τὰ ἄλλα μέρη διὰ τοῦτο ἂν εἴη ἐν αὐτῇ, καὶ οὐ διὰ τὰ νεῦρα ἢ τὰς σάρκας. Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁ ἐγκέφαλος ἀρχὴ τῶν αἰσθήσεων, ἀλλ’ ἡ καρδία, διώρισται ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἀλλὰ καὶ νῦν ὧδε ἔσται δῆλον ὅτι ἡ καρδία ἐστὶν ἀρχή, καὶ οὐχ οὗτος. καὶ τέως ὅτι ἡ καρδία ἐστὶν ἀρχὴ τῶν ἁπτῶν καὶ χυμῶν, δῆλον· ἐπεὶ γὰρ ἀμφοτέρων αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἡ δὲ σὰρξ ἐξ αἵματος, τὸ δὲ αἷμα ἐκ τῆς καρδίας, δῆλον ὡς ἐκεῖθέν ἐστι τῶν δύο τούτων ἡ ἀρχή.
在说了这些之后,他仿佛又从另一个起点开始说道:在所有完全的动物中都具有两个最必然的部分,其一在其中接受营养,这就是所谓的“口”,另一则是通过它排出残余物的部分。这一残余物从中排出的部分,植物尽管拥有生命却并不具有,而是放出种子和果实来代替残余物。除了所说的这些部分之外,还具有某种第三个部分,生命之始原便在其中;这就是“心”。然而,由于植物也拥有非同质的部分,且此类非同质部分的本性并非繁多(因为它们能进行的活动较少,因而需要的器官也较少),故而应当单独考察它们;另一方面,关于动物的非同质部分,由于动物拥有更多样态的形态,且在这些动物中,某些动物先于其他动物拥有这种形态,乃至拥有更为丰富或更为繁多的形态,故而应当考察这些部分,并从头部开始。头部是少肉的,这一事实根据关于脑所说过的话本已清楚,但现在也将被谈及。它并不像某些人所说的那样是少肉的;因为必须说明他们所说的话是何种情况。他们说:如果它是多肉的,该族类就会更加长寿,然而自然并未将它造成多肉的(因为自然并不在乎长寿),而是为了感知敏锐的缘故将它造成少肉的;因为这对于动物而言是最为必然的,如果说它们的存在就在于感知的话。然而所说之事两者皆不真实;因为动物依靠脑来感知是虚假的(因为已经表明它并非任何感知的起因),而且说极多肉的部位不能接纳感知也是不真实的;因为如果肉确实是感觉器官,那么更加多肉的部位应当更加敏锐地感知。因此,头部之所以少肉并非由于他们自己所说的原因,而是如果环绕脑的处所是多肉的,脑被多肉的组织暖化,即加热,就将无法使心冷却。而由于有人可能会说:“既然如你所说,脑并非任何感知的起因,那为何某些感知即某些感觉器官会在头部?”他说,那些未能找到这些器官中某些为何在头部之原因的人,便是如此发表意见的。因为他们曾说:“究竟为了什么,眼、鼻、耳碰巧在头部?难道是因为在头部有肉、腱和静脉吗?然而这些东西在身体的其余部分也同样存在;那么自然为何不将它们造在其他部位,而造在头部?因此显而易见,它们碰巧在头部并不是由于这些东西,而是因为脑在自然本性上显然不同于其他部分。感觉器官确实由于它而在头部,且通过这些器官的感知也在头部;因为比起由于那些没有差异的部分,它们由于那个与所有其他部分都迥然相异者而在头部,是更为合理的。”而他们借以将诸感知与脑相联结的原因和推论便是如此。另一方面,按照“而见此比其他部分更为特异,他们出于推论而将它们彼此联结”这句文句,文句上的解释如下:随即,“而此”(称脑为“此”),他们看到脑比其他部分更为特异且不同,并位于头部,便将感知与它相连接;因为比起其他部分,它既然是迥异的,它在头部便会是出于这一缘故,而非出于腱或肉。脑并非感知的始原,而是心为始原,这一事实已在《论感觉及其对象》中被界定;但现在也能以此种方式表明心是始原而非脑。就眼前而言,心是触觉对象与味道的始原,这是显而易见的;因为既然肉是这两者的感觉器官,而肉源于血液,血液源于心,那么显而易见,这两者的始原正是来自那里。
- 2.39ἄλλα ἄλλων πρότερα ἔχει [δὲ] ταύτην τὴν ἰδέαν
ἄλλα ἄλλων πρότερα 构成相互比较结构(“某些先于其他”),其中 ἄλλων 作 πρότερα 的比较属格,τούτων(在动物之中)作部分属格。方括号中的 [δὲ] 为抄本异文或编者存疑之词,句子的主语为 ἄλλα,谓语为 ἔχει。
- 2.39οὐ δὴ οὖν δι’ ἃς αὐτοί φασιν αἰτίας ἄσαρκός ἐστιν ἡ κεφαλή
介词短语 δι’ ἃς ... αἰτίας 呈现先行词合并入关系从句的结构(“并非由于他们自己所说的那些原因,头部才是少肉的”),αἰτίας 与关系代词 ἃς 一同前置,主句的主谓结构为 ἄσαρκός ἐστιν ἡ κεφαλή。
- 2.39τὰ δὲ κατὰ τὴν λέξιν τὴν τοῦτο δ’ ὁρῶντες ἰδιώτερον ὂν τῶν ἄλλων μορίων ἐκ συλλογισμοῦ πρὸς ἄλληλα συνδυάζουσι, τὰ δὴ κατὰ τὴν λέξιν τοιαῦτα
逐字注解亚里士多德原文文句(λέξις)的引入结构。开头的 τὰ δὲ κατὰ τὴν λέξιν τὴν ... 引出所引用的字句,在长引文后通过 τὰ δὴ κατὰ τὴν λέξιν τοιαῦτα 进行复指并构成述谓(“关于文句的事项如下”)。
